Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

124. * οὐ μὲν γάρ ποτʼ ὄπωπα] δευτέραν γὰρ ἔχων τάξιν οὐ προτμάχει. ἢ ἐν τῇ πρὸς ἐμὲ μάχῃ.

[*](B=)

125. προβέβηκας] ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων.

[*](B+)

127. δυστήνων] κακὴν στάσιν ἐχόντων.

*δυστήνων δέ τε παῖδες] ὡς “υἷες Ἀχαιῶν.”

[*](B=)

128. εἰ δέ τις ἀθανάτων] ἐπεὶ εἶπε “φὰν δέ τινʼ ἀθανάτων” (108), διὰ τοῦτο ταῦτά φησιν.

[*](B+)

κατ᾿ οὐρανοῦ εἰλήλουθεν]οὕτως Ἀρίσταρχος, ὡς τὸ “ὣς φαμένη κατέ- βαινʼ ὑπερώια” (Od.18.206)· “βῆ δὲ κατʼ Ἰδαίων ὀρέων” (Il.8.410).

[*](B=)

*τὸ παράδοξον τῆς τόλμης ἐκπληττόμενος λέγει ταῦτα.

130. οὐ〈δὲ〉 Δρύαντος υἱός] Ἠδωνῶν τῶν πρὸς Παγγαίῳ βασι- λεύς, μὴ προσδεξάμενος τὴν ἔφοδον Διονύσου.

132. μαινομένοιο Διωνύσου] ὡς “χλωρὸν δέος.” §. Διόνυσος δὲ [*](A+) παρὰ τὸν Δία καὶ τὴν Νῦσαν.

[*](A+B=)

133. Νυσήιον] ἐν διαφόροις τόποις ἱστοροῦσι τὰ περὶ Νῦσαν· ἄμεινον δὲ τὰ περὶ Θράκην ἀκούειν καὶ κατὰ Σαμοθρᾴκην δύνειν τὸν Διόνυσον, ἔνθα καὶ Θέτις διῆγε “μεσσηγὺς—Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης” (Il. 24. 78).

[*](AB+)

134. θύσθλα] οἱ μὲν τοὺς κλάδους, οἱ δὲ 〈τὰς〉 ἀμπέλους, οἱ δὲ τοὺς θύρσους.

[*](135.)

βουπλῆγι] μάστιγι ἢ πελέκει.

[*](B=)

Διώνυσος δὲ φοβηθείς] μικρὸς γὰρ ἦν ἀπὸ τοῦ καὶ τὰς τιθήνας αὐτῷ συγκαταλέγεσθαι καὶ εἰς τὸν κόλπον αὐτὸν δεδυκέναι καὶ μὴ τιμωρήσασθαι τὸν Λυκοῦργον.

136. Θέτις δʼ ὑσεδέξατο] Θέτις, ἵνʼ εὐλόγως τὸν ἀμφορέα λάβῃ (Od. 24. 74). ἢ ὅτι χρησμὸς ἐδόθη Ἁλαιεῦσιν “ἐν δὲ πότῳ Διόνυσον Ἁλαιέα βαπτίζοιτε,” ὡς Φιλόχορος.

138. * ὀδύσαντο] ὠργίσθησαν.

[*](B=)

θεοὶ ῥεῖα ζώοντες] ὁ γὰρ ἡμῶν βίος παρὰ τὴν βίαν.

[*](B=)

139. τυφλὸν ἔθηκε] ἐπεὶ ἐθεώρει τὰς τελετάς, οἰκείως κολάζεται τὰς ὄψεις.

[*](11. βὰν 13. ἡδονῶν || Παγγαίῳ W; Πάγγαιον || 14. ἔφοβον || 16. περὶ || νύσσαν || 17. νυσίαν || 21. supplevi ex B || 27. ἵν᾿ ἦν || 28. Ἁλοιεῦσιν W, ἁλιεῦσιν Lobeck: ἁλιεύειν || ἐν δὲ πότῳ Διόνυσον ἀλιβδύοιτε θαλάσσῃ Lobeck Ai. 3 p. 358, Διόνυσον ἀλιβδύοιτε, τουτέστι βαπτίζοιτε, θαλάσσῃ Aglaoph. 1088, Δ. Ἁλαιέα β. W: ἐν τόπῳ Διόνυσον ἁλιέα βαπτίζοι τὲ)
211

146. οἵη περ φύλ〈λ〉ων γενεή] οὐκ ἀντικρὺς ὀνειδίζει τὸ γένος ἀλλὰ τὰ φύλλα, οἷς εἴκασεν· καὶ ἀλλαχοῦ (Il. 21. 464) “δειλῶν, οἳ φύλλοισιν 〈ἐοικότες〉.”

148. * τηλεθόωσα] εἰς ὕψος θάλλουσα. §. Ἀριστοφάνης δὲ “τηλε- [*](B=) θόωντα” γράφει.

149. ἠμὲν φύει ἠ〈δʼ〉 ἀπολήγει] δύναται μὲν καὶ ἄρθρα εἶναι, [*](A-B=) ἄμεινον δὲ συνδέσμους ἐκδέχεσθαι αὐτούς. Ἀλεξίων δὲ εὐθύνει τὰ ἄρθρα σολοικισμὸν κατὰ τὴν φράσιν νομίζων καί φησι, πῶς ἑνικὸν ὃν τὸ “γενεή” ἐπιμερίζεσθαι δύναται; κακῶς· δύναται γὰρ καὶ ἐξ ἑνικοῦ ἐπιμερισμὸς γενέσθαι.

150. εἰ δὲ θέλεις καὶ ταῦτα δαήμεναι] ὑποστικτέον εἰς τὸ “θέλεις” [*](AB-) καὶ τὸ “δαήμεναι” ἀντὶ τοῦ δάηθι. τινὲς δέ φασι τὸ “ἔστι” ὡς τὸ “ξεῖνε φίλʼ, ἡ καί μοι νεμεσήσεαι” (Od. 1. 158)· ἢ διὰ μέσου τὸ “πολλοὶ δέ μιν ἄνδρες ἴσασιν.”

152. πόλις Ἐφύρη Κόρινθος· ἔστι δὲ καὶ ἐν Θεσπρωτίᾳ καὶ ἐν [*](A-B=) Θεσσαλίᾳ καὶ Οἰνόη καὶ νῆσος περὶ Μῆλον.

153. κέρδιστος] μέσον ἐστὶ τοῦτο· ὡς συγγενὴς δὲ οὐ βλασφημεῖ· [*](B=) ἡ δὲ ἐπανάληψις τὸ〈ν〉 ἔνδοξον παρίστησιν.

155. Βελλεροφόντην] Λεωφόντης πρότερον ἐκαλεῖτο· Bέλλερον δὲ [*](B=) ἱππικῇ φονεύσας οὕτως ὠνόμασται.

156. κάλλος τε καὶ ἠνορέην] οὐδὲν γὰρ κάλλος ἄνευ ἀνδρ〈ε〉ίας, [*](B-) ὡς δῆλον ἐκ Νιρέως· δυεῖν δὲ ὄντων πλεονεκτημάτων τὴν ἀνδρ〈ε〉ίαν ἐρατεινὴν εἶπεν.

157. ἐμήσατο] Ἰακῶς τὸ “μήσατο.”