Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

824. μάχην ἀνὰ κοιρανέοντα] αἱ προθέσεις ἀντιπαραλαμβανόμε- ναι ἀλλήλων τοὺς οἰκείους τόνους τηροῦσιν.

[*](B=)

827. μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον] οὐ καθο- λική, ἀλλὰ πρὸς τὸ παρὸν προτρεπτικὴ ἡ παραίνεσις.

[*](B=)

831. τυκτὸν κακόν] οὐ φυσικόν, ἀλλὰ κατʼ ἐπιτήδευσιν.

836. ἐμμαπέως] συντόμως παρὰ τὸ μάρψαι, ἢ ἐρρωμένως.

[*](B=)

838. μέγα δʼ ἔβραχε —ἄξων] ἐμψύχως, ὡς καὶ ἐπὶ τοῦ “ἔκλαγ- ξαν δʼ ἄρʼ ὀιστοί” (Il. 1. 46).

[*](B=)

843. Ὀχησίου] Ὀχήσιος υἱὸς Οἰνέως, ὡς Νίκανδρος ἐν τοῖς Αἰτωλικοῖς ( p. 130 Schn.). κατὰ Διομήδους οὖν ἡ τοῦ Ἄρεως πρᾶξις.

[*](B=)

845. δῦν᾿ Ἄιδος κυνέην] ἐπὶ τῷ πρὸ τῆς πληγῆς λαθεῖν· ἀμέλει μετὰ τὴν πληγὴν ὁρᾶται, ὡς καὶ τὸν Ἄρεα λέγειν κατʼ αὐτῆς πρὸς τὸν Δία.

849. ἰθὺς Διομήδεος] ὡς “εὐθὺ τῆς σωτηρίας.”

[*](B=)

850. οἳ δʼ ὄτε δὴ σχεδόν] δύναται μὲν Ἄρει μονομαχεῖν Ἀθηνᾶ, φυλάσσει δὲ τὸν πόλεμον εἰς ἄλλον καιρὸν ὁ ποιητής.

[*](B=)

851. ὠρέξαθʼ ὑπὲρ ζυγόν] τινὲς ἀντὶ τῆς ὑπό, ἵνα λαθὼν αὐτὸν τρώσῃ.

[*](B=)

856. ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη] μόνον ὄνομα τρώσεως ἔχει ὁ Διομήδης· δύο οὖν παρίστησι, καὶ τοὺς ἀσθενεῖς τῶν κρειττόνων ποιῶν κρατεῖν κατὰ προστασίαν θεῶν καὶ τοὺς ἀτακτοῦντας κολάζων.

[*](B+)

857. νείατον ἐς κενεῶνα] εἰ ἑπταπέλεθρος ὁ Ἄρης, πῶς φθάνει τὸ δόρυ Διομήδους τρία πλέθρα; ὅτι νῦν ἀνδρὶ εἴκασται· “καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης, βροτῷ ἀνδρὶ ἐοικώς” (604).

[*](1, 2. καθόλου δὲ οὐχ coni. W || 2. ταῖς A: τοῖς || 14. τόν γε ut textus || 24. ubi ? || 25. δύναται μὲν B: δυναμένη || 30. παρίστησι B: ποιεῖ || 32. φθάνυ)
199

ὅθι ζων〈ν〉ύσκετο μίτρην] κατὰ δοτικὴν τὸ “μίτρῃ·” ἔν τισι δὲ [*](AB+) τῶν ὑπομνημάτων “ὅθι τελεέσκετο μίτρη”.

863. ἔβραχε] ἐψόφησεν, ἐφώνησεν. §. “ἆτος” δὲ ὁ βλαπτικός.

864. οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀήρ] ὅταν γὰρ καυματώ- [*](B=) δους οὔσης τῆς ἡμέρας πρὸς ἀνατολὴν ἢ δύσιν 〈ὁ〉 ἀὴρ μέλας δοκῇ, προσδοκῶσιν ἄνεμον. §. τὸ δὲ ἐξῆς οὕτως· ἐκ καύματος ἀνέμου ὁρμή [*](A+B=) σαντος δυσαέος, ὅ ἐστι σφοδροῦ.

865. καύματος ἐξ ἀνέμοιο] γίνονται γὰρ καὶ καυσωνικαὶ πνοαὶ [*](B+) κατὰ τὰς ἐαρινὰς 〈καὶ〉 θερινὰς ὥρας, ὅτε νότοι πνέουσιν.