Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
436. ἄκριτον ἐκ πεδίου] ἐν τῇ Ἀριστοφάνους “ἐν πεδίῳ,” καὶ [*](A +) μήποτε ἄμεινον οὕτως.
443. οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ] τὴν ἀγορὰν [*](A+) τῶν θεῶν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ αὐτὸς Ἀρίσταρχος.
οἱ δὲ θεοὶ πὰρ Ζηνί] τοῦτο εἰς ἀξιοπιστίαν τοῦ ἔργου καὶ ἀναιρῶν ὃ ἐπλάσατο.
445. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων] ἀναιρῆσαι τὸ πλάσμα τοῦ [*](B=) τείχους σπουδάζων ὁ ποιητὴς ὥσπερ ἀπὸ μηχανῆς βοήθειαν πορίζεται εἰς τὸ μηδένα ἐπιζητεῖν ὕστερον τὰ τῶν τειχῶν ἴχνη. οὐδενὶ δὲ ἥρμοττεν ἡ κατηγορία ἢ Ποσειδῶνι καὶ Ἀπόλλωνι, ἀντιτειχιζόντων τῶν Ἕλλήνων τῷ Τρωικῷ τείχει. καὶ ὁ μὲν Ἀπόλλων οὐ λαλεῖ—ἦ [*](3. post ῥέοντος add. sec. ἄκαλον γὰρ παρὰ τοῖς παλαιοῖς τὸ ἥσυχον ‖ 18. post φωτός add. sec. οἱονεὶ λυκόφως τι ὂν τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες ut A B2 ‖ 22. αὐτῶν B: αὐτὸν)
447. καὶ μῆτιν ἐνίψει] λέξει, ἀνακοινώσεται διὰ θυσιῶν συνεργοὺς αὐτοὺς θέλων λαβεῖν· οἱ γὰρ θύοντες εἴσονται παρὰ θεῶν εἰ δεῖ ἐγχειρεῖν ἔργοις ἢ οὔ.
ἐνίψει] τινὲς ἀπὸ τοῦ ἐνισπήσει ἢ λοιδορήσει.
450. οὐδὲ θεοῖσι δόσαν] ἠθικὸν μὴ συγκαταλέγειν ἑαυτόν, ὡς τὸ “ὅστις ἔτʼ ἀθανάτοισι” (447). παιδεύει δέ, ὅτι καὶ προσφιλὴς ὢν τοῖς Ἕλλησιν ὁ θεὸς οὐ νέμει συγγνώμην, οὐδὲ Ἀθηνᾶ, Ἀπόλλων δὲ σιωπᾷ· ἦ γὰρ〈ἂν〉εἶπεν Ἥρα “εἴη κεν καὶ τοῦτο τεὸν ἔπος (ll. 24. 56)·” Ἕλληνες δὲ πρόφασιν ἔχουσι τὸ ἐπὶ τῇ τῶν νεκρῶν ταφῇ τὸ τεῖχος ἐγεῖραι.
[*](B=)451. τοῦ δʼ ἤτοι κλέος ἔστα.] ἴσως διὰ τὴν ποίησιν αὐτοῦ· διὰ γὰρ ταύτην τὸ τεῖχος ἀοίδιμόν ἐστιν, οὐ δομηθὲν τοῖς Ἕλλησιν ἀλλʼ [*](B=) Ὁμήρῳ γενόμενον ἕνεκεν τῆς ἐπʼ αὐτῷ μάχης. §. διὰ δὲ τοῦ “ὅσην τʼ ἐπικίδναται ἠώς” ὑπερβολικῶς καὶ τὴν ἀοίκητον περιέλαβεν.
[*](A=)ὅσον τʼ ἐπικίδναται] “ὅσην” Ἀρίσταρχος· Ζηνόδοτος “ὅσον.”
[*](A-)453. ἥρῳ Λαομέδοντι] καὶ “ἥρῳ Δημοδόκῳ” (Od. 8. 483) καὶ “ἦλθεν Ἄρῃ ἐπίκουρος” (Il. 21. 431). §. τὸ δὲ “πολίσσαμεν ἀντὶ τοῦ περὶ τὴν πόλιν ᾠκοδομήσαμεν.
455. ἐννοσίγαιʼ εὐρυσθενές] κατὰ γὰρ Θαλῆν ὕδατι ὀχεῖται ἡ γῆ· ὅθεν καὶ χάσματα γίνεται.
464. ὡς οἳ μὲν τοιαῦτα] παρεκτείνων τὸ ἔργον τὴν τῶν θεῶν ἀγορὰν παρέλαβεν· ἄτοπον γὰρ ἦν εἰπεῖν ‘ὡς οἳ μὲν πονέοντο,’ εἶτα εὐθὺς “δύσετό τʼ ἠέλιος” (465).
[*](AB=)466. βουφόνεον] βουφονεῖν ἐστιν οὐ τὸ θύειν θεοῖς—ἄτοπον γὰρ ἐπὶ θυσίας φόνον λέγειν—ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα- σκευήν.
[*](B=)467. νῆες δʼ ἐκ Λήμνοιο] ἐπιτηδείως ἐδήλωσε πόθεν αὐτοῖς ἡ χορηγία ἦν.
468. Ἰησονίδης Εὔνηος] ὅτι καὶ τὰ Ἀργοναυτικὰ οἶδεν· οἰκεία δὲ Εὐνήῳ ἡ ἐμπορία καὶ πρὸς ὁμοφύλους γινομένη.
471. μέθυ, χίλια μέτρα] ἀντὶ τοῦ μέθυος, ὅ ἐστιν οἴνου.
[*](B=)475. ἄλλοι δʼ ἀνδραποδεσσι] οὐ περισπούδαστος γὰρ ἡ τῶν [*](6. ἐνισπείσει ‖ 17. ὅσην A: οὕτως ‖ Z. τόσον cf. A ‖ 19. Ἄρῃ W: Ἄρει ‖ 22. γράφεται: corr. ex Et. M. p. 223, 3 W)
* θάλειαν] ἡδεῖαν.
479. σμερδαλέα κτυπέων] προκινεῖ 〈καὶ ἀγωνιᾶν ποιεῖ〉 τὸν [*](B=) ἀκροατὴν ἐπὶ τοῖς ἐσομένοις ὁ ποιητής.
480. χαμάδις χέον] καλῶς τὸ “χέον,” ἐπεὶ μὴ προσίεται τὴν [*](B =) σπονδὴν ὁ Ζεύς, ὡς καὶ ἐπὶ τοῦ μονομαχίου Ἀλεξάνδρου (Il. 3. 296).
481. πρὶν λεῖψαι] πρὶν ἤ, ὡς τὸ “μὴ πρὶν παῤ νηῶν —πρὶν πυρί” [*](B-) (Il. 14. 46).
* ὑπερμενέι] ὡς καταιβάτῃ.