Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

87. * ὄφρα φθιόμεσθα ἕκαστος] ὡς ἕκαστος ἡμῶν φθαρῇ.

88. οὕτω δὴ μέμονας Τρώων πόλιν —καλλείψειν] τὸ δεύτερονB [*](Β=) ἐπιχείρημα ἀπ᾿ αὐτοῦ τοῦ πράγματος, ὅτι, εἰ καὶ ἄλλοι ἦσαν οἱ ὑποτεταγμένοι, οὐκ ἔδει τοιαῦτα συμβουλεύειν οὐδὲ καταλείπειν τὰ προκείμενα. εἶτα τρίτον, ὅτι ἀνάξια τῆς βασιλείας ἐφθέγξατο.

89. καλλείψειν] ἡ Ζηνοδότου δὲ “ἐκπέρσειν·” καὶ ἔστι μᾶλλον [*](Α=) ἠθικόν.

90. σίγα] δαιμονίως προκαταλαμβάνει ὡς ἁμαρτόντος, οἷον ἀρκεῖ [*](Β=) σοι πρὸς ἡμᾶς τοὺς φίλους τὸ εἰρημένον.

μή τις 〈τ᾿ ) ἄλλος] ἢ “τοί” ἐστὶν ἀντὶ τοῦ σοί ἢ τέ” πλεονάζον.

91. ὃν οὔ κεν ἀνὴρ—διὰ στόμα πάμπαν ἄγοιτο] οὐδὲν γὰρ [*](B=) αἰσχρότερον οἶδεν ὁ ποιητὴς τοῦ λιποτακτεῖν· ἀμέλει καὶ Ἀγαμέμ- νων τοῖς μείζοσιν ἐξωνείδισεν (Il. 4. 223). ἀντικρὺς δὲ ἐξελέγχει, ὅτι οὐ βασιλικὸς ὁ λόγος ἐστίν· καὶ ῥητορικόν, ὅταν καταιτιώμενοί [*](2. supplevi ex B ‖ 7. ἱ. τοῦ τελ. ‖ I9. post ἔριον add. sec. ἡ παῤ ἡμῖν τουλου- || 25. ἡ Ludwich: αἱ ut A ‖ 26. ἠθικώτερον || 27. ἀρκέσει B 29. σοί W: οὐ ‖ 31. λειποτακτεῖν B)

66
τινας πεφεισμένως μὴ τὰς κυρίας ὀνομασίας τῶν ἁμαρτημάτων λέγωμεν· ἔδει γὰρ εἰπεῖν, ὡς οὐδὲ ἰδιώτης ἀξιώσειε λέγειν.

92. * ὅτι ἦν τις ἐπιστήμη πολιτικῶν λόγων, ἣ μόνον ἀνήκει βασι- λεῦσιν.

[*](A+)

95. * νῦν δέ σευ] Ζηνόδοτος “νῦν δέ σε·” Ἀριστοφάνης δὲ ἀθετεῖ.

[*](B=)

99. ἡμῖν δ᾿ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ] ἡμῖν δὲ ἀνυπέρβλητος γέ- νηται ὄλεθρος.

[*](B=)

101. ἀποπ〈απ〉τανέουσιν] περιβλέψουσι καὶ πτοη〈θή〉σονται, δη- [*](B=) λονότι περὶ τὴν καθολκὴν γινόμενοι, §. παπταίνω παπτανῶ παπτανέω.

[*](B=)

102. ὄρχαμε λαῶν] ἠθικὸν τοῦτο· κατακερτομεῖ γὰρ ἀντικρὺς τὴν συμβουλὴν ὡς οὐ βασιλεῖ ἁρμόζουσαν· φησὶ δὲ “ὁ βασιλεὺς πάντα συγχέεις.

[*](B=)

104. ὦ Ὀδυσεῦ] διδάσκει φέρειν 〈πρᾴως〉 τὰς λοιδορίας, ἐὰν ἐν καιρῷ καὶ ἐπὶ συμφέροντι γίνωνται.

*πώς με] πώς μου.

[*](B=)

105. οὐ μὲν ἐγὼν ἀέκοντας] ἄριστα τρέπει τοὺς λόγους ἐπὶ ἕτερα, ὡς τὸ ὅλον ὑπὲρ Ἑλλήνων σκοπῶν.

[*](B=)

107. νῦν δ᾿ εἴη] ἀντὶ τοῦ ἴτω· “καὶ τῷ προσιόντι προσεῖναι” (Hes. Opp. 353) ἀντὶ τοῦ προσιέναι.

