Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

29. “ ἀκήν” 〈ἀπὸ τοῦ) ἄγη ἐστίν· οἱ γὰρ ὑπερβάλλοντες [*](ΑB-) θαυμασμοὶ ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ “βῆ δʼ ἀκέων” (Il. 1. 34) ἀντὶ τοῦ ἐκπλαγείς. ἢ ἀχήν, παρὰ τὴν ἀχά- νειαν, “οὔτʼ ἄν τι χανεῖν δέον,᾿᾿ ὅθεν καὶ “ προχάνα” (Call.inCer.74). [*](1. ἧς A: ἢν ‖ ἀπολείποιτο A: ἀπολίπῃ || 4. supplevi ex B || 7. re- petitur * διὰ τοῦ β. στ. δηλοῦται τὸ δ. χ.—ὕδωρ ‖ 20. μ. μέγα pr. etiam in textu: μέγας sec. ‖ 27. Ἀριστοφάνης A: Ἀριστοτέλης ‖ 30. supplevi ex B ‖ 32. ἀχανίον ut A || 33. χατὼν)

292
ἀκὴν ἐγένοντο] τὸ εὐσταθὲς καὶ ἐν ταῖς συμφοραῖς τῶν Ἀχαιῶν δεδήλωται.

[*](B=)

30. δὴν δʼ ἄνεῳ ἤσαν] οὕτε γὰρ μένοντες χρηστὴν εἶχον ἐλπίδα οὔτε φεύγειν εὐκλεὲς ἡγοῦντο. ἅμα δὲ καὶ τὴν προτέραν πεῖραν εἰδότες ὑποπτεύουσι, τίς ὁ νοῦς τοῦ λέγοντος. ἔοικε δὲ αὐτὸς ὁ ποιητὴς διστάζειν, τίνα ἀντιτάξει τῇ ῥητορείᾳ Ἀγαμέμνονος εὖ ἐχούσῃ καὶ κηδεμονικῶς.

[*](B+)

31. ὀψὲ δὲ δὴ μετέειπε] οἰκεία Διομήδους ἡ ῥητορεία· τὸν γὰρ παραιβάτην Ἕκτορος ἐφόνευσε, τὴν σώσασαν Ἀλέξανδρον ἔτρωσε, τοὺς Αἰνείου ἵππους ἔλαβε, χρύσεα ὅπλα ἔσχεν, Ἰδαίῳ μόνος ἀντεῖπε, τοὺς κεραυνοὺς μόνος ὑπέμεινεν, ἔφυγεν ὕστατος, ὑπέστρεψε πρῶτοςʼ ὀνειδισθείς τε ὑπὸ Ἀγαμέμνονος εὐκαίρως αὐτῷ νῦν ἀντονειδίζει μετὰ τὴν ἀριστείαν.

[*](B=)

32. σοὶ πρῶτα μαχήσομαι] δῆλον ὡς καὶ τοῖς ἄλλοις μέμφεται ὡς συναινοῦσι τῇ φυγῇ διὰ τοῦ σιωπᾶν. μάχην δέ φησι τὴν ἐναντίωσιν τοῦ λόγου.

[*](B=)

33. ἣ θέμις ἐστίν, ἄναξ] προδιόρθωσις, ἐπειδὴ σφοδρότερον αὐτοῦ μέλλει καθάπτεσθαι, ὡς ἐφιεμένου μὴ ἄλλοτε ἐν δὲ ταῖς ἐκκλησίαις ἀντιλέγειν τοῖς βασιλεῦσιν· προπαραιτεῖται δὲ τὴν ὀργὴν ἀξιῶν δέξασθαι τὴν πρὸς τὸ συμφέρον ἀλήθειαν καὶ δηλῶν, ὡς τοῖς εἰρη- μένοις οὐκ αὐτῷ ἀπέχθεται.

[*](B=)

*θέμις] τὸ παρρησιάζεσθαι τὸ δοκοῦν.

