Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
456. ὣς τῶν μισγομένων γένετο ἰαχή τε φόβος τε] Ἀρίσταρχος [*](A=) “πόνος·” οὔπω γὰρ γέγονε φυγή· ἀλλʼ ἐὰν πόνος ᾖ, ἐνέργειαν, ἐὰν δὲ φόβος, τὸ δέος δηλοῖ ὁμοίως τῷ τοῦ ποιμένος φόβῳ.
457. πρῶτος δʼ Ἀντίλοχος] τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ ἄλλην [*](B-) ἀριστείαν αὐτοῦ οὐ γράφει, ἄλλως τε καὶ ζηλοῖ τὸν πατέρα—“πρῶτος ἐγὼν ἕλον ἄνδρα” (Il. 11. 738) —καὶ θεατὴν αὐτὸν ἔχει· καὶ “Ἀντίλοχ᾿, οὔτις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν” (Il. 15. 569). θερμότητος οὖν νεωτερικῆς τὸ ἔργον. ἢ Τρῶες καταφρονοῦντες Νέστορος κατὰ τοῦτο μᾶλλον ἐνέκρουσαν τό μέρος.
458. Θαλυσιάδην Ἐχέπωλον] κύριον τὸ δεύτερον· ἐπιθετικῶς [*](AB=) γάρ φησιν ὅτε ταχύπωλον λέγει καὶ αἰολοπώλους καὶ πατρωνυμικοῖς ἀντὶ κυρίων 〈οὐ⟩ χρῆται, ὅτι μὴ ἐπὶ τοῦ “καὶ Ἀργεάδην Πολύμη- λον” (Il. 16. 417).
459. * φάλον] τὸ τετυφωμένον.
460. ἐν δὲ μετώπῳ πῆξεν] ἱκανὴ μὲν καὶ ἡ τῆς κεφαλῆς ἔκπληξις [*](B+) [*](13. ἄγγος: corr. Bekker ‖ 18. ἀποκεκλεῖσθαι ‖ 20. γένετʼ ‖ 30. γ. ὅτε φησὶ ‖ 34. κεφαλῆς scripsi: πληγῆς)
462. ἤριπε δʼ, ὡς ὅτε πύργος] ὕπτιος γὰρ ἔπεσεν ὑπὸ τῆς ὁρμῆς τοῦ δόρατος.
[*](B=)ἤριπε] εἰς τὴν ἔραν ἔπεσεν.
[*](A+)465. ἕλκε δʼ ὑπὲκ βελέων] εἰς τὸ “βελέων” ὀλίγη διαστολή. [*](B=) §. ἡ ὑπό τὸν ὑποκύψαντα δηλοῖ, ἡ δὲ ἔξ τὴν ἔξω φοράν.
[*](B=)466. τεύχεα συλήσειε] δικαίως κολάζεται ὁ αἰσχροκερδής, δέον τῶν ζώντων ἅπτεσθαι.
[*](B=)468. πλευρὰ —ἐξεφαάνθη] καὶ ἡμεῖς εἴδομεν αὐτοῦ τὰ πλευρά· καίριος δὲ ἡ πληγὴ κατὰ καρδίας ἢ πνεύμονος ἐνεχθεῖσα.
[*](B=)παῤ ἀσπίδος ἐξεφαάνθη] ἀντὶ τοῦ παρενεχθέντος τοῦ ὅπλου. διδάσκει δὲ μηδὲν ἀπερισκέπτως ποιεῖν.
[*](B=)470. ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη] ἀνανεοῦται τὴν στάσιν καὶ ὑπεκ- καύματα δίδωσι τὰς τῶν ἀριστέων πτώσεις καὶ τὸν πόλεμον ἐπι- φανέστερον ποιεῖ. ἱκανὴν δὲ πίστιν ἐπάγει τοῖς λόγοις ὡς αὐτό- πτης ὤν.
[*](B=)ἔργον ἐτύχθη ἀργαλέον Τρώων καὶ Ἀχαιῶν] ἤλλακται ἡ φύσις· πρῶτοι γὰρ ὥρμησαν Ἕλληνες διʼ Ἕλεφήνορα πεσόντα.
[*](A-)472. ἐδνοπάλιζεν] δονῶ δονοπίζω, πλεονασμῷ δονοπαλίζω, συγκοπῇ δνοπαλίζω, ὡς πυκτεύω “πυκταλεύω” (Sophro Et. M. 345, 40)· ση- μαίνει δὲ κατέβαλε· “τὰ 〈σὰ⟩ ῥάκεα δνοπαλίξεις” (Od. 14. 512).
[*](B=)473. Ἀνθεμίωνος υἱόν] οὐ ψιλὸν τοῦ τετρωμένου τὸ ὄνομα τέθεικεν, [*](1. ἄπειρος ‖ 6. εὐρύαλον ‖ ἀπεσσύμενον)
474. *ἠίθεον] τὸν ἰσόθεον ἡλικίαν ἔχοντα.
476. μῆλα ἰδέσθαι] “μῆλα” ὁ ποιητὴς τὰ πρόβατα καὶ αἶγας, [*](B=) Ἡσίοδος τὰ τετράποδα πάντα (Opp. 163).
477. *οὐδὲ τοκεῦσι θρέπτρα φίλοισʼ ἀπέδωκε] διδάσκει μὴ καρα- [*](B=) δοκεῖν τὴν ἀπὸ παίδων γηροκομίαν.
480. *πρῶτον] ἐν τοῖς προμάχοις δηλονότι.
[*](B=)482. πέσεν, αἴγειρος ὥς] μέχρι τούτου τὰ τῆς ὁμοιώσεως· τὰ δὲ [*](B=) λοιπὰ ἐκ περιουσίας ἐναβρυνόμενός φησι καὶ διώκων ἡδονήν. §. ποιητικὴ δὲ 〈ἡ⟩ ἀναστροφή, οὐ μετρική.
[*](B=)483. ἥ ῥα τʼ ἐν εἱαμενῇ] καὶ ἀλλαχοῦ “αἰγείρων ὑδατοτρεφέων [*](A+) ἦν ἄλσος” (Od. 17. 208)· εἱαμενή δὲ ἡ συνεστηκυῖα τῶν ὑδάτων συμβολή· εἱμένη εἱαμένη εἱαμενή, ὡς δεξαμενή. §. δασυντέον δὲ τὸ [*](A=) “εἱαμενῇ” παρὰ τὴν ἕσιν.
484. ἀτάρ τε οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασιν] τὰ γὰρ ἄοζα [*](B=) ἕτοιμα πρὸς κάμψιν. παρυδατίῳ δὲ φυτῷ εἴκασε τὸν παρὰ ποταμῷ γεγενημένον.
486. ὄφρα ἴτυν κάμψῃ] παντὸς περιφεροῦς τὸ τελευταῖον μέρος.