Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
219. Οἰνεὺς μὲν ζωκτῆρα] οὐκ ἐκαπήλευε γὰρ τὰς δόσεις· ἢ καὶ ὁ ζωστὴρ πολυτιμότερος ἦν.
Οἰνεὺς μὲν ζωστῆρα—Βελλεροφόντης δὲ χρύσεον δέπας] ὃ μὲν ὡς μένοντι, ὃ δὲ ὡς ἐκδημοῦντι· “μνῆμα ξείνοιο φίλοιο” (Od. 21. 40).
221. καί μιν ἐγὼ κατέλειπον] ἄπαιδος γὰρ τελευτῶντος Οἰνέως [*](B=) Διομήδης κληρονομεῖ.
222. Τυδέα 〈δʼ〉 οὐ μέμνημαι] ἄτοποι οἱ δύο στίχοι. §. τὸ δὲ “Τμδέα δʼ οὐ μέμνημαι” ὡς “μέμνημαι τόδε ἔργον” (Il. 9. 527).
224. Ἀργει μέσσῳ] τὸ Ἀργος μέσον Πελοποννήσου.
226. ἔγχεα δ᾿ ἀλλήλων] ἀλλήλων 〈τὰ ἔγχη〉 ἐκκλίνωμεν. 〈γράφεται [*](A- B+) δὲ καὶ “ἔγχεσιν,” ἵνʼ ᾖ,〉 ἀποτύχωμεν ἀλλήλων καίτοι ἐν πλήθει ὄντες. Ζηνόδοτος δὲ γράφει “ἀλλήλους ἀλεσώμεθα.”
ἔγχεα δʼ ἀλλήλων ἀλεσώμεθα καὶ δι᾿ ὁμίλον] ἐπὶ παντὸς τοῦ πλήθους, [*](B=) ὅπως γνῶσιν ὅτι ξεῖνοί εἰσιν· ἢ διὰ πάσης τῆς μάχης, ὡς“τανυ〈σ〉σά- μενος διὰ μήλων” (Od. 9. 298). ἢ καὶ ἡμεῖς καὶ αἱ ἡμέτεραι στρατιαὶ παραφυλάξωνται τὴν πρὸς ἀλλήλας στάσιν.
230. ἁπλοϊκῶς τοῦτο, οὐ διʼ αἰσχροκέρδεισν.
ὄφρα καὶ οἵδε γνῶσιν] δῆλον οὖν ὡς ἐν ἡσυχίᾳ εἰσὶ τὰ πλήθη, [*](B=) καραδοκοῦντες τὸ τέλος.
[*](5. ἀφιᾶσινW: φέρουσιν ut AB || 17. schol.praecelentiadhaeret || χρύσειον || 18. μ. ξ. φ. lemmate καί μιν ἐγώ praefixo post 20 leguntur || 28. εἰσὶν B: εἶεν || 30. παραφυλάξωνται B: -ονται || post στιάσιν add. sec. μειοῦνται γὰρ αἱ τῆς φιλίας συνθῆκαι, εἰ μόνοι οἱ βασιλῆς ἀλλήλων ἀφέξοντσι, οὺ μὴν δὲ καὶ πλήθη τὰ ὑπʼ αὐτούς)234. ἔνθʼ οὖτε Γλαύκῳ] εἰκότως ὁ Γλαῦκος τοῦ προγόνου τὸ φιλότιμον ἀκούσας Βελλεροφόντου χρυσὸν δωρεῖται πρὸς τὸ παρόν, ἄλλως τε ὑπερήδεται τῇ συντυχίᾳ, γενόμενος ἰδιόξενος τοῦ πανα- [*](B=) ρίστου Διομήδους. §. τὸ δὲ “ἐξέλετο” ἀντὶ τοῦ ὑπερηύξησε τῇ φιλοτιμίᾳ, ὡς τὸ “γέρας ἔξελον” (Il. 16. 56).
[*](B-)ἔνθ᾿ αὖτε Γλαύκῳ φρένας ἐξέλετο] ὅτι κατὰ τῶν συμμάχων ἐκόσμει λαμπροτέροις αὐτὸν ὅπλοις· ἢ ὡς ἡφαιστότευκτα· ἤ, ὡς Πῖος, ἵνα κἀν τούτῳ αὐξήσῃ τὸν Ἕλληνα μὴ ἐξ ἴσου ἀπηλ〈λ〉αγμέ- νον, ὅπερ ἡδὺ τοῖς ἀκούουσιν.
