Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

93. ἰλαδόν] πρὸς τὸ βοτρυδόν.

[*](B-)

μετὰ δέ σφισιν ὄσσα δεδήει] ἐν αὐτοῖς δὲ θεία τις φήμη ἐξῆπτο καὶ διηγείρετο, παρορμῶσα τὸν λαὸν ἐπὶ τὴν ἀγοράν.

[*](B-)

95. τετρήχει] ἐκ τοῦ ταράσσω, οὗ ὁ παρακείμενος τετάραχα, καὶ κατὰ συγκοπὴν καὶ αὔξησιν Ἰωνικὴν τοῦ ᾱ εἰς η τέτρηχα, ὁ ὑπερ- συντελικὸς ἐτετρήχειν. ἐτεθορύβητο οὖν καὶ ἀσύμφωνος ἦν.

[*](B=)

*ἀγορή] τὸ πλῆθος.

[*](B=)

96. ὅμαδος] ὁμόαυδος ἡ ὁμοῦ αὐδή, ἢ ὄπαδος παρὰ τὴν [*](AB =) ὄπα. §. πιθανῶς δὲ ἐν μὲν ταύτῃ τῇ ἐκκλησίᾳ κήρυκές εἰσιν οἱ τὴν βοὴν παύοντες, ἐν δὲ τοῖς ἑξῆς τὴν Ἀθηνᾶν τῷ Ὀδυσσεῖ παρέστησεν· πλείων γὰρ ὁ θόρυβος.

[*](B+)

ἐννέα δὲ—κήρυκες] οἱ τῶν ἐννέα γερόντων, Ὀδίος Αἴαντος, οἱ περὶ Ταλθύβιον καὶ Εὐρυβάτην Ἀγαμέμνονος, Εὐρυβάτης Ὀδυσσέως, Ἀσφαλίων καὶ Ἐτεωνεὺς Μενελάου, Θοώτης, Στέντωρ.

[*](A+B=)

99. σπουδῇ δʼ ἕζετο] μόγις. δηλοὶ δὲ ἡ λέξις καὶ τὸ ταχέως· “σπουδῇ νῦν ἀνάβαινεν” (Od. 15. 209).

ἐρήτυθεν δὲ καθʼ ἕδρας] λαὸς ἐρήτυθεν.

[*](B=)

100. ἀνὰ δὲ κρείων] ἢ ἐπὶ βήματος ἀνέστη, ἢ ἀνασχὼν τὸ σκῆπτρον.

[*](B=)

101. τὸ μὲν Ἥφαιστος] ὁ τρόπος κλῖμαξ· τὸ λῆγον γὰρ τῆς διανοίας ἀρχὴ γίνεται τῶν ἑξῆς. ἕκαστος δὲ στίχος τὸ γένος, τὸν δόντα, τὸν εἰληφότα φησίν. μέγα δέ ἐστι καὶ θεῖον ὂν καὶ ὑπὸ θεῶν διακονούμενον.

[*](A-B=)

κάμε τεύχων] καμὼν ἔτευξεν. ἀντιστροφὴ ὁ τρόπος.

[*](A+B=)

102. Ἥφαιστος μὲν δῶκε] ὁ μὲν Πφαιστος κατεσκεύασε τῷ Διὶ ὡς χειρῶναξ κελευόμενος, ὁ δὲ Ἑρμῆς εἴληφε παρὰ Διὸς κομίσαι, διακονίαν τινὰ ταύτην ἐκτελῶν· Πέλοψ δὲ καταλείπει Ἀτρεῖ πρεσ- βυτάτῳ ὄντι τῶν υἱῶν, Ἀτρεὺς δὲ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ διαδόχῳ χρῆται τῷ ἀδελφῷ· ὃ δὲ οὐ τῷ ἑαυτοῦ παιδὶ Αἰγίσθῳ τὴν [*](3. φασι ‖ 9. ὅσα ‖ 21. ἀσφαλείων)

65
ἀρχὴν ἐνεχείρισεν, ἀλλʼ ὥσπερ ἀγαθὸς ἐπίτροπος διαφυλάξας κατέ- λιπεν Ἀγαμέμνονι.

103. αὐτὰρ ἄρα Ζεύς] καλῶς ὁτὲ μὲν ἀπὸ τοῦ ὀνόματος, ὁτὲ δὲ [*](B=) ἀπὸ τοῦ συνδέσμου ἄρχεται, τὸ ὁμοειδὲς ἐκκλίνων.

ἀργειφόντῃ] ἀργῷ φόν⌈ου· “μηδέ] τι οἱ θάνατος καταθύμιