Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

146. Ζεὺς σφώ] τῆς σφῶι ἀποκοπῇ· καὶ ὀρθὴ μὲν “σφὼ δὲ μάλʼ ἠθέλετον” (Il. 11. 782), ὥστε οὐ δεῖ ἐγκλίνειν. τινὲς δὲ ἐγκλίνουσιν, ἐπεὶ αἰτιατικὴν δηλοῖ, ἀπολελυμένως.

ἐγκλιτέον τὴν “σφῴ” δευτέρου γὰρ προσώπου, καὶ μετα- [*](A=) λαμβάνεται εἰς τὴν ὑμᾶς.

*ὅττι τάχιστα] ὡς τάχιστα.

147, 8. αὐτὰρ ἐπὴν ἔλθητε—ἔρδειν—] οἱ δύο ἀθετοῦνται· ἔστι γὰρ [*](A~B-) ἐμβρόντητον τὸ λέγειν ‘ἄπιτε καὶ ὃ ἂν εἴπῃ τοῦτο ποιήσατε·’ καὶ γὰρ εἰ μὴ ἐκέλευσεν, οὐκ ἤμελλον παρακούειν· Διός. ἄλλως τε πῶς φησι πείθεσθαι Διὶ τοῖς καθʼ Ἑλλήνων πεμφθησομένοις; ἢ τάχα μεμψίμοιροί εἰσιν οἱ λόγοι, ἀπέλθετε ποιήσοντες ἃ κελεύει Ζεύς· ἀφʼ οὗ τὸ δυσάρεστον ἐμφαίνει, ὥς φαμεν ‘ποίει ὃ θέλεις.ʼ ὅτι δὲ μεμψίμοιροι οἱ λόγοι, σιωπᾷ τὴν αἰτίαν τῆς κλήσεως, καίτοι ἀλλαχοῦ παλλιλογεῖν εἰωθώς· φυσικὸν οὖν ἐστι μηδὲ μεμνῆσθαι τῶν λυπηρῶν ἐπὶ πλέον· διὸ συνέτεμε τὸν λόγον. οἳ δὲ ‘κατεπτηχυῖα’ φασὶ ‘τὰς ἀπειλὰς εὐλαβεῖται,ʼ μὴ καθʼ ὁντι〈ν〉οῦν τρόπον ἐμποδισθείσης τῆς Ἥρας Ζεὺς πάλιν ἐπʼ αὐτὴν ἀγάγῃ τὴν αἰτίαν.

150. *πετέσθην] ὑπερβολικῶς· 〈ἢ〉 ἀπὸ τῆς Ἴριδος, κατὰ συνεκδοχήν.

152. * ἀνὰ Γαργάρῳ ἄκρῳ] τινὲς ἐν τῷ ἄκρῳ τοῦ Γαργάρου· ἔστι δὲ καὶ πόλις, ἀφʼ ἧς οἱ Γαργαρεῖς.

153. θυόεν νέφος] ἐπεὶ τοῦτο ἦν τὸ νέφος, περὶ οὗ φησι “τοῖόν τοι [*](A-B~) ἐγὼ νέφος (Il. 14. 343). “θυοεν” δὲ εὐῶδες “〈ὀδμὴ κέδρου τʼ εὐκεάτοιο〉 θύου τʼ ἀνὰ νῆσον ὀδώδει” (Od. 5. 60). §. φασὶ δὲ οἱ φυσικοὶ τὰ η΄ σταδίοις ὑπερέχοντα τῆς γῆς ὕψη οὐ νεφελίζεσθαι· ἔστιν οὖν αἰθέριον νέφος τὸ περικείμενον Διί.

154. * τὼ δὲ πάροιθʼ ἐλθόντε] τὸ ἑξῆς, τὼ δʼ ἐλθόντε.

155. οὐδέ σφωιν] ἐγκλιτικῶς· ἔστι γάρ, ‘οὐδὲ ἐχολώθη αὐτοῖς [*](A+B=) ἰδὼν αὐτούς.’ §. ἀόργητος δὲ ἔμεινε διὰ τὴν ταχεῖαν αὐτῶν παρουσίαν.

[*](B=)

157. Ἶριν δὲ προτέρην] πρεπόντως πάνυ, ἵνα ἀποστήσας τὸν [*](B-) Ποσειδῶνα τῆς μάχης τότε παρορμήσῃ τὸν Ἕκτορα διὰ τοῦ Ἀπόλ- λωνος. ἐὰν δὲ ἐναλλάξῃς τὴν τάξιν, οὐχ ἁρμόζον φανεῖται.

