Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

468. πατρὸς—ὄψιν ἀτυχθείς] ταραχθείς. ἠθικὸν δέ, ὅτι οὐκ ἄλλον [*](B =) ἀλλὰ τὸν πατέρα φοβηθείς.

469. ταρβήσας χαλκόν τε] τὰ γὰρ ἀνόμοια φόβον κινεῖ.

χαλκόν τʼ ἠδὲ λόφον] διασταλτέον εἰς τὸ τέλος· ἔστι γάρ, ἀτυ- [*](AB=) χθεὶς ὄψιν καὶ ταρβήσας χαλκὸν καὶ λόφον δεινὸν νεύοντα νοήσας.

471. ἐκ δʼ ἐγέλασ〈σ〉ε] ἀπὸ τῆς πολλῆς λύπης ἐκ μικρᾶς αἰτίας [*](B=) γέλωτα κινεῖ.

472. αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο] μιμητικῶς· εὐάλωτος γὰρ [*](B=) καὶ ὁ τραχὺς τέκνου φιλοστοργίᾳ.

474. ἐπεὶ κύσε πῆλέ τε χερσίν] τοῦτο γὰρ ποιοῦμεν πρὸς διά- [*](B=) χυσιν αὐτῶν. ἄκρως δὲ περιεγένετο τῇ μιμήσει, οὐδέν τι λυπήσας τὴν ἡρωικὴν σεμνότητα· ταῖς δὲ χερσὶ τὴν ἐπιθυμίαν πληροῖ, ἐπειδὴ 〈οὐ〉δύναται περιπλέξασθαι αὐτόν. §. τὸ δὲ “πῆλε” ἀντὶ τοῦ ἐκίνησεν.

475. εἶπεν ἐπευξάμενος] “εἶπε δʼ ἐπευξάμενος·” Ἀρίσταρχος γὰρ [*](A=) σὺν τῷ “δέ” γράφει.

476. δότε δὴ καὶ τόνδε γενέσθαι] φιλότιμος ἡ εὐχή. διαχυθεὶς [*](B=) δὲ ἐπιλέλησται τῶν πρώην· ἢ ὅτι δυνατὸν θεοῖς καὶ παῤ ἐλπίδα τι ποιῆσαι. οὐ πλούσιον δὲ ὡς νῦν εὔχεται τὸν υἱὸν ἀλλʼ ἀγαθὸν βίην, θαρσύνων τὴν μητέρα, ἵνʼ ἔχῃ ἐπίκουρον.

[*](5. σπάνῃ || 7. στερρηθεῖσα || 8. εἵη scripsi: εἰς || 13. ὥστε οὐ W: ὅτι σὐ B, οὔτε || 27, 28. ἐπεὶ μὴ ut B || 28. ἐκίνησεν scripsi: ἐκλήρωσε || 33. εὔχεται B: εὔχονται)
230
[*](A+)

478. *ἀγαθόν τε] οὕτως “ἀγαθόν τε.”

[*](B=)

479. πατρὸς δʼ ὅ γε πολλὸν ἀμείνω] φυσικῶς ἐκ τοῦ βίου τοῦτο ἔλαβεν· ἐν ἅπασι γὰρ τῶν ἄλλων ἀμείνονες εἶναι θέλοντες μόνοις [*](A=) ἡττᾶσθαι παισὶν εὐχόμεθα. §. Ἀρίσταρχος δὲ “πατρός γʼ ὅδε” γράφει.

[*](A -)

480. ἀνιόντα] ἀνιόντος, ὡς τὸ “γυναῖκά τε θήσατο μαζόν” (Il. 24. 58).

[*](A =)

ἄλλως: στικτέον εἰς τὸ “ἀνιόντα,” καὶ 〈οὐ〉 λείπει τὸ ἰδών· ἤδη γὰρ σύνηθές ἐστι τοῖς Ἀττικοῖς· “χαίρω δέ σ᾿ εὐτυχοῦντα καὶ προσ- ήμενον” (Rhes. 390)· καὶ ἀλλαχοῦ ὁ ποιητὴς “ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους” (Il. 13. 352).

[*](B=)

ἄλλως: ἐκ πολέμου ἀνιόντα] οὐκ ἀεὶ εὔχεται πολεμεῖσθαι τὴν πόλιν, ἀλλ᾿ ἐν ταῖς χρείαις ἄριστον 〈αὐτὸν) εἶναι.

