Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

132. μαινομένοιο Διωνύσου] ὡς “χλωρὸν δέος.” §. Διόνυσος δὲ [*](A+) παρὰ τὸν Δία καὶ τὴν Νῦσαν.

[*](A+B=)

133. Νυσήιον] ἐν διαφόροις τόποις ἱστοροῦσι τὰ περὶ Νῦσαν· ἄμεινον δὲ τὰ περὶ Θράκην ἀκούειν καὶ κατὰ Σαμοθρᾴκην δύνειν τὸν Διόνυσον, ἔνθα καὶ Θέτις διῆγε “μεσσηγὺς—Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης” (Il. 24. 78).

[*](AB+)

134. θύσθλα] οἱ μὲν τοὺς κλάδους, οἱ δὲ 〈τὰς〉 ἀμπέλους, οἱ δὲ τοὺς θύρσους.

[*](135.)

βουπλῆγι] μάστιγι ἢ πελέκει.

[*](B=)

Διώνυσος δὲ φοβηθείς] μικρὸς γὰρ ἦν ἀπὸ τοῦ καὶ τὰς τιθήνας αὐτῷ συγκαταλέγεσθαι καὶ εἰς τὸν κόλπον αὐτὸν δεδυκέναι καὶ μὴ τιμωρήσασθαι τὸν Λυκοῦργον.

136. Θέτις δʼ ὑσεδέξατο] Θέτις, ἵνʼ εὐλόγως τὸν ἀμφορέα λάβῃ (Od. 24. 74). ἢ ὅτι χρησμὸς ἐδόθη Ἁλαιεῦσιν “ἐν δὲ πότῳ Διόνυσον Ἁλαιέα βαπτίζοιτε,” ὡς Φιλόχορος.

138. * ὀδύσαντο] ὠργίσθησαν.

[*](B=)

θεοὶ ῥεῖα ζώοντες] ὁ γὰρ ἡμῶν βίος παρὰ τὴν βίαν.

[*](B=)

139. τυφλὸν ἔθηκε] ἐπεὶ ἐθεώρει τὰς τελετάς, οἰκείως κολάζεται τὰς ὄψεις.

[*](11. βὰν 13. ἡδονῶν || Παγγαίῳ W; Πάγγαιον || 14. ἔφοβον || 16. περὶ || νύσσαν || 17. νυσίαν || 21. supplevi ex B || 27. ἵν᾿ ἦν || 28. Ἁλοιεῦσιν W, ἁλιεῦσιν Lobeck: ἁλιεύειν || ἐν δὲ πότῳ Διόνυσον ἀλιβδύοιτε θαλάσσῃ Lobeck Ai. 3 p. 358, Διόνυσον ἀλιβδύοιτε, τουτέστι βαπτίζοιτε, θαλάσσῃ Aglaoph. 1088, Δ. Ἁλαιέα β. W: ἐν τόπῳ Διόνυσον ἁλιέα βαπτίζοι τὲ)
211

146. οἵη περ φύλ〈λ〉ων γενεή] οὐκ ἀντικρὺς ὀνειδίζει τὸ γένος ἀλλὰ τὰ φύλλα, οἷς εἴκασεν· καὶ ἀλλαχοῦ (Il. 21. 464) “δειλῶν, οἳ φύλλοισιν 〈ἐοικότες〉.”

148. * τηλεθόωσα] εἰς ὕψος θάλλουσα. §. Ἀριστοφάνης δὲ “τηλε- [*](B=) θόωντα” γράφει.

149. ἠμὲν φύει ἠ〈δʼ〉 ἀπολήγει] δύναται μὲν καὶ ἄρθρα εἶναι, [*](A-B=) ἄμεινον δὲ συνδέσμους ἐκδέχεσθαι αὐτούς. Ἀλεξίων δὲ εὐθύνει τὰ ἄρθρα σολοικισμὸν κατὰ τὴν φράσιν νομίζων καί φησι, πῶς ἑνικὸν ὃν τὸ “γενεή” ἐπιμερίζεσθαι δύναται; κακῶς· δύναται γὰρ καὶ ἐξ ἑνικοῦ ἐπιμερισμὸς γενέσθαι.

150. εἰ δὲ θέλεις καὶ ταῦτα δαήμεναι] ὑποστικτέον εἰς τὸ “θέλεις” [*](AB-) καὶ τὸ “δαήμεναι” ἀντὶ τοῦ δάηθι. τινὲς δέ φασι τὸ “ἔστι” ὡς τὸ “ξεῖνε φίλʼ, ἡ καί μοι νεμεσήσεαι” (Od. 1. 158)· ἢ διὰ μέσου τὸ “πολλοὶ δέ μιν ἄνδρες ἴσασιν.”