[*](1. μετάγγελος ἀθανάτοισι θεοῖσι textus ‖ 3. τῆ ‖ ἀποκοπή coni. W ‖ 5. αἰτιατικὴν W: αἰτιατικὴ ἡ ‖ ἀπολελυμένως scripsi, cf. Apollon. Synt. p. 97 14 et intra p. 115, 29: -ην ‖ 10. ἄπιτε B: ἔπειτα ‖ 11. ἔμελλον B ‖ 16. φ. γάρ ἐ. B ‖ 20. suppl. W ‖ post συνεκδοχήν add. sec. οὐ γὰρ ὁ Ἀπόλλων πτερωτός ‖ 26. τῆς γῆς ὕψη οὐ ν. Eust.: τὴν γῆν ὑφʼ ἡγμῖν ν.)
114
[*](B-)

159. πάντα τάδʼ ἀγγεῖλαι] πάντα τὰ μέλλοντα λεχθῆναι· οὐ μεταπέμπεται δὲ αὐτέν, ἵνα μὴ τραχυνθῇ, ὃς μηδὲ ἐπεστράφη τῶν [*](B=) ἀπειλῶν τῶν ἐν τῇ Θ (405— 427). §. τὸ δὲ “ἀγγεῖλαι” ἀντὶ τοῦ ἄγγειλον. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ πρὸς ἴσον ἡ ἀποστολή. καλῶς δὲ καίτοι πάντων δεσπόζων λόγοις ἡμέροις χρῆται διδάσκων πρᾳότητα.

*εἶναι] ἀντὶ τοῦ ἔσο.

[*](B-)

161. εἰς ἅλα δῖαν] “δῖαν” τὴν μεγάλην· οἳ δὲ ὑγρὰν παρὰ τὸ διαί- νειν, οἳ δὲ φοβερὰν παρὰ τὸ δέος, ὡς “δῖα Χάρυβδις” (Od. 12. 104).

162. εἰ δέ μοι οὐκ ἐπέεσσʼ 〈ἐπιπείσεται〉] Ἀμμώνιος “εἰ δέ [*](B=) μου.” §. εἰκότως δὲ σκληρότερον ἐπανατείνεται τῶν πρώην ἀπειλῶν [*](B=) οὐ φροντίσαντι. §. τὸ δὲ “ἀλογήσει” οἳ μὲν ‘λόγον μου οὐ ποιήσεται,ʼ οἳ δὲ ‘ἀλογιστήσει καὶ μωρανεῖ.ʼ

164. ἐπιόντα ταλάσσῃ] τινὲς “ἐπιόντα θελήσῃ” ἀντὶ τοῦ δυνη- θῆ· “οὐδʼ ἔθελε προρέειν” (Il. 21. 366) ἀντὶ τοῦ οὐκ ἠδύνατο.

[*](A+)

165. *ἐπεὶ ἕο] “ἐπεί εὑ” ὁμοίως τῷ “καί εὑ κράτος ἐστὶ μέ- γιστον” (Il. 24. 293).

[*](B=)

βίῃ πολὺ φέρτερος —καὶ γενεῇ πρότερος] τὸ μὲν δέος, τὸ δὲ αἰδῶ ποιεῖ. ἀρχικὸν δὲ τὸ ἀπὸ τοῦ δεινοτέρου ἄρξασθαι.

[*](A+)

166. καὶ γενεῇ πρότερος] τινὲς ἀστερίσκους αὐτοῖς παρατιθεῖσιν ὡς μεταχθεῖσιν ἀπὸ τῶν Ἴριδος λόγων (182, 3). ἢ εἴωθεν ὁ Ζεὺς μετὰ τῶν ἀνατάσεων καὶ σύγγνωμόν τι ἐπάγειν· “〈Ἥρῃ〉 δʼ οὔτι τόσον νεμεσίζομαι” (Il. 8. 407, 421)· πῶς γὰρ ἡ Ἶρις ἄν ποτʼ ἔμφρων οὖσα πρὸς τηλικοῦτον ἐθρασύνετο θεὸν λέγειν ἀφʼ ἑαυτῆς “σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ” (182);

[*](B=)

* οὐκ ὄθεται 〈—ἶσόν οἱ φάσθαι〉] οὐκ ἐπιστρέφεται τοῦ μὴ ἰσηγορεῖν, ἀλλʼ ἰσηγορεῖ δηλονότι.

[*](B=)

167. *στυγέουσι] καταπλήσσονται· “κατὰ δʼ ἔστυγον αὐτήν” (Od. 10. 113).

[*](A-)

169. * κατʼ Ἰδαίων] Ζηνόδοτος γράφει “ἐξ Ἰδαίω.” ἁρμόζει δὲ μᾶλλον τὸ “κατʼ Ἰδαίων·” κατάβασιν γὰρ δηλοῖ, ὡς “οἵη τʼ Ἄρ- τεμις εἶσι κατʼ οὔρεος” (Od. 6. 102).

