Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

465. ἐς τί] τὸ “ἐς” ἀντὶ τοῦ ἕως, τὸ δὲ “τ” ἀντὶ τοῦ τίνος· διὸ καὶ εἰς τὸ “τί” ἡ ὀξεῖα. καὶ ἔστι πρόθεσις ἀντὶ ἐπιρρήματος. τὸ πᾶν οὖν ἕως τίνος.

[*](B=)

466. εἰσόκεν ἀμφὶ πύλῃς] ὅμοιόν ἐστι τῷ “ἢ μένετε Τρῶας” (Il. 4. 247). §. “ποιητοῖσι” δὲ Ἀρίσταρχος, Ζηνόδοτος δὲ “ποιητῇσι.”

467. * κεῖται ἀνήρ] οὐκ ἀγνοῶν, ἀλλὰ παρορμῶν 〈φησιν〉.

[*](B=)

468. υἱὸς— Ἀγχίσαο] εὖ τὸ μὴ Ἀφροδίτης νῦν φάναι ἀλλʼ [*](B=) Ἀγχίσου, ἵνα ἐμφανῇ ὅτι συγγενής ἐστιν αὐτῶν ὁ ἀνῃρημένος.

472. Ἕκτορ, πῇ δή τοι μένος] ἀνεδύετο γὰρ τὴν μάχην, οὐ διὰ [*](B=) δειλίαν ἀλλὰ τὴν τῶν ὅρκων σύγχυσιν, οὓς αὐτὸς ἐ〈πε〉πρυτανεύκει.

473. φῆς που] ὑπέλαβες· οὐ γὰρ ἂν Ἕκτωρ ἐφθέγξατό τι τοι- [*](B=) οῦτον εἰς τοὺς συμμάχους.

ἄτερ λαῶν] τῶν τῆς πόλεως.

[*](B=)

475. οὔ τινʼ ἐγὼ ἰδέειν δύναμαι] εἰς τὸν Πάριν 〈ἀποβλέπει,〉 ὃς ἥρπασται.

476. κύνες ὣς ἀμφὶ λέοντα] περιττὴ ἡ “ἀμφί.”

[*](B=)

477. οἵ περ 〈τʼ〉 ἐπίκουροι ἔνειμεν] οὕτως αἱ Ἀριστάρχου. §. τὸ [*](B=) ἀπλοῦν ἐστιν εἰμέν· πᾶν δὲ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀναβι- βάζει τὸν τόνον.

[*](B=)

478. μάλα τηλόθεν ἥκω] ὅμοια τοῖς Ἀχιλλέως “ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα” (Il. 1. 156).

479. τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι] ὅλον τὸν στίχον συναπτέον.

[*](B=)

480. ἔνθʼ ἄλοχόν τε φίλην—καὶ νήπιον υἱόν] ὅτι τῶν φιλτάτων προὔκρινα τὴν σὴν φιλίαν, οὐκ ἀστυγείτονας δεδιὼς οὐδὲ πόθῳ χρημάτων ἁλούς.

[*](B=)

481. κὰδ δὲ κτήματα πολλά τά τʼ ἔλδεται ὅς κʼ ἐπιδευής] ἔχω, φησί, τὰ πρὸς ζωήν, ὥστε μὴ μάτην ὑπὲρ ἀλλοτρίων κινδυνεύειν.

[*](1. schol. cum praecedenti coniunctum || 2. τρωίας εἶχε σ. || τρωίους || 5. περιβὰς Bekker: ὑπερβὰς || 21. suppl. W || 32. δεδηὼς)
185

482. καὶ μέμονʼ αὐτὸς ἀνδρὶ μαχέσ〈σ〉ασθαι] ἀντιπαραβαλὼν [*](B=) ἑκατέρους τοὺς λαλοῦντας ὄψει πόσον πρὸς αἰσχύνην ὁρῶσιν οἱ λόγοι.

485. τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις] πῶς γὰρ [*](B=) 〈ἂν〉 ἀμελῶν αὐτὸς τοὺς ἄλλους πείσειε κινδυνεύειν; τύνη δʼ ἕστηκας] ἀπὸ τοῦ τύ ἐν παραγωγῇ “τύνη,” ὡς ἐγώνη καὶ [*](B-) ἐμίνη.

486. καὶ ἀμυνέμεν〈αι〉 ὤρεσσι] ταῖς ὑμῶν. ὅμοιον δέ ἐστι τῷ [*](B=) “ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν” (Il. 3. 301). αὔξει δὲ τὸν γάμον. ὤρεσσι] ἀπὸ τοῦ ὀαρίζειν· καὶ “ὀάρων ἕνεκα σφετεράων” (Il. 9.

[*](B=)

487. μή πως, ὡς ἀψῖσι] ψιλωτέον τὸ “ἀψῖσι” εἰς ἰδιότητα· ὅτε δὲ βαρύνεται, συμ〈μετα〉βάλλεται καὶ τὸ πνεῦμα καὶ ὁ χρόνος.

ἁλόντε] ὑμεῖς καὶ αἱ γυναῖκες. ἀλλοτριοῖ δὲ τῶν κινδύνων ἑαυτόν, [*](B=) ὡς περὶ τῶν ἐκείνοις συμφερόντων λαλῶν. ἡ δὲ τοῦ λίνου ὁμοίωσις οἰκεία, πολλῶν καὶ διαφόρων ἀνθρώπων ὡς ἰχθύων περιληφθέντων.

489. εὖ ναιομένην] ἢ ἀπὸ τοῦ ὁμονοεῖν.

491. ἀρχοὺς λισσομένῳ] ὀνειδιστικῶς· ὃν ἐχρῆν τοὺς ἄλλους [*](B=) ὀτρύνειν, ὑπὸ τῶν συμμάχων προτρέπεται.

492. νωλεμέως ἐχέμεν] ἀντὶ τοῦ φυλάσσειν, “ἔχε〈ς〉 δʼ ἀλόχους” (Il. 24. 730).

ἐνιπήν] πληγήν.