[*](B=)235. ὃς πρὸς Τυδείδην Διομήδη] καὶ πῶς οὐ δέδιε Διομήδης γυμ- νούμενος, πρὸ μικροῦ 〈τῶν〉 Τρώων παρασπονδησάντων; τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ Ἕκτορα (Il. 7. 303) ἤμειψαν· 〈ἡ〉 χάρις γὰρ οὐ θέλει τὴν ἀσπίδα· ἡ γὰρ ἂν προὔκρινεν αὐτὴν Ἕκτωρ τοῦ ζωστῆρος.
236. ἑκατόμβοια] ἐκ τοῦ παρʼ Ἀθηναίοις νομίσματος. §. οὐ γὰρ [*](A=B-) νομίσμασιν ἐχρῶντο· ὅθεν καὶ “ἀλφεσίβοιαι” (Il.18. 593)· οἱ δὲ παρʼ [*](A=) Ἀθηναίοις νόμοι εἶχον βοῦν. §. κεκώλυται δὲ ὑπὸ μέτρου εἰπεῖν δεκαβοίων.
[*](B=)237. * Ἕκτωρ δʼ ὡς] εὐκαίρως μεταβαίνει, τὸ διάκενον τῆς πορείας Ἕκτορος ἀναπληρώσας τοῖς διὰ Γλαύκου καὶ Διομήδους.
[*](B=)238. ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι] ἤδη ἐπὶ τὸ περιπαθὲς ἔρχεται· διὸ οὐδὲ τῶν γερόντων ἐμνήσθη, ἀλλὰ τῶν γυναικῶν. οἰκεῖον δὲ ἐπʼ αὐτῶν τὸ θεῖν.
[*](A+B=)239. *παῖδας] ἀντὶ τοῦ ὑπὲρ παίδων.
[*](A~B=)ἔτας τε] ψιλωτέον τὸ “ἔτας·” ἔται δὲ λέγονται καὶ οἱ πολῖται καὶ οἱ συγγενεῖς.
[*](B=)240. θεοῖς εὔχεσθαι ἀνώγει] ὡς πάντων περιόντων χρηστὰς ὑπέ- δειξεν ἐλπίδας· οὐδεὶς γὰρ ὑπὲρ τεθνεώτων εὔχεται.
[*](A~B=)241. * πάσας ἑξείης] πρὸς πάσας ἐφεξῆς τὴν αὐτὴν ἀπόκρισιν ἐποιεῖτο.
[*](AB=)242. ἄλλʼ ὅτε δὴ Πριάμοιο] τὸ ἑξῆς, ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον, ἔνθα οἱ ἠπιόδωρος· τὰ δὲ ἐξῆς διὰ μέσου.
[*](B=)243. *αἰθούσῃσι] τειχίοις τῆς αὐλῆς.
[*](3. γενόμενος B: γινόμενος || 8. κὰν τοῦτο || 13. χάρις scripsi, πρὸς χάριν B: χάρης || 14. ζωστῆρος Schrader: νέστορος || 17. ἔχον ut A || 23. θέειν B, θεῑον)244. πεντήκοντα ἔσαν θάλαμοι] ἴσως οἱ περὶ Ἕκτορα ἀνδρωθέντες [*](B=) καὶ βασιλικοὶ γεγονότες ἀπέστησαν τοῦ πατρός.
248. τέγεοι] ὑπερῷοι ἐπὶ τοῦ τέγους ᾠκοδομημένοι· τοιοῦτοι γὰρ [*](A~) κατεσκευάζοντο ταῖς γυναιξὶ πρὸς τὸ μὴ] ὁρᾶσθαι συν⌈εχῶς ἀν⌋δράσιν.
249. ἔνθα δὲ γαμβροὶ κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν] εἰς τὸ φιλότεκνον Πριάμοιο· φησὶ γὰρ “πλησίοι ἀλλήλων δεδμη- μένοι (245).
251. ἠπιόδωρος] δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία, [*](A-B=) ὅτι κλαυθμυριζομένοις τοῖς παισὶν τὸν μαστὸν προτείνουσι τὸν “λαθ⌈ι⌋- κηδέα”' (Il. 22. 83).