Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
421. * δαλός] οἱ νεώτεροι Ἴωνες δαυλός.
425, 6. Τρῶες καὶ Λύκιοι—μὴ δή πως] ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. §. περισσὸς δὲ ὁ “πώ.” οὐ γὰρ προστάσσει νῦν μὲν μένειν, ὕστερον δὲ ὑποχωρῆσαι.
[*](B=)426. στείνει] τῷ μεταξὺ τῶν νεῶν καὶ τῆς τάξεως τῶν ἵππων [*](B=) στενῷ τόπῳ.
[*](3. τοσοῦτον B: τοσούτων ‖ 3, 4. supplevi ex B ‖ 4. τάχα στάσει οὐ δυνάμει B ‖ 8. supplevi ex B ‖ 9. διεσκεύασται A ‖ 13. φυσώμενος B ‖ 20. τε Ἱ. || 23. συνέθλιψεν ἐνέλειψεν ‖ 24, 25. ‘schol. olim ad v. 417 per- tinebat cf. A; addita reliqua l. 25, 26, postquam loco motum est’ W || 29. τὸ μικτόν)427. σαώσατε] ἔδει ‘σαώσωμεν.’ §. ἀντὶ τοῦ ἐκ 〈τοῦ〉 σκυλευ- θῆναι ῥύσασθε, ἵνʼ ἀβλαβῆ ἀπάξωμεν.
*μή μιν Ἀχαιοὶ τεύχεα συλήσωσι] ἀντὶ τοῦ αὐτοῦ, Ἀττικῶς.
[*](A+)428. * ἀγῶνι] τῇ ἀθροίσει.
431. Κυθήριον] τινὲς διὰ τῶν β΄ ρρ· καὶ τοὺς Κυθηρίους δημότας Ἀττικῆς φασιν, οὓς μᾶλλον οἰκείους εἶναι Αἴαντι.
432. * Κυθήροισιν ζαθέοισιν] διὰ τὸ ἱερὸν εἶναι Κύπριδος.
438. Κυθηρόθεν ἔνδον] ἐκ Κυθήρων ἐπιδημοῦντα τοῖς ἡμῶν οἴκοις.
439. τοκεῦσιν] Ζηνόδοτος “τέκεσσιν·” οὐ πρέπει δὲ ταῖς ἡλικίαις. [*](A+B=) §. Αἴαντος δὲ ἐκ Χλειροβαφίας Φίλαιόν φασιν. §. ὅτι δὲ ἐτίμων οἱ παλαιοὶ τοὺς γονεῖς, 〈δῆλον ἀπὸ τοῦ λέγειν〉 “μεμνῆσθαι πατέρος [*](B=) καὶ μητέρος” (Od. 18. 267). οἳ δὲ ἐκ τούτων φασὶ καὶ ὁμομήτριον Αἴαντι Τεῦκρον εἶναι.
440, 1. ἰοὶ ὠκύμοροι] οἱ ταχέως τὸν μόρον πληροῦντες, “ὠκύμορος [*](B-) δή μοι, τέκος, ἔσσεαι (Il.18.95). §. “τόξον” (441)δὲ ἤτοι τὴν τοξικήν.
[*](AB+)442. *ξυνέηκε] ἀντὶ τοῦ ἤκουσεν.
444. ἰοδόκον] προπαροξυτόνως τινὲς ‘τὸν δεχόμενον ἰούς,ʼ ξεινο- [*](A=) δόκον δὲ τὸν ξενίζοντα παροξυτόνως ἢ τὸν ξένους δοκεύοντα. 〈καὶ〉 Ἄτταλος δὲ παροξύνει.
*βέλεα] ἀντὶ τοῦ βέλος.
445. Κλειτόν] 〈ὀξυντέον〉 ὁμοίως τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ [*](A=) τὸ ἐπίθετον.
447. * ὃ μὲν πεπόνητο καθʼ ἵππους] καθʼ ἵππους εἶχε τὸ ἔργον.
448. * τῇ] λείπει ‘κελεύθῳ.’
449. Ἕκτορι καὶ Τρώε〈σ〉σι χαριζόμενος] ἀθετοῦνται οἱ τρεῖς [*](A+B-) (449—451). οἱ μὲν γὰρ ἐπίκουροι δεόντως ἂν λέγοιντο χαρίζεσθαι Ἕκτορι, ὡς Πάνδαρος “ἡγεόμην Τρώε〈σ〉σι, φέρων χάριν Ἕκτορι δίῳ” (Il. 5. 211). ἀνοίκειον δέ φησιν ὁ Ἀρίσταρχος ἐπὶ πολίτου τὸ “Τρώε〈σ〉σι χαριζόμενος.” καὶ διὰ τὴν πληγὴν ἀθετητέος 〈ὁ στίχος〉. πῶς γὰρ ἡνίοχος ὧν ὄπιθεν βάλλεται “αὐχένι γάρ οἱ ὄπισθεν” (451); ἄτοπον γάρ ἐστι τὸ ἀπεστραμμένους εἶναι τοὺς δίφρους· ἐπρηνίσθησαν γὰρ 〈ἂν〉 οἱ παραβάται μόνον κινηθέντων τῶν [*](2. ῥύσασθε ἵνʼ scripsi: ῥύσασθαι ‖ 5. Κυθηρεῖς ‖ 9. τοκεῦσιν textus: τό- κοισιν ‖ Ζηνόδοτος etiam A: Ἀρίσταρχος B ‖ 10. δὲ ἐκ scripsi: γὰρ ἐκ ‖ ante Αἰ. γὰρ lacunam statuit || Χειροβαφίας corruptum ‖ 11. supplevi ex B ‖ 18, 21. supplevi ex A ‖ 27. φέρων χάριν B: χάριν φέρων ‖ 28. δὲ B: τε ‖ 29, 30. supplevi ex B ‖ 31. γάρ ἐστι B: γρ. (=γράφουσιν) αἱ Ἀριστάρχου)
450. * ἱεμένων] γράφεται καὶ “ἱεμένῳ.”
451. * αὐχένι] ὅτι αὐχὴν πᾶς ὁ τράχηλος.
*ὄπισθε] Ἀριστοφάνης “πρόσθε” γράφει· καὶ ἔστι μᾶλλον εὔλογος ἡ γραφή.
[*](B=)453. ἄναξ δʼ ἐνόησε] ὁ ἄναξ τῶν ἵππων ἐναντίος ὑπήντησεν αὐτοῖς δίχα ἡνιόχου ἀπιοῦσιν.
456. εἰσορόωντα] ἢ φυλάσσοντα τοὺς ἵππους ἢ ἑαυτόν.