[*](5. καίτοι B: κοὶ τὸ ‖ πρὸς βίαν post ἡμ. omisi ut B ‖ 6. πραότητα B: πραΰτητα ‖ 11. σκληροτέρως B ‖ 13. οἳ δὲ ἄλογος γένηται κ. B || 16. ἐπεὶ εὖ ‖ καὶ εὖ ‖ 20. παρατιθεῖσιν, cf. A: περιτιθεῖσιν ‖ 22. δʼ οὔτι scripsi: διʼ οὖ οὐ ‖ 23. ἄν πονʼ W; καίτοι ‖ 27. ἰσηγορεῖν ἀλλὰ δ. ἰσηγορεῖ B, ἰσογορεῖν ἀλλʼ ἰσηγορεῖν δ.)
115

170. * ὡς δʼ ὅταν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα] ταχέως [*](B=) φέρηται· τούτοις δὲ εἴκασται ἃ καὶ σημαίνει ἡ Ἶρις.

νιφὰς μὲν ἡ χιών, χάλαζα δὲ πεπηγὸς ὕδωρ μετὰ βροχῆς· [*](B-) θέλει δὲ σημᾶναι τὴν ὀρθρινὴν αὐτῆς πορείαν· τὴν δὲ Ἥραν ὡς βασι- λίδα νοὶ εἴκασεν (80). §. τὸ δὲ “ῥιπῆς” (171) ῥίψεως· ῥίψει γὰρ [*](B=) παραπλήσιόν τι πάσχουσιν οἱ ἄνεμοι.

171. * 〈χάλαζα〉 ψυχρὴ ὑπαὶ ῥικῆς αἰθρηγενέος βορέαο] φύσει [*](B=) ψυχρά. §. “πτῆται” (170) δὲ ὑπὸ βορέου.

αἰθρηγενέος 〈βορέαο〉] πῶς 〈ὁ〉 ἀεὶ νίφων αἰθρηγενής; ἤτοι οὖν [*](B-) παρέλκει τὸ ἐπίθετον, ὡς τὸ “πῆ ἔβη Ἀνδρομάχη λευκώλενος” (Il. 6. 377), ἢ ἀπὸ τοῦ πλεονάζοντος—διασκίδνησι γὰρ τὰ νέφη, “σκιόεντα πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν” (Il. 5. 525)—οἳ δέ ὅτι τὸ ψῦχος παρʼ αὐτῷ αἶθρος ὀνομάζεται· “αἴθρῳ καὶ καμάτῳ δεδμημένον” (Od. 14. 318)· τάχος δὲ δίδωσι τῇ χιόνι ὁ ἄνεμος· βορρᾶ δὲ πνέοντος νιφετὸς ἐπιγίνεται. καὶ ἀλλαχοῦ “νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος” (ib. 475).

174. γαιήοχε κυανοχαῖτα] ἐδόξασεν αὐτὸν τοῖς δύο ἐπιθέτοις· [*](B-) καὶ οὐκ ἐντολήν, ἀλλʼ ἀγγελίην αὐτῷ φέρει παρὰ Διός, οἷον ‘οὐχ ἑκοῦσα ἥκω,ʼ ὡς καὶ Ἑρμῆς “Ζεύς με γὰρ ἠνώγει δεῦρʼ ἐλθέμεν” (Od. 5. 99) καὶ “τὸ〈ν〉 νῦν σʼ ἠνώγει〈ν〉 ἀποπεμπέμεν” (ib. 112).

179. κἀκεῖνος 〈—πολεμίξων〉] “κἀκεῖνος” ἐκ πλήρους 〈Ἀρ- [*](A-) σταρχος〉, ὃ καὶ Ζηνόδοτος γράφει· “πτολεμίξων” δὲ διὰ τοῦ ξ, Ἀρίσταρχος δὲ διὰ τοῦ ζ. §. θέλει δὲ εἰπεῖν, ὡς, εἰ μὴ σὺ ἄπει, ἐκεῖνος ἐλεύσεται πολεμήσων. λείπει δὲ τὸ ‘σύ.’ §. ὁ δὲ “καί” πρόσκειται, ἵνα δείξῃ ὡς οὐκ ἄρξει Ζεὺς τῆς μάχης, ἀλλʼ ἀμυνο〈ύ〉- [*](B=) μενος παρέσται. §. τὸ δὲ “ἠπείλει” ἀντὶ τοῦ ἔλεγεν.

[*](B=)

180, * ὑπεξαλέασθαι] φυλάξασθαι· παρέλκουσι δὲ αἱ προθέσεις.

[*](B=)