Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

671. ἀνασταδόν, ἔκ τʼ ἐρέοντο] προσδοκῶντες χρηστόν τι ἀκούειν.

[*](B+)

673. *πολύαινʼ Ὀδυσεῦ] καὶ Νέστωρ “ Ὀδυσσῆι 〈δὲ〉 μάλιστα᾿᾿ (180).

[*](B~)

674. ἦ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι] ἐμιμήσατο τὸν σπουδάζοντα τὸ καίριον μαθεῖν.

[*](AΒ=)

678. *〈καλῶς〉 τὸ〉 “σβέ〈σ〉σαι·” πυρώδης γὰρ ὁ θυμός.

679. σὲ δʼ ἀναίνεται] εὐσχημόνως οὐ κατῄσχυνε τὴν κόρην· διὰ γὰρ τοῦ “σέ ” ‘τὴν συγγένειάν σου᾿ δηλοῖ.

680. * αὐτὸν σὲ φράζεσθαι] ταῦτα γὰρ αὐτῷ εἶπεν (347).

[*](B=)

682. αὐτὸς δʼ ἠπείλησεν] καὶ μὴν Φοίνικι μὲν ἔλεγε “ φρασσό- μεθ᾿ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερα” (619), Αἴαντι δὲ “οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι— πρίν γʼ υἱὸν Πριάμοιο” (650)· ἀλλʼ ἴσως Ὀδυσσεὺς τὰ πρὸς αὑτὸν μόνον ῥηθέντα (360) ἀγγέλλει, ἀνακόπτει δὲ τὰ Αἴαντος εἰπὼν “εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν” (688), ὅπως μὴ αἰσχύνηται Αἴαντος πλέον κατορθώσαντος. ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν ἐλπίδα καὶ εὐψύχως μαχέσωνται· ὅθεν καὶ παραινεῖ ὁ Διομήδης “καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους” (708)· ὅπερ ἀγνοήσαντές τινες ὠβέλισαν τὰ ἔπη.

684. παραμυθήσεσθαι] διὰ τοῦ ε.

685. οὐκέτι δήετε] οὐ ‘ δήομεν·᾿ μιμητικῶς γὰρ ἀπαγγέλλει.

[*](Α B=)