Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
279. ὑποταρταρίους] ἐνταρταρίους. §. “θεοὺς δ᾿ ὀνόμηνεν ἅπαν- τας” (278)· συλλήβδην καὶ θεὰς εἶπεν. §. 〈γράφεται καὶ〉 “θεὸν δ᾿ ὀνόμηνεν ἕκαστον.” §. τινὲς δὲ 〈προσ〉γράφουσιν “ὤμνυε δ᾿ ἐκ πέτρης κατ〈αλ〉ειβόμενον Στυγὸς ὕδωρ.”
ὑποταρταρίους] τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐ γάρ τι ἐστὶν ὑπὸ [*](Α ~ B+) Τάρταρον. οὐδένα δὲ αὐτῶν οἶδεν ἢ Ἰαπετόν (Il. 8. 479)· παρὰ 〈δὲ Ἡσιόδῳ (Th. 134, 7) εἰσὶ καὶ Κρόνος Κρεῖος Ὑπερίων Κοῖος〉.
281. Λήμνου τε καὶ Ἴμβροῦ] τινὲς “Λήμνοιο κατὰ μέγα ἄστυ λιπόντε” τί γὰρ νῦν πρὸς τὴν Ἴμβρον, §. ἔστι δὲ νῆσος πρὸς τῷ μέλανι κόλπῳ· ἀπέχουσι δὲ ἀλλήλων στάδια ρκ΄.
* βήτην] ἐπὶ πελάγους. §. 〈“ἠέρα〉 ἀεὶ διὰ τοῦ η φησίν. πρήσσοντε] περῶ πρῶ, ὡς βέω βῶ, βορῶ 〈βρῶ〉, τορῶ τρῶ· [*](B-) 〈ὁ μέλλων πρήσω〉 συγκοπῇ, πέπρακα, βρώσεσθαι βέβρωκα, τέτρωκα.
283. * Ἴδην] ἀντὶ τοῦ Ἴδης· ἀλλαχοῦ (292) “Γάργαρον ἄκρον Ἴδης ὑψηλῆς.”
285. ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο 〈ὕλη〉] τὴν χαμαίζηλον βο- [*](B+) τάνην φησίν· ὅτι γὰρ οὐ πατοῦσι γῆν, δῆλον ἐκ τοῦ “οὐδὲ χθόνα μάρπτε ποδοῖιν” (228)· εἰσὶ δὲ γραφικά.
286. πάρος Διὸς ὄσσε ἰδέσθαι] πρὶν ἰδεῖν τοὺς ὀφθαλμοὺς τοῦ [*](B=) Διός, ὅπως μὴ πρὸ τοῦ δέοντος αὐτὸν κοιμίσῃ. ἐμφαντικώτατα 〈δὲ εἴρηταί, ὡς ἅμα τῷ προσβλέψαι τινὶ εὐθὺς κατακοιμίζοντος.
287. εἰς ἐλάτην ἀναβάς] ἐλάτη ἐπίμηκες καὶ ἄκαρπον ὡς Ὕπνος· [*](B=) ἔστι δὲ ἐπὶ ἐλάτην.᾿ §. τὸ δὲ “μακροτάτη” εἶπεν, ὡς πολλῶν οὐσῶν [*](B=) ἐκεῖ. καλῶς δὲ πρόσκειται 〈τὸ〉 “τέτε·” νῦν γὰρ οὐ φύεται ἐκεῖ ἐλάτη. §. καὶ ὅτι μετὰ τὰ ἡρωικὰ ὁ ποιητής.
* περιμήκετος] μῆκος μήκετος ἐπεκτάσει, ὡς πάχος πάχετος.
289. * καὶ ὑπὸ τοῦ ὕψους καὶ τῶν κλάδων καὶ τῆς μεταμορφῶ- [*](Β=) σεως οὐχ ὁρᾶται.
290. *ὄρνιθι λιγυρῇ ἐναλίγκιος] κατὰ τὴν καθέδραν· ἡ γὰρ ὄρνις [*](AB=) οὐ καθέζεται.
[*](3. suppl. Ludwich ex Eust. || 4. suppl. Bekker Il. p. 502, antea in schol. ed. κατ〈α〉ειβόμενον idem ‖ 6. post παρα (sic) linea 26 fere litt. vacat: supplevi, cf. A B ad v. 274 ‖ 9. τὸν Ἴ. ‖ 11. schol. supra v. 282 scriptum: traieci || 12. ὡς βιῶ B, ὡς βείω ‖ 12,13. supplevi ex B ‖ 21. ἴδῃ ut B ‖ 23. supplevi ex B ‖ 25. μακροτάτην || 31. ὁ γὰρ B)*ἥν τ᾿ ἐν ὄρεσσιν] λείπει ‘διατρίβουσαν.’