[*](B=)

σὺ δὲ μή τι χολωθῇς] ἀξιοπίστως· εἰ〈γὰρ〉 καὶ οἶδε καταθύμια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ “στυγέ ⌈ῃ⌋ δὲ καὶ ἄλλος᾿ (Il.1. 186).

[*](B+)

34. ἀλκὴν μέν μοι πρῶτον] “πρῶτος” ἀντὶ τοῦ εἷς καὶ μόνος. ὄν δὲ βαρύτατα φέρων ἠνέσχετο ψόγον δειλίας, περὶ τούτου πρῶτον ἔρρηξε φωνὴν—ὁ θυμὸς γὰρ καὶ φιλοδοξία τοιοῦτον—〈καὶ τὰ συμ- βουλευόμενα παρεὶς τὴν ὑπὲρ ἑαυτοῦ παρρησίαν πρῶτον εἰσήγαγεν.

[*](B–)

36. ἠμὲν νέοι ἠδὲ γέροντες] ἀνεπαχθῶς διὰ τὸ σῶσαι Νέστορα· διό φησι “πολέμῳ ἔνι καρτερὸς ἐσσί ᾿᾿ (53). “νέοιʼʼ δὲ διὰ τὸν Σθένελον, ὅτι καὶ ἡνίοχος ἦν τοῦ Διομήδους καὶ τὰς ἀριστείας ἑώρα αὐτοῦ· καὶ γάρ φησι “μήτι φόβονδʼ ἀγόρευε” (Il. 5. 252).

[*](Α- B=)

37. σοὶ δὲ διάνδιχα] διῃρημένως τὸ ἕτερον τῶν δυεῖν, οὐχ ἑκάτερον.

[*](6, 8. ῥητορία novavit sec. ‖ 11. ὕστατος ὑπέστρεψε B: ὕστερος ἐπέ- στρετε ‖ 23. supplevi ex B ‖ 24. atramento obducta: στυγέει apogr. Hornei ‖ 25. lemma πρὦ, textus πρῶτον || 27. ἐκ θυμοῦ γὰρ καὶ φιλοδοξίας B || τ. σ. suppl. ex B ‖ 31. καὶ ἡ. scripsi: δὲ ἠ.)
293

38. * σκήπτρῳ μέν] προθεραπεύει μέλλων ὡς δειλοῦ καθάπτεσθαι.

[*](Β=)

39. ἀλκὴν δʼ οὔ τοι δῶκεν] καὶ Ἀχιλλεὺς ταὐτὰ ὀνειδίζει. οὐ [*](B=) πειστέοι δὲ ἀντιπολιτευόμενοι· τὰ δὲ ἀπαθῆ τῶν προσώπων ἱκανὰ πρὸς μαρτύρησιν, “ἀμφότερον, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής” (Il. 3. 179) καὶ “ἢ αὐτὸν βασιλῆα” (Il. 7. 180).

〈σκήπτρῳ μέν τοι δῶκε—ἀλκὴν δʼ οὔ τοι δῶκεν,〉 ὅ τε κράτος ἐστὶ [*](B=) μέγιστον] τὸ ἄμφω κεκτῆσθαι—ὥσ〈τε〉 οὐ〈κ ἂν〉 τέλειος εἴη βασι- λεὺς ὁ μὴ ἔχων τὰ δύο—καὶ ὅτι ὃ μὲν δύναται βασιλείαν περιποιεῖν, ἡ δὲ βασιλεία πρὸς κτῆσιν ἀλκῆς ἀδύνατος. §. δύο δέ εἰσι, τὸ μὲν [*](B=) ἐκ τύχης, τὸ δὲ ἐξ ἀρετῆς, ὅπερ ἀποδέχεται ὁ Διομήδης.

40. *δαιμόνιʼ] εὔκαιρος ὁ ἔπαινος διὰ τὰ εἰρημένα κατὰ τοῦ στρατοῦ.

[*](B=)

41. * ἀνάλκιδας] προενεχυράζων αὐτῶν τὴν ἀλκήν φησιν.