152. πόλις Ἐφύρη Κόρινθος· ἔστι δὲ καὶ ἐν Θεσπρωτίᾳ καὶ ἐν [*](A-B=) Θεσσαλίᾳ καὶ Οἰνόη καὶ νῆσος περὶ Μῆλον.

153. κέρδιστος] μέσον ἐστὶ τοῦτο· ὡς συγγενὴς δὲ οὐ βλασφημεῖ· [*](B=) ἡ δὲ ἐπανάληψις τὸ〈ν〉 ἔνδοξον παρίστησιν.

155. Βελλεροφόντην] Λεωφόντης πρότερον ἐκαλεῖτο· Bέλλερον δὲ [*](B=) ἱππικῇ φονεύσας οὕτως ὠνόμασται.

156. κάλλος τε καὶ ἠνορέην] οὐδὲν γὰρ κάλλος ἄνευ ἀνδρ〈ε〉ίας, [*](B-) ὡς δῆλον ἐκ Νιρέως· δυεῖν δὲ ὄντων πλεονεκτημάτων τὴν ἀνδρ〈ε〉ίαν ἐρατεινὴν εἶπεν.

157. ἐμήσατο] Ἰακῶς τὸ “μήσατο.”

158. ἐπεὶ πολὺ φέρτερος ἦεν] ὁ Προῖτος τῶν Ἀργείων διὰ τὴν ἀρχήν.

[*](A~B=)

159. Ζεὺς γάρ 〈οἱ〉 ὑπὸ σκήπτρῳ ἐδάμασ〈σ〉εν] τοὺς Ἀργείους [*](A~B=) Προίτῳ ὑπέταξεν.

160. ἐπεμήνατο] πρὸς ἀποτροπὴν μανίαν ὀνομάζει τὸ πάθος, ἢ καὶ [*](B=) δῖα οὖσα ἐπεμήνατο. τινὲς δὲ ὑφʼ ἓν “Διάντεια,” κακῶς· ἀγνοοῦσι γάρ, ὅτι τὸ “δῖα” πολλαχῶς νοεῖται παρʼ Ὁμήρῳ. §. ἢ “δῖ᾿ Ἄντεια” [*](A+) ὡς “δῖα Κλυταιμνήστρη” (Od. 3. 266).

162. * πεῖθε] ὁ παρατατικὸς τὴν πολλάκις ταῦτα λέγουσαν ἐσήμανεν.

[*](B=)

ἀγαθὰ φρονέοντα] τοῦτο ἐκπεφώνηκεν ἀφʼ ἑαυτοῦ, ὡς κἀκεῖ κατὰ [*](B=) [*](2, 3. δειλὼ οἶον φύλλοισι || 3. omisi *φύλ〈λ〉ων] φύλλα || 12. ὥς τοι || 13. μὴ νεμεσήσαιεν || 16. Οἰνόη St. B. s. v. Ἐφύρα: ἐν Οἰνόῃ ut B || 19. post Λεωφόντης add. sec. ἣ Ἱτπόνους || 24. μήσατο A: ἐμήσατο || 28. ἢ B; ὃ || 30. δῖα A. || 31. Κλυταιμνήστρα)

212
μοιχῶν νομοθετῶν φησιν “ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι” (Od. 1. 47) καὶ “οὐκ ἀρετᾷ κακὰ ἔργα” (Od. 8. 329).

[*](B=)

δαίφρονα Βελλεροφόντην] δῆλον μὲν ἦν καὶ μὴ προστεθέντος τοῦ ὀνόματος, ὅτι Βελλεροφόντης λέγεται. περὶ γὰρ τούτου ὁ λόγος ἦν. ἀλλʼ ὅμως ἐπήνεγκε τοὔνομα τοῦτο νῦν σχηματίζων· τοῦτο δὲ ἐπὶ τῇ σωφροσύνῃ τοῦ ἀνδρὸς ἡδόμενος διὰ στόματος ἔχει· οἷς γὰρ ἡδόμεθα, τούτους ἀνὰ στόμα ἔχομεν.

[*](B=)

163. ἣ δὲ ψευσαμένη] δείκνυσιν, ὅτι τέλος ἔρωτος ἀποτυχόντος μῖσός ἐστιν.

[*](B=)