Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

32. ὑμῖν ἀθανάτῃσι] ἐμφαντικῶς, Ἥρᾳ καὶ Ἀθηνᾷ. Ζηνόδοτος [*](A +) “ἀθανάτοισι,” Ἀριστοφάνης “ἀμφοτέρῃσι.”

34. τὰ γὰρ φρονέουσα καὶ αὐτή] ἧκε γὰρ πρὸς τὸ μηδὲν βλα- [*](B=) βῆναι τὸ Ἑλληνικόν· ἡ οὖν ἡσυχία οὐδὲν ἔβλαπτεν.

36. ἀλλʼ ἄγε, πῶς] οὐκ ἔδει γὰρ ἀλόγως ἐν τοιαύτῃ ἀκμῇ γίνεσθαι [*](B=) τὴν παῦσιν.

38. Ἕκτορος ὄρσωμεν] ἵνα ὀλίγην ἀνακωχὴν δῷ Τρωσίν· εἶπε [*](B=) γὰρ “ὡς δὲ θεὸς ναύτῃσιν” (4). καὶ Ἀθηνᾶ δὲ συναινεῖ, πρὸς τὸ κεχαρισμένον ταῖς Τρῳάδων εὐχαῖς ποιοῦσα.

39. οἰόθεν] “οἰόθεν” ἐστὶ μὲν ‘ἐξ οἴου,’ ὡς οὐρανόθεν· ἰδίως [*](B=) δὲ ὁ ποιητὴς αὐτῷ χρῆται ἀντὶ τοῦ οἴως.

40. ἐν αἰνῇ δηιοτῆτι] ἄμεινον τελείαν δοῦναι εἰς τὸ “δηιοτῆτι,” [*](B=) καὶ τὸν ἑξῆς δέ ἀντὶ τοῦ γάρ 〈λέγειν〉. §. δηιοτής δὲ παρὰ τὸ δῃοῦν, ὅθεν καὶ “δηίου〈ἐκ πολέμοιο〉” (119)· πόλεμος δὲ παρὰ τὸ πελεμίζειν.

41. ἀγασσάμενοι] φθονήσαντες ἢ θαυμάσαντες.

44. τῶν δʼ Ἕλενος—σύνθετο βουλήν] διὰ τί γὰρ οὐχ ὁ Ἀπόλλων [*](B=) ὑπέθετο Ἕκτορι προκαλέσασθαι; ὅτι ἡττηθεὶς ἔμελλεν ἀπιέναι. §. φασὶ δὲ Ἕλενον καὶ Κασάνδραν διδύμους εἶναι, λαθόντας δὲ τοὺς [*](A + B=) γονεῖς ποτε νυκτὸς καταδραθεῖν τὸν μὲν εἰς τὸν τοῦ Ἀπόλλωνος τοῦ Θυμβραίου ναόν, τὴν δὲ εἰς τὸν τῆς Ἀρτέμιδος, ἕωθεν δὲ εὑρεθῆναι κεκαθαρισμένους τὰς ἀκοάς.

47. Ἕκτορ, υἱὲ Πριάμοιο]τινὲς οὕτω ποδίζουσιν, “Ἕκτορ Πριάμου υἱέ.”

[*](1. ? ‖ 2. ἑτεραλγέα ‖ 6. supplevi ex B ‖ 20. praecedit οἰόθεν] ἀντὶ τοῦ οἴως· ἢ ‖ 23. supplevi ex B ‖ 24. δηίωι: corr. et suppl. W ‖ πελεμίζειν scripsi, cf. Eust. p. 505, 35, πόλεις. μειῶσαι coni. W ex Et. M.: πολεμίζεσθαι ut B ‖ 31. κεκαθαρισμένους scripsi: καθαρισθέντας B, ἐκκαθαριζομένους ‖ 32, 33. Πριάμου υἱέ W: υἱὲ Πριάμοιο)
236
[*](B=)

Διὶ μῆτιν ἀτάλαντε] διδάσκει ὅτι δεῖ τὸν ἄρχοντα μὴ μόνον μιᾶς πόλεως, ἅπαντος δὲ κόσμου προνοεῖν δύνασθαι.

[*](B=)

48. κασίγνητος δέ τοι εἰμί] βραχεῖ προοιμίῳ τῆς φύσεως ὑπο- μιμνῄσκων προτρέπεται.

[*](B=)

52. οὐ γάρ πω τοι μοῖρα θανεῖν] πάντοθεν θαρσύνει αὐτόν· ἐπʼ οὐδε- μιᾷ γὰρ χρείᾳ ὡς Ἀλέξανδρος μέγιστον αἱρεῖται〈τὸν〉 κίνδυνον. ἄλλως τε προεμφαίνει τὴν ἀρετὴν Αἴαντος, ὡς, εἰ μὴ τὸ μοιρίδιον ἐπεῖχε, κἂν ἀπώλετο ὑπὸ Αἴαντος.

