Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

338. *εἶλαρ] ὀχύρωμα.

[*](AB -)

339. ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν] μία μὲν ἦν ἱππήλατος ἐπὶ τὸ ἀριστερὸν τοῦ ναυστάθμου πρὸς τὸ Ῥοίτειον “νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ—νίσ〈σ〉οντο σὺν ἵπποισιν” (Il. 12. 119), ἄλλας δὲ πυλίδας εἶχον πρὸς ἄλλας χρείας.

342. *ἀμφὶς ἐοῦσα] γράφεται “ἀμφὶς ἔχουσα.”

[*](B=)

345. Τρώων αὖτʼ ἀγορή] ἔδει γὰρ τῶν τοῦ βασιλέως υἱῶν ἡττω- μένων καὶ κινδυνευσάσης τῆς πόλεως ὑπὸ Διομήδους, δυσελπίδων ὄντων διὰ τὴν παράβασιν, σκοπεῖν περὶ τῶν ἀναγκαίων. ἔστι δὲ ἐν τοῖς Ἕλλησι Νέστωρ, ἐν δὲ Τρωσὶν Ἀντήνωρ.

[*](A+)

346. *δεινή, τετρηχυῖα] κατʼ ἄμφω ὀλίγον διασταλτέον.

[*](AB=)

τετρηχυῖα] τεταραγμένῃ, ἢ διὰ τὰ προλεχθέντα, ἢ διὰ τὸ “πολύκλητοι δʼ ἔσαν” (Il. 4. 438), ἢ διὰ τὸ διχογνωμονεῖν περὶ Ἑλένης, ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος. δηλοῖ, ὡς οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτούς, ἀλλʼ ἀγανακτοῦντες ἧκον εἰς τὰ βασίλεια.

[*](B=)

347. τοῖσιν δʼ Ἀντήνωρ] ὡς πρόξενος Ἑλλήνων καὶ δημηγορῶν [*](1. τῷ B: τῇ ‖ 11. ἓν ἀχεύομεν ‖ 12. τῷ B: τοῦ ‖ 26. περὶ W: τι ut B ‖ 29. supra τεταραγμένη add. sec. θορυβώδης)

253
καὶ θεοσεβής. Ἕκτωρ δὲ σιωπᾷ αἰσχυνόμενος διαλύειν τὴν μάχην, ἵνα μὴ δοκῇ δεδοικέναι διὰ τὸ νεωστὶ ἡττῆσθαι.

351. ὅρκια—ψευσάμενοι] μετρίως καὶ ἑαυτὸν συγκαταλέγει, [*](B=) ὅπως πικρότερον χρήσηται τῷ ἐλέγχῳ.

353. * ἔλπομαι] μετριώτερον, ὡς τὸ “ὀίομαι ἄνδρα χολωσέμεν” (Il. 1. 78).

ἵνα μὴ ῥέξομεν ὧδε] “ἵν᾿ ἄν” αἱ Ἀριστάρχου σὺν τῷ ν, καίτοι [*](A- B+) ὠβελισμένου τοῦ στίχου.

357. οὐκέτʼ ἐμοὶ φίλα] οὐ γὰρ τὰ κοινῇ συμφέροντα θέλει [*](B-) ἀκούειν, ἅπαξ καταβυθισθεὶς τῷ ἔρωτι τῆς Ἑλένης.

358. οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα] καὶ τί βέλτιον τοῦ 〈ἀπο-〉 [*](B=) δοῦναι τὰ ἀλλότρια καὶ τοῖς ὅρκοις ἐμμένειν; ὡς πολέμια δὲ φρονοῦντα διαβάλλει, οὐ διὰ τὸ εὐσεβές.

360. ἐξ ἄρα δή τοι ἔπειτα] αὐτὸς ἐν μεγίστῃ φρενοβλαβείᾳ ὢν [*](B=) τοῦτο ὀνειδίζει τῷ γέροντι.

362. ἀντικρὺ δʼ ἀπόφημι] κατὰ πρόσωπον καὶ ἐξ ἐναντίας πάντων.

[*](B=)

γυναῖκα μὲν οὐκ ἀποδώσω] χαρακτηρίζει κιναίδου λόγον καὶ [*](B=) τέλεον ἀπηρυθριακότος· διὰ γοῦν τοῦ “ἀποδώσω” ὁμολογεῖ ἀδίκως αὐτὴν ἔχειν.

363. κτήματα δὲ—ἐθέλω δόμεναι] οὐχ ὡς πεισομένων Ἑλλήνων, [*](B=) ἀλλʼ ὅπως ἔχῃ πρόβλημά τι.

366. Δαρδανίδης Πρίαμος—ἀγορήσατο] οὔτε γὰρ Ἀντήνορι ἀντι- [*](B=) λέγει οὔτε τῷ παιδί, πολιτικὴν ὑφορώμενος στάσιν διὰ τοὺς συναιρο- μένους αὐτῷ. ἢ τάχα καὶ τοὺς Ἕλληνας ἀκούων δυσχεραίνειν τῷ μήκει τῆς μάχης ᾤετο δέξεσθαι τὴν πρεσβείαν.

374. μῦθον Ἀλεξάνδροιο] τὸ τυραννικὸν Ἀλεξάνδρου δείκνυσι πρᾳοτέρους κατὰ τῶν Τρώων τοὺς Ἕλληνας· διὰ τοῦτο γὰρ εἶπε “τοῦ δʼ εἵνεκα νεῖκος ὄρωρεν.”

375. καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος] “πυκινόν,” ἐπειδὴ τοῦτο [*](B=) ἀνακτήσεται τοὺς κάμνοντας, ἵνʼ ἀδεῶς ἐπιμιγνύμενοι ἀλλήλοις ἀφορμὴν τοῦ ποιήσασθαι εἰρήνην λάβωσιν. ὃ ἔσπευδον δʼ Ἕλληνες, τοῦτο δοκοῦσι χαρίζεσθαι.

382. τοὺς δʼ εὗῤ εἰν ἀγορῇ] οὐκ εἰς ἐκκλησίαν ἀλλʼ ἕωθεν πρὸς [*](B=) Ἀγαμέμνονα ἐλθόντας, εἴ τι δέοι πράσσειν τῶν βουλευθέντων.

[*](2. δ. τοῦ ν. ‖ 7. ῥέξωμεν ‖ ἵναν αἱ ‖ 25. δέξεσθαι W: δέξασθαι ut B ‖ 30. ἵνα ἀδεῶς B: ἵνα δὲ ὡς)
254

384. ἠπύτα] ὡς ἱππότα καὶ ἱππηλάτα· “ἠπύτα” δὲ ἀντὶ τοῦ μεγαλόφωνος.

[*](B=)

393. ἦ μὴν Τρῶές γε κέλονται] ψεύδεται εἰς τὸ κεχαρισμένον Τρωσί, καὶ ἵνα ἐάσωσι ταφῆναι τοὺς Τρῶας καὶ γνόντες, ὡς οὐχ οἷοί τε εἰσὶν ἀναγκάσαι Ἀλέξανδρον, ἀποπλεύσωσιν.

394. *ἠνώγεον] οἱ ἄλλοι Τρῶες.

[*](B=)