Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
137. *ἔρυμα] Ζηνόδοτος καὶ Ἀριστοφάνης “ἔλυμα.”
[*](A+)138. ἥ οἱ πλεῖστον ἔρυτο] διὰ τί μᾶλλον αὕτη τοῦ θώρακος [*](B=) [*](27. ἔστιν B: διὰ)
139. *ἀκρότατον] ἀντὶ τοῦ ἄκρου· χρὼς γάρ ἐστιν ἡ ψιλὴ τοῦ σώματος ἐπιφάνεια.
[*](B=)140. αὐτίκα δʼ ἔρρεεν αἷμα] ἴσως φλὲψ ἦν λυθεῖσα· καὶ διὰ μὲν τοῦ κελαινοῦ τὴν χροιάν, διὰ δὲ τοῦ νέφους τὴν σύστασιν· “νέφος εἵπετο πεζῶν” (274). ἐπεξεργάζεται δὲ τὴν πληγήν, ὅπως τὴν Ἀγαμέμνονος ὑποφήνῃ διάθεσιν.
[*](A+ B -)ἐξ ὠτειλῆς] οὕτω τὴν ἀπὸ δόρατος μόνην πληγὴν καλεῖ, εἰ μὴ ἄρα τῷ γενικωτέρῳ χρῆται, ὡς τὸ “ἀλλʼ οὐ γάρ σε θέλω βαλέειν” (Il. 7. 242).
[*](A+)*ὠτειλῆς] νῦν ἡ ἀπὸ βέλους.
[*](B=)141. ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα] ὄψιν ἡμῖν γραφικὴν παρέστησεν. θαυμάζεται δὲ παρὰ Λάκωσι λευκὸς χρὼς καὶ ξανθὴ κόμη· διὰ τοῦτο καὶ Τρῶες μαλθακὸν αὐτὸν οἴονται· ἐπὶ παντὸς γὰρ ζῴου τὸ μελάγ- χροόν ἐστιν ἰσχυρότερον.
[*](B=)φοίνικι μιήνῃ] φοινικῷ ἄνθει, ὃ ἀπὸ τῆς πρίνου συλλέγουσι [*](B=) Τροιζήνιοι. §. μιήνῃ” δὲ ἑνώσῃ παρὰ τὴν μίαν, ἢ βάψῃ· μιάμματα γὰρ τὰ βάμματα.
[*](B=)142. * Μῃονίς] ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς.
[*](A+)* Κάειρα] τινὲς 〈ἐκ τοῦ Καῖρα Κάιρα〉 διῃρῆσθαι, οἳ δὲ 〈ὡς〉 ἀπὸ τοῦ φαίνω φαείνω· καὶ ὁ λόγος δὲ τὴν δίφθογγον ἀπαιτεῖ.
παρήιον ἔμμεναι] τὴν γνάθον γὰρ παρηίδα φησίν. §. τὸ δὲ [*](A+) “ἵππων” ἀντὶ ἑνικοῦ· οἳ δὲ “ἵππω” δυϊκῶς.
[*](B -)143. κεῖται δʼ 〈ἐν〉 θαλάμῳ] θάλαμος ὁ οἶκος· πρὶν γὰρ ὅτε δὴ θάλαμος ἡ ἀποθήκη· “ὅθι νητὸς χρυσός” (Od. 2. 338)· ὁ κοιτών· “Τηλέμαχος δʼ ὅθι οἱ θάλαμος” (Od. 1. 425)· ὅθεν “θαλαμη- πόλος” (Od. 7. 8).
[*](B=)* πολέες τέ μιν ἠρήσαντο] πολλοὶ μὲν οἱ ἐπιθυμοῦντες, βασιλεὺς δὲ ἐπέτυχεν.
[*](B=)145. *ἀμφότερον] ἐπίρ〈ρ〉ημα· οὐ γάρ ἐστιν ἑνικὸν τοῦ ἀμφότεροι.
[*](B=)ἐλατῆρι δὲ κῦδος] μεγαλοπρεπέστερον γὰρ ἀποφαίνει τὸν ὀχού- μενον.
[*](3. τ. ἁπλοῦ, cf. A ‖ 17. ὃν ‖ πρόνου ‖ 18. τροινίοι ‖ ἑνώσει ‖ βάψει ‖ 20. τοῦ μαόνες ‖ 21. suppl. W ex A ‖ 22. φαίνω φαΐνω ‖ δει ‖ 23. παρηιάδα: corr. W ‖ 27. δʼ ἠιόθι 31. ἑνικοῦ τοῦ ἀμφότερον)146. τοῖοί τοι, Μενέλαε] ἀντὶ τοῦ τοῖον. §. περιπαθῶς δὲ ἐπιμένει [*](B=) τῇ ἀποστροφῇ ὁ ποιητής.
