Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
670. *μαίμησε δέ οἱ] συνεπάθησεν ἐπὶ τῷ νεκρῷ.
[*](B=)671. μερμήριξε δʼ ἔπειτα] διδάσκει διὰ τοῦ Ὀδυσσέως κἀν τοῖς κινδύνοις φρονήσει δεῖ〈ν〉 χρῆσθαι, μὴ θυμῷ καὶ πάθει.
[*](B=)672. ἢ προτέρω Διὸς υἱὸν 〈—διώκοι〉] προσσοτέρω διώκοι.
[*](A+B=)677. Χρομίον Ὀδίον καὶ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παρ- οξύνεσθαί φησι πλὴν τοῦ Ἄνιος, Ξένιος, Κρόνιος, Ἅλιος.
[*](B=)683. ἔπος 〈δʼ〉 ὀλοφυδνόν] οἰκτρὸν καὶ ταπεινὸν διὰ τὸ ἐπιθυμεῖν ἐν τῇ σφετέρᾳ ἀποθανεῖν. ἐπιρραπίζει δὲ διὰ τούτων ὁ ποιητὴς τοὺς οἰομένους τὸ μὴ ἐν τῇ οἰκείᾳ ἀποθανεῖν τὸ μηδὲν εἶναι.
684. ἀντιπαράβαλε τὰ Μενελάου, καὶ εὑρήσεις τὸ διάφορον.
[*](B=)686. ἐπεὶ οὐκ ἄρʼ ἔμελλον—νοστήσας] ἐντέχνως ὑπομιμνήσκει τῆς συμμαχκῆς χάριτος τὸν Ἕκτορα.
[*](B=)689. τὸν δʼ οὔτι προσέφη] πέπονθε γὰρ τῇ ὄψει καὶ τῷ λόγῳ· καὶ οὐκ ἦν ἀδολεσχίας ὁ καιρός.
[*](B+)690. *λελιημένος] λιαρὸν τὸ θερμόν.
[*](B=)693. εἷσαν ὑπ᾿ αἰγιόχοιο—περικαλλέι φηγῷ] ἀπαγαγὼν ἡμῶν τὸν νοῦν τῆς μάχης ὑπὸ ἀνθηρὰν καθίζει δρῦν τὸν τραυματίαν. καλῶς [*](1. συγγενῆ B: συγγένεια 10. αὐτὸν 13. τό οἱ A: τόσον || 14. ἐπεφράσσατο 15. ἄκρως B: ἄκρος || 17. συνεπάθησεν B: συνέπαθεν || 18. καὶ || 21. ὀδίῳ τὰ τ.)
695. ἴφθιμος Πελάγων] Πτολεμαῖος διὰ τοῦ σ γράφει “Σελάγων.”
[*](A+)696. τὸν δʼ ἔλιπε ψυχή] “ψυχή” τὸ πνεῦμα. 〈“ἔλιπε”〉 διὰ τὴν [*](B=) αἱμορραγίαν.
697. αὖτις δʼ ἀμπνύ〈ν〉θη] ἀνέλαβε τὸ πνεῦμα. §. ἔν τισι δὲ διὰ [*](B=) τοῦ ε γράφεται “ἐμπνύνθη.”
περὶ δὲ πνο〈ι〉ὴ Βορέαο ζώγρει] ὃ ἐνέλιπε τῷ πνεύματι, προσεπορί- [*](B=) ζετο ὁ ἄνεμος. §. κάπος (698) δὲ λέγεται τὸ πνεῦμα.
[*](A+B=)648. * κεκαφηότα] ἐκπεπνευκότα.
[*](A=)700. οὔτε ποτὲ προτρέποντο] τὸ προτροπάδην φεύγειν ὄνειδος [*](B-) ἡγεῖται, ἐπεξηγεῖται δὲ αὐτὸ διὰ τοῦ “αἰὲν ὀπίσσω χάζοντο” (701). τοῦτο ἐδήλωσε τὸ προτρέποντο. §. διασταλτικὸν δὲ τὸ “ἀντεφέ- ροντο·” οὐ γάρ ἐστιν ‘ἀλλʼ ἀντεφέροντ.’
703. ἐξενάριξεν Έκτωρ—καὶ— Ἄρης] διὰ τοῦ ᾱ τὸ “ἐξενάριξεν.” [*](A+B=) §. οὐκ ἀτόπως οὖν τρωθήσεται φονεύων διʼ ἑαυτοῦ ὁ Ἄρης· αὔξων δὲ [*](B=) τὴν τοῦ Ἕκτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει.
708. ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε] 〈τὸ Ὕλη ἐνταῦθα μὲν συστέλλει,〉 [*](AB +) ἐν δὲ τῷ καταλόγῳ ἐκτείνει ἠδ᾿ Ὕλην καὶ Πετεῶνα” (Il. 2. 500).
μέγα πλούτοιο μεμηλώς] διὰ γεωργίας ἐπιμελούμενος, ὅπως πλουτῇ.
[*](B=)709. λίμνῃ κεκλιμένος] ὡς “αἵ θʼ ἁλὶ κεκλίαται” (Od. 4. 608). [*](B+) §. “Κοφισίδι” δὲ ἢ τῇ λίμνῃ ἢ τῷ ποταμῷ.
717. εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα] πρὸ πολλοῦ θερα- πεύει τὴν Ἄρεος ἁμαρτίαν ὁ ποιητής.
720. ἔντυεν ἵππους] ἀπὸ τῶν εἰς πόλεμον εὐτρεπιζομένων.