[*](B=)

ὃς τῆσδέ γ᾿ ἀμείνονα] διδάσκει παντὸς δέχεσθαι τὴν παραίνεσιν ἐν καιρῷ κινδύνου.

108. * ἐμοὶ δέ κεν ἀσμένῳ εἴη] διὰ τὸ λοιδορηθέντα πρώην ὑπὸ Νέστορος αἰδεῖσθαι λέγειν (Il. 2. 336).

[*](B=)

ἀσμένῳ] ἀπὸ τῆς ἡσμένος μετοχῆς ὄνομα γέγονεν· διὸ ἤμειψε 〈τὸ〉 πνεῦμα.

εἴη] ἔλθοι· ὁ δέ γε Ἕλτωρ βαρβαρικῶς, “ὧδ᾿ ἔστω, Τρῶες με- γαλήτορες” (Il. 8. 523).

[*](B=)

110. ἐγγὺς ἀνήρ] “ὃς τῆσδέ γ᾿ ἀμείνονα μῆτιν ἐνίσποι” (107). τοῦτό ἐστι τὸ ἑξῆς.

[*](B+)

ματεύσομεν] καὶ ἑαυτὸν ὑποβάλλει τοῖς ζητοῦσιν· μέτριος δὲ ὁ λόγος καὶ οὐκ ἔχων ἐπίπληξιν· ἀπήρκει γὰρ Ὀδυσσεύς, ἄλλως τε τὸ ἐπιπλήσσειν θαμὰ ἀπέχθειαν, οὐ κηδεμονίαν ἐμφαίνει.

[*](2. λέγομεν || ἀξιώσει B ‖ 6. προηθέτει A ‖ 7, 8. ἐπιγίνεται B ‖ 9. περι- βλέψουσι B: περιβλέψονται ‖ supplevi ex B ‖ 10. καθολικὴν B: καθολκὴν ‖ γενόμενοι B ‖ 12. βουλὴν B ‖ 13. πάντας B ‖ 14. Ὀδυσσεῦ ‖ supplevi ex B ‖ 23. τὸ Bekker: τὸν 33. ἅμα B)
67

112. * νεώτατος] οὕτω πᾶσαι.

113. πατρὸς δ᾿ ἐξ ἀγαθοῦ] καίτοι ἴδια ἔχων λέγειν ὅμως τὰ τοῦ πα [*](B=) τρὸς προβάλλεται· τούτῳ γὰραὐτὸν συνέκρινεν Ἀγαμέμνων (Il.4. 372).

114. Τυδέος, ὃν Θήβῃσι] οὐ κατὰ τοὺς τραγικοὺς ἐν Ἐλευσῖνι μετηνέχθησαν οἱ περὶ τὸν Καπανέα. §. Ὁμηρικὸν δὲ ταῖς παρεκ- [*](Β=) βάσεσι διαναπαύειν τὸν ἀκροατήν. §. τὸ δὲ “Θήβῃσι” δύναται καὶ [*](B=) ἐπίρρημα εἶναι καὶ ὄνομα. §. ὁ δὲ Τυδεὺς Οἰνέως καὶ Περιβοίας τῆς Ἱππότου· ὃς ἀνεψιοὺς ἐπιβουλεύοντας Οἰνεῖ Λυκωπέα καὶ Ἀλκά- [*](A-) θουν ἀπέκτεινεν τοὺς Ἀγρίου, σὺν αὐτοῖς δὲ ἄκων καὶ τὸν πατράδελφον Μέλανα—συνεδαίνυτο γὰρ αὐτοῖς—καὶ φεύγων τὸν φόνον ἧκεν ἐς Ἄργος καὶ καθαρθεὶς ὑπὸ Ἀδράστου γαμεῖ Δηιπύλην, τὴν θυγατέρα αὐτοῦ.

* Ζηνόδοτος ἠθέτει· παρὰ δὲ Ἀριστοφάνει οὐδὲ ἦν.

[*](Α=)

115. *Πορθεῖ] οὕτω δισυλλάβως. §. ἐπίτηδες δέ, εἰ μὴ εὐ- καίρως, οὐ μέμνηται Τυδέως ὁ ποιητής.

116. *οἴκεον δ᾿ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι] συλλήψει ἐχρή- [*](B=) σατο· ὁ μὲν γὰρ Τυδεὺς ἐν Πλευρῶνι, ὁ δὲ Οἰνεὺς ἐν Καλυδῶνι ᾤκει.