291. χαλκίδα] τὸ εὔφωνον ὄνομα τοῖς θεοῖς τίθησιν· οἶδε δὲ τὰ θεῶν ὡς ὑπὸ Μουσῶν καταπνεόμενος. τινὲς δέ φασιν αὐτὴν εἶναι Ἁρπαλύκην, ἢ μιγεῖσα τῷ πατρὶ Κλυμένῳ κατὰ βίαν ἑψήσασα τὸν υἱὸν Πρέσβωνα παρέθηκεν αὐτῷ. ἢ ὅτι Διὶ συνῆλθεν, Ἥρα δὲ ὠρνί- θωσεν αὐτήν· ἐν Χαλκίδι δὲ διῆγεν ἄνθρωπος οὖσα. οἳ δὲ τὴν μητέρα τῶν Κορυβάντων Χαλκίδα φασίν. ἢ ὅτι χαλκίζει τὴν χροιάν, ἢ ὅτι κατὰ νύκτα ὁρᾶται. τινὲς δὲ τὴν γλαῦκα.
[*](A= B-)κύμινδιν] ὅτι ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτει· ὁ γὰρ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιάν, καὶ μέγεθος ὅσον ἱέραξ ὁ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης (H. A. 9. 12). παρὰ δέ τισι θηλυκῶς λέγεται· εὐεπίφορον δὲ εἰς ὕπνον τὸ ὄρνεον.
[*](B=)292. * τὸ “Γάργαρον” ἄκρον, ἡ δὲ πόλις θηλυκῶς, καὶ οἱ πολῖται Γαργαρεῖς.
[*](B=)294. ὡς δ᾿ ἴδεν, ὥς μιν ἔρως] ἐπαναλαμβάνει τὸ “ἴδεν,” ὑπο- φαίνων ὡς οὐκ ἐν παρέργῳ αὐτὴν εἶδεν. ἔστιν οὖν ὡς τὸ “ἠράσατ᾿ , ὀφθαλμοῖσιν ἰδών” (Il. 16. 182).
[*](B=)*πυκινάς] πρὸς ἐπίτασιν τοῦ πάθους. §. “ἀμφεκάλυψε” δὲ ἀντὶ [*](B=) τοῦ ἤγρευσεν, ἀπὸ τῶν δικτύων.
[*](Α=)295. * ὅτε πρώτιστον] Ἀρίσταρχος “ὅτε πρῶτόν περ.”
[*](B-)296. εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας] καὶ πῶς φησι (202) παῤ Ὠδκεανῷ αὐτὴν τρέφεσθαι; ἢ τὸ ἀτιτάλλειν (ib.) οὐκ ἐκ νηπίας· φησὶ γοῦν “ἄταλλε δὲ κήτε᾿ ὑπ᾿ αὐτοῦ” (Il. 13. 27) καὶ “τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ᾿ ἐπὶ φάτνῃ” (Il. 5. 271). λάθρα οὖν ἐμίγη· ὅτε δὲ ἐταρταρώθη Κρόνος, ὡς παρθένος ὑπονοου- μένη ἐξεδόθη Διὶ ὑπὸ Τηθύος καὶ Ὠκεανοῦ. τεκοῦσαν γοῦν Ἥφαι- στον προσποιεῖσθαι δίχα μίξεως κυεῖν. καὶ Κηδαλίωνι τῷ Ναξίῳ παραδοῦναι χαλκευτικὴν διδάξαι· διὸ καὶ μέχρι νῦν ὑπόμνημα φυλάσ- σεσθαι παρὰ Ναξίοις καὶ τὸν Ἀμφιθάλην τῇ Ἰτάλῃ συγκατατεθεῖ- σθαι· ἄλλοι τὸν Δία φασὶν ἐν Σάμῳ λάθρα τῶν γονέων διαπαρθενεῦσαι τὴν Ἤραν· ὅθεν Σάμιοι ζήλῳ τῆς θεοῦ μνηστεύοντες τὰς κόρος λάθρα συγκο〈ι〉μίζουσιν, εἶτα παρρησίᾳ τοὺς γάμους θύουσιν. [*](11. φασσόφωνος B ‖ 17. ἠράσατο ‖ 22. λήθων τε || 28. τεκεῖν Eust. ‖ 29, 30. φυλάξασθαι ‖ 30. συγκατατεθεῖσθαι Bekker: συγκατατιθεῖσθαι ‖ 31. ἀποπαρθενεῦσαι B || 32. μνηστεύοντες B: μνηστεύσαντες || 33. Supplevi ex B Eust. || ποιοῦσι B)
*φίλους] τοὺς οἰκείους· “ἀπὸ μὲν φίλα εἵματα δύσω” (Il. 2. 261).