43. ἔρχεο· πάρ τοι ὁδός,—ἀλλ’ ἄλλοι μενέουσι] πικρὰ μὲν τῷ [*](B=) ἀκούεσθαι, ἥδιστα δέ ἐστι τῷ νοεῖν. ταῦτα γὰρ ἀκούειν ἐθέλει Ἀγαμέμνων παρὰ τῶν Ἀχαιῶν, ὅτι ἐθελονταὶ τὸν κίνδυνον ἀναδέχον- ται, ὡς δημοκρατούμενοι, οὐ βιαζόμενοι.

44. αἵ τοι ἕποντο Μυκήνηθεν] τούτων γὰρ ἄρχει μόνων, οὐχ [*](B=) Ἑλλήνων. πῶς δὲ οὐκ αἰσχρὸν ἐλθόντα πολλῷ στόλῳ μάταιον ὑποχωρεῖν,

45. ἀλλʼ ἄλλοι μενέουσι]ῥητορικῶς προενεχυράζει αὐτῶν τὴνγνώμην.

[*](B=)

46. εἰ δὲ καὶ αὐτοί] τὸ “εἰ ᾿᾿ παρακελευστικόν φησιν ὁ Νικάνωρ, ὡς [*](Α +) τὸ “εἰ δέ. σύ μέν μευ ἄκουσον” (262) “ἀλλʼ εἴ τις καλέσειε” (Il. 24. 74)· “εἰ δʼ ἄγε νῦν, φίλε Φοῖβε” (Il. 16. 667)· φησὶν οὖν “ἄγε δὴ καὶ αὐτοὶ φευγέτωσαν· ἐγὼ γὰρ καὶ Σθένελος μαχούμεθα.ʼ

[*](Α+ B=)

ἄλλως: εἰ δὲ καὶ αὐτοί, φευγόντων] ὑποστικτέον εἰς τὸ “αὐτοί,” καὶ λείπει τὸ θέλουσι φυγεῖν· ἢ κοινὸν τὸ “ἐπέσσυται ὥστε νέεσθαι.” κομματικῶς δὲ εἶπε μιμούμενος τὸν θυμούμενον.

47. *φευγόντων] αἰσχρῷ ὀνόματι 〈τ〉αὐτὸ εἶπεν (cf. 43).

48. ἐγὼ Σθένελός τε] οὐκ ἐδίστασε προτρεπόμενος.

49. σὺν γὰρ θεῷ εἰλήλουθμεν] τῶν λόγων τὸ ὑψηλὸν τῇ θείᾳ [*](B=) ῥοπῇ λύει. ἔστι δὲ ὅμοιον τῷ “πειθόμενοι τεράεσσι” (Il. 4. 408).

*θαυμαστὴ τῶν λόγων ἡ δύναμις συγχέουσα καὶ διαστέλλουσα.

52. μετεφώνεεν ἱππότα Νέστωρ] καλῶς μετὰ τὸ μαθεῖν τὴν [*](B=) γνώμην τῶν Ἀχαιῶν ἐπάγει τὸν λόγον ὁ Νέστωρ.

[*](10. ὁ ποιητής cf. Eust. ‖ 11. εἰρ. κατʼ αὐτοῦ B ‖ 13. ἀ. ἄλλλοι ‖ 20. τροενεχυριάζει || 26. ἐπέσσυνται)
294
[*](B=)

μετεφώνεεν—Νέστωρ] ἡ σιωπὴ Ἀγαμέμνονος ἀπόπειραν δευτέραν ἔχει τῶν Ἕλλήνων. οὔτε δὲ ἀντιπράσσει Διομήδει—θυμήρη γὰρ εἶπεν—οὔτε ὡς ἡδόμενος συναινεῖ, ἵνα μὴ πρὸς τὸ μέλλον ἄπιστον ἑαυτὸν καταστήσῃ τοιοῦτόν τι τεχνάσασθαι.

[*](Α- B=)