[*](AB=)

* ἐπισπεῖν] ὡς πλεῖν, οὕτω καὶ ἐπισπεῖν· πᾶν δὲ ἀπαρέμφατον ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον.

[*](B=)

53. ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα] καὶ μὴν οὔτε τούτῳ εἰρήκασιν, οὔτε εἶπον παραστάντες αὐτῷ· ἢ οὖν “ὄπα” λέγει τὴν μαντικήν· καὶ γὰρ ὁ τυχὼν ἀκούσας δύναται λέγειν, ἵνα ᾖ τὸ “ἄκουσα” ᾐσθόμην, ὡς τὸ “μάλιστα δέ τʼ ἔκλυον αὐτοί” (Od. 6. 185)· ἢ τὸ ἑξῆς ἐστιν “αὐτὸς δὲ προκάλεσ〈σ〉αι.”

[*](B=)

ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν] δηλονότι τὸ δεῖν προκαλέσασθαι. ἐν δὲ τῷ μεταξὺ ἔφη “οὐ γάρ πω τοι μοῖρα θανεῖν,” παῤ ἑαυτοῦ τοῦτο προσθείς.

[*](B=)

54. ὣς ἔφαθ᾿, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη] τὸ φιλότιμον ὑπέφηνε τῷ μὴ ἀποκρίνασθαι. οὐ διακηρυκεύεται δέ, ἀλλὰ πρὸς κατάπληξιν τῶν πολεμίων καὶ ἰδίαν δόξαν αὐτουργεῖ.

[*](B=)

ἄλλως: Ἕκτωρ δʼ αὖτʼ ἐχάρη] ὡς ἀκινδύνως εὐδοξήσων καὶ τὴν πρώην θεραπεύσων ἀργίαν.

[*](B=)

56. μέσ〈σ〉ου δουρὸς ἑλών] τοῦ ἀπράκτου. ἀκμαζούσης γὰρ τῆς μάχης οὐκ ἐνῆν βοᾶν. ἐπὶ δὲ τοῦ Ἀλεξάνδρου ἀρχὴ τῆς μάχης ἦν.

[*](B=)

57. κὰδ᾿ δʼ Ἀγαμέμνων εἷσε] ᾤετο γὰρ αὐτὸν μετεγνωκέναι τὴν παράβασιν καὶ ἐν συμβουλίᾳ δημογερόντων γεγονέναι ἐν τῇ πόλει.

[*](B=)

58. κὰδʼ δʼ ἄῤ Ἀθηναίη—καὶ—Ἀπόλλων] ὑψῶν τὰ πραττόμενα θεατὰς αὐτῶν ὑπογράφει θεούς.

[*](B -)

59. αἰγυπιοῖσιν] σαρκοφάγον γὰρ τὸ ζῷον. παιδεύει δὲ πᾶν ζῷον ὁρῶντας ὑπονοεῖν εἶναι θεόν· ἢ ὡς ἐφίζει ὄρνεον φυτῷ, οὕτω καὶ αὐτοὶ ῥαδίως ἐκαθέσθησαν.

[*](B=)

60. φηγῷ—πατρὸς Διός] καλῶς τοῦ Διὸς τὰ τέκνα ἐπὶ τῇ τοῦ πατρὸς κάθηνται δρυί· καὶ τὸ ὑψηλὸν πρὸς θέαν ἐπιτήδειον.

[*](6. supplevi ex B ‖ 7. προεμφαίνει B: προυφαίνει ‖ ὡς B: ὃς ‖ 12. εἶτον B: τε ‖ 31. ἐ. οὖν νέον φ.)
237

61. ἀνδράσι τερπόμενοι] ἐχρῆν ἐπαγαγεῖν τοὺς λόγους· Ἕκτορος [*](B=) δὲ τῷ φιλοτίμῳ προσλιπαρεῖ, τῇ τε διαγραφῇ καὶ εἰκόνα παραφέρει.

ἄλλως: ἀνδράσι τερπόμενοι] φιλοσόφως, ὡς ἰδίῳ κτήματι.

[*](B +)

62. ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι] ἡ τοιαύτη [*](B =) προφορὰ φαντασίαν μὲν τῇ διανοίᾳ, κόσμον δὲ τῇ ἀπαγγελίᾳ ποιεῖ.

πεφρικυῖαι] φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. ἐψύχωσεν οὖν [*](AB=) τὰ ὅπλα, φρίσσειν αὐτὰ λέγων.