297. στῆ δ᾿ αὐτῆς προπάροιθεν] κινηθεὶς ὑπὸ τοῦ κεστοῦ αὐτὸς [*](B=) πρόσεισι τῇ γυναικί.
298. * πῆ μεμαυῖα] εἰς τίνα τόπον ὡρμημένης τόδ᾿ ἱκάνεις] λείπει 〈τὸ〉 ὄρος· “ἢ ἑὸν αὐτοῦ χρεῖος ἐελ- [*](B-) δόμενος τόδʼ ἱκάνει” (Od. 1. 409). μήποτε δὲ ἰσοδυναμεῖ τῷ παῤ Αἰολεῦσι ‘τυῖδε.’ καὶ πληθυντικῶς “οὐχ᾿ ὅ γ᾿ ἄνευθε θεοῦ τάδε μαίνεται” (Il. 5. 185) ἀντὶ τοῦ ἐνθάδε· οὐ γινώσκει δὲ τὴν 〈συ〉- σκευὴν διὰ τὰ πάθη, “ἅ τ᾿ ἔκλεψε νόον πύκα〈περ φρονεόντων〉” (217).
299. ἵπποι δ᾿ οὐ παρέασι] ἠθικῶς πάνυ καταπαύει τὴν ὁδὸν ὡς μὴ [*](Β-) τῶν ἐπιτηδείων παρόντων, ἵνα πείσας μένειν εὗ χρήσηται τῇ σχολῇ· οὐ γὰρ πιθανὸν ἦν ἀποτρέψαντι τῆς ὁδοῦ θέλειν ἐμπελάζειν. προ- φάσει οὖν χρῆται. ἡ δὲ δολίως ἐπιτείνει τὴν ἐπιθυμίαν τοῦ ἀνδρός, φάσκουσα πάντα αὐτῇ εὐτρεπῆ εἶναι πρὸς τὴν ὁδόν, “ἵπποι δ᾿ ἐν πρυμνωρείῃ” (307).
300. τὸν δὲ δολοφρονέουσα] δολίαν εἰσάγει τὴν Ἥραν καὶ ἐν τῷ [*](Β=) περὶ Ἡρακλέους “δολοφροσύνῃσ᾿ ἀπάτησεν” (Il. 19. 97). σχεδὸν οὖν κηρύττει ὁ ποιητὴς φυλάττεσθαι τῶν γυναικῶν τοὺς λόγους.
304—6. ἀθετοῦσιν ὡς ἀμβλύνοντας τὴν ἐπιθυμίαν Διός· ἀλλ᾿[*](B+) οὐκ ἠμβλύνθη τοῦ κεστοῦ ἐπιτείναντος, ἄλλως τε περὶ ἀφροδισίων λέγουσα ἐπιτείνει τὸν πόθον καὶ πλέον ἐξάπτει.
* ἠθετοῦντο παρὰ Ζηνοδότῳ.
[*](Α=)304. καί σφ᾿ ἄκριτα νείκεα λύσω] καὶ πῶς ἐν τῇ A (424) μετὰ [*](Β=) τῶν θεῶν οὖσα ἐν τῷ Ὠκεανῷ οὐ διήλλαξε τὴν ἔριν; ἀλλ᾿ ὅτι οὐ σὺν [*](2. supplevi ex B 13. ἱκάνεις || ἰσοδυναμῇ: corr. Bekker ‖ τὸ π. ‖ 15, 16. supplevi ex B ‖ 17. ἁρμοδίως B ‖ 18. εὖ χρήσηται B: συγχωρή- σηται || 19. ἀποτρέψαντι coni, W; ἀποτρέψαντα ‖ 21. τὰ ante πρὸς add. B || 22. πρυμνῷ ῥείῃ ‖ 26. lemma ἔρχομαι ὀψομένη (301) del. et schol. ad v. 304—6 traiecit Hiller ‖ 27. ἠμβλύνθη B: ἠμβλήνθη || 28. πλέον B: πλείονα ‖ 29. schol. supra 307 scriptum cf. A ‖ καὶ post ἠθ. addit Ludwich ‖ Ζηνοδότου: corr. Bekker ‖ 31. οὐ δ. B: μὴ)