[*](B=)147. Νικάνωρ τὸ “εὐφυέες” τῷ “ μηροί” προσάπτει, οἱ δὲ ὑπομνη- [*](AB-) ματισταὶ τῷ “κνῆμαι.” καὶ Πείσανδρος “ξανθοκόμης μέγας ἦν, γλαυκόμματος, ἄρτι παρειὰ λοχμάζων εὔκνημος.”
148. ῥίγησεν δʼ ἄῤ ἔπειτα] 〈δείκνυσι〉 τοῦ μὲν τὸ φιλάδελφον, εἰ [*](B=) 〈πρὸ〉 τοῦ τετρωμένου αἴσθεται, τοῦ δὲ τὸ καρτερικόν· ἐπίσης δὲ ἄμφω ἀσχάλ〈λ〉ουσιν, ὃ μὲν τοῦ ἀδελφοῦ, ὃ δὲ τοῦ πλήθους χάριν.
149. ὡς εἶδεν μέλαν αἷμα] τὸ μὲν γὰρ ἐξ ἐπιπολῆς κατʼ ἀρχὰε [*](B-) φερόμενον πυ〈ρ〉ρόν ἐστι, τὸ δὲ ἐκ βάθους μέλαν· ἢ διὰ τὸ παγῆναι.
* εἶδεν] ἀντὶ τοῦ ᾔσθετο· πῶς γὰρ ἑώρα τὸ ἐμπεπηγὸς τῇ [*](B=) παντευχίᾳ;
150. * ῥίγησεν δὲ καὶ αὐτός] κοινῇ λέξει χρησάμενος ἐπʼ ἀμφοῖν [*](B=) τὸ ἴσον δέους ὑπέφηνεν.
152. * ἐνὶ στήθεσσι] φαίνεται τὸ ἡγεμονικὸν περὶ τὰ στήθη [*](B=) εἰδώς· ἐκεῖ γοῦν ἀθροισθῆναι τὸν λογισμόν φησιν.
153. * βαρὺ στενάχων] ἠθικὸν καὶ περιπαθές· ηὔξηται δὲ τὸ [*](B=) “βαρύ” 〈τῷ〉 “οἶον προστήσας” (156).
154. χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δʼ ἑταῖροι] ἄφελε [*](B=) τὸν στίχον, καὶ οὐ βλάψεις τὴν σαφήνειαν, ἀπολέσεις δὲ τὴν ἐνάρ- γειαν, ἥτις ἐμφαίνει τὴν Ἀγαμέμνονος συμπάθειαν καὶ τὴν τῶν συναχθομένων ἑταίρων διάθεσιν.
155. φίλε κασίγνητε] περιπαθῶς αὐτῷ διαλέγεται.
[*](B+)156. οἶον προστήσας] μεταφορικῶς ἀπὸ τῶν θυμάτων ἅπερ προϊ- [*](B-) στῶσι τῶν βωμῶν, ὡς καὶ παρὰ Νέστορι “προὔχοντο ἑκάστοθι —ταύρους” (Od. 3. 8).
*πρὸ Ἀχαιῶν] οἶκτον ἅμα καὶ σπουδὴν κινεῖ τοῖς Ἀχαιοῖς.
[*](B=)157. ὥς σʼ ἔβαλον Τρῶες] μετʼ ἀγανακτήσεως εἴρηται· διὸ καὶ [*](B=) ἀπὸ ἄλλης ἀρχῆς ἐστιν. συνασχά〈λ〉λων δὲ τῇ πληγῇ οὐ παραμυ- θεῖται.
ὥς σʼ ἔβαλον Τρῶες] ὡς κοινῇ παρασπονδησάντων αὐτῶν, καὶ [*](B=) λόγῳ μὲν τὸ μονομάχιον, ἔργῳ δὲ τὸν δόλον σοφισαμένων.
158. οὐ μέν πως ἅλιον] γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτω- [*](A+B=) [*](1. Μενέλαον ‖ 3. schol. cum praecedenti coniunctum ‖ 4. μ. ἢ γλ. ‖ 5. παρειὰν λαχνάζων coni. Haupt op. 3. 567, παρειὰν Meineke ‖ 6, 7. sup- plevi ex B ‖ 16. εἶδος ‖ 28. ὥστʼ ἔ. ‖ 31. ἔβαλλον ‖ π. τῶν αὐτῶν)