Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

19. ἔσκεν ὑφηνίοχος] πλεονάζει ἡ ὑπό, ὡς τὸ “ὁποδμώς” (Od. [*](AB-) 4. 386) καὶ “ἐπαινὴ Περσεφόνεια” (Il. 9. 457). ἢ ὅτι καὶ ὁ παραι- βάτης ἡνίοχος· “θρασὺν ἡνίοχον φορέοντες Ἕκτορα” (Il. 8. 89).

* γαῖαν ἐδύτην] ἐνεδύσαντο τὴν γῆν ταφέντες.

[*](B=)

21. βῆ δὲ μετʼ Αἴσηπον] Αἴσηπος ἐκ τοῦ ποταμοῦ, Πήδασος [*](B+) 〈δὲ〉 παρὰ τὸ πηδῶν. οἱ δὲ ἄλλοι ἱστορικοὶ τὸν Πήδασον Τήρεχον καλοῦσιν.

22. νηίς] παρὰ τὰ νήματα, ἢ παρὰ τὰ νήια ξύλα, ὅ ἐστιν ἁμαδρυάς.

[*](B+)

*Ἄβαρβαρέη] τὸ πολὺ ἀβέρβηλον.

[*](B+)

23. ἀγαυοῦ Λαομέδοντος] “ἀγαυοῦ” τῷ γένει ἢ τῷ κάλλει· οὐ [*](B=) [*](9. τῷ om. B, an τὸ “ἐπὶ λίμνῃ οἰκῶ” (Il. 20. 390)?cf. || 11. οὐκ ὂν B: οὐ κακὸν || 13. ἢ οὐχ ἁ. comi. W || 15. ἀρετῶν || 20. τὸ post ᾖ omisi ut B || 24. περσεφόνη || 25. φέροντες || 28. πηδᾶν B: πηδύειν || οἱ δὲ περὶ Ἀρίστορχον Πήρεχον B || 31. ἀβέρβηλον Dimdorf ex Hesychio: ἀβέρβελ- λον B, ἀβερβερέ)

204
γὰρ δὴ τοῦ Λαομέδοντος τὸν τρόπον ἐπαινεῖ, ὃς τοὺς περὶ Ἀπόλλωνα 〈καὶ Ποσειδῶνα〉 ἠδίκησε, καὶ αὖθις τὸν Ἡρακλέα.

[*](A~B=)

24. σκότιον] τὸν ἐξ ἀδᾳδουχήτων γάμων, τὸν νόθον. §. “σκό- [*](A-B=) τίον” δὲ ὡς λόγιον· τὸ γὰρ κύριον παροξύνεται παρὰ Πινδάρῳ (fr. 282).

[*](A+B=)

25. * ἐκʼ ὄεσσι] Ἀττικῶς ἀπὸ τῶν ὄντων τὸν τόπον 〈δηλοῖ〉· “δήεις τόν γε σύεσσι παρήμενον” (Od. 13. 407).

[*](B=)

27. * καὶ μὲν τῶν] οὗ μὲν τὰ γένη προλέγει τῶν θανάτων, οὗ δὲ ἐπιλέγει.

ἐξενάριξεν ἔγχει χαλκείῳ] τὸ “ἔγχει” δύναται καὶ τοῖς ἄνω τοῦ “ἐξενάριξεν” 〈συνάπτεσθαι. §. “ἐξενάριξεν”〉 συνεκδοχικῶς ἀντὶ [*](A-) τοῦ ἐφόνευσεν· σῴζει μὲν οὖν καὶ πρὸς τὰ ἑξῆς.

[*](A=)

31. * Ἀρετάονα] διχῶς καὶ “ἄρʼ Ἐτάονα.”

32. Ἄβληρον] βλῶ βιήσω βληρός καὶ ἄβληρος.

[*](A+B=)

35. Πήδασον αἰπεινήν] ταύτην τὴν Πήδασον πρότερον μὲν Μονη- νίαν φασὶ καλεῖσθαι· Ἀχιλλέως δὲ ἐπὶ πολὺ πολιορκοῦντος, εἶτα μέλλοντος ἀναχωρεῖν, Πεισιδίκη παρθένος τις ἐρασθεῖσα αὐτοῦ ἐν μήλῳ ἔγραψεν· “μὴ σπεῦδ᾿, Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἕλης· ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσιν κακῶς.” δὲ περιμείνας ὑπέταξε τὴν πόλιν.

Πήδασον] τὴν πρὸς Καρίᾳ καὶ Ἀλικαρνα〈σ〉σῷ, ἣν ἀπὸ Πηγάσου καλοῦσιν· ὑπέσχοντο γὰρ δώσειν αὐτῷ χώραν, ἣν ὁ ἵππος νυχθημέρῳ περιτροχάσει· διὸ καὶ χάραγμα ἵππου ἔχουσιν. ἔστι δὲ καὶ ἄλλη Τρῳάς, ἣν ἅμα Λυρνησ〈σ〉ῷ καταλέγει.

[*](B=)

37. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα] καλὸν ἐπεισόδιον πρὸς ἐξαλλαγὴν ταυτότητος.

[*](AB=)

38. ἀτυζομένω] ἄτω, ἄττω, ἀτύσ〈σ〉ω, ἀτύζω Αἰολικῶς. §. “ἀτυ- ζομένω” δὲ ἀντὶ τοῦ ταρασσομένω.

[*](B=)

39. ὄζῳ—μυρικίνῳ] ἐπεὶ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκότως μυρῖκαι πολλαί· καὶ ἐν τῇ Δολ〈ων〉οφονίᾳ “θῆκεν ἀνὰ μυρίκην” (Il. 10. 466).

[*](B=)

*ἀγκύλον] διὰ τοὺς τροχούς.

[*](B+)

40. *ἄξαντε] παρὰ τὸν ἄξονα, ἐπεὶ καὶ “παρὰ τροχὸν ἐξεκυλίσθη” (42).

[*](2, 6. supplevi ex B || 7. γʼ ἐφύεσι || 8. οὐ μήν || οὐδέ || 9. προλέγει || 11. supplevi ex A || 13. ἄρʼ ἐτάονα textus || 15. μονηνίαν etiam A Eust., μενήνειαν et infra μενηνίαν B || 18. ἕλεις || 19. ἔνεστι etiam A Eust., ἔχουσι B || 22. nummi aliunde ignoti videntur || τοῦ ἵ. || 26. ἀτῶ ἄττω || suppl. W || 29. Δολωνείᾳ coni. W)
205

αὐτὼ μὲν ἐβήτην πρὸς πόλιν] γραφικῶς οἱ μὲν ἵπποι φεύγουσιν [*](B=) ἐπικειμένου τοῦ ζυγοῦ, τὸ δὲ ἄρμα ἐμπέπλεκται μυρίκης κλάδῳ, ὁ δὲ Ἄδραστος κυλισθεὶς ἐκ τοῦ ἅρματος κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον, ὁ δὲ Μενέλαος ἀνατετακὼς τὸ δόρυ ἐφέστηκεν αὐτῷ.

41. *ἀτυζόμενοι φοβέοντο] ἐκπλησσόμενοι ἔφευγον καὶ φοβού- [*](A-) μένοι καὶ ταρασσόμενοι.