482. * ἀλόχοιο φίλης] ἵνα καὶ αὐτὴ διαχυθῇ.

483. * κόλπῳ] ἐν τὰ βρέφη κομίζεται.

[*](AB -)

484. δακρυόεν γελάσασα] δυνατῶς ῥηθὲν ἀνερμήνευτόν ἐστιν· οὐ γὰρ ἁπλοῦν τὸ πάθος ἀλλὰ σύνθετον ἐξ ἐναντίων παθῶν, ἡδονῆς καὶ λύπης· εἰς γέλωτα μὲν γὰρ αὐτὴν προήγαγε τὸ βρέφος, εἰς δάκρυον δὲ ἡ περὶ τοῦ Ἕκτορος ἀγωνία. οὐκ ἐνόησεν οὖν Καλλίμαχος τὸν στίχον εἰπὼν “ἐπεὶ θεὸς οὐδὲ γελάσσαι ἀκλαυτί” (fr. 418. Schn.)· ᾠήθη γὰρ ὑπὸ τῆς διαχύσεως τοῦ γέλωτος τὰ δάκρυα γενέσθαι.

[*](B=)

487. * ὑποθεὶς αὑτὸν τῇ εἱμαρμένῃ ἴσον ἐποίησε τό τε κινδυ- νεύειν καὶ τὸ ἀσφαλῶς ζῆν.

489. ἐπὴν τὰ πρῶτα γένηται] τινὲς “πρωτά” ὡς γνωστά, ἵνʼ ᾖ [*](AB =) τὰ πεπρωμένα, οὐχʼ ὑγιῶς. §. φαίνεται δὲ καὶ τὴν μαθηματικὴν πρῶτος εἰδὼς Ὅμηρος, ἐν οἷς τὴν ἐπὶ γενέσεως ὥραν περιέχειν τὰ ἀποτελέσματα λέγει.

[*](B=)

491. ἱστόν τʼ ἠλακάτην τε] διὰ βραχέων βίον καὶ οἰκονομίαν ὑπογράφει σώφρονος γυναικός. οἰκονομικῶς δὲ ἐποίησε τὸν Ἕκτορα ἐπιτρέποντα αὐτῇ οἰκουρεῖν, ἵνα μὴ κατὰ τὴν πρὸς τὸν Ἀχιλλέα μάχην ὀφθεῖσα ἐπὶ τοῦ τείχους πείσῃ αὐτὸν μὴ πολεμεῖν Ἀχιλλεῖ.

[*](B=)

492. πόλεμος δʼ ἄνδρε〈σ〉σι μελήσει] “ἄνδρε〈σ〉σι” διὰ τὰς παραινέσεις αὐτῆς. ἔστι δὲ ἤθη σκοπεῖν διάφορα Ἀλεξάνδρου καὶ Εκτορος· ὃ μὲν γάρ φησι “πόλεμος δʼ ἄνδρεσσι μελήσει,” ὁ δὲ Ἀλέξανδρος “νῦν δέ με παρειποῦσʼ ἄλοχος” (337).

[*](8. supplevi ex A || 9. δʼ ἐς εὐτ. καὶ προσσημαίνων || 11. δυναμένους || 18. προήγαγε B: προσήγαγε ‖ 20. γέλασεν ‖ 22, αὐτὸν ‖ 26. εἶδὼς A B: εἰδέναι)
231

495. οἶκόνδε βεβήκει ἐντροπαλιζομένη] ἀπῆγε μὲν ἡ ἐπίπληξις, [*](B=) ἐπέστρεφε δὲ ἡ εὔνοια· ποία γὰρ ἂν ἦν, τοιοῦτον ἄνδρα τοιούτῳ κινδύνῳ προπέμπουσα; §. τὸ δὲ “ἐντροπαλιζομένη” ἀντὶ τοῦ μεταστρεφο- μένη.

499. γόον πάσῃσιν ἐνῶρσεν] ἢ διηγησαμένη, ἢ ἀπὸ τῶν ἰδίων [*](B=) δακρύων. ηὔξησε δὲ τὸ συμπαθὲς διὰ τοῦ παρανόμου· θρηνοῦσι γὰρ ζῶντα. ἅμα δὲ καὶ ἐνδείκνυται, ὡς δεῖ οὕτω δεσπόζειν, ἵνα καὶ εὐνοῶνται.

500. γόον Ἕκτορα] γόαον, καὶ κατὰ συγκοπήν· ἢ ἀπὸ βαρυτόνου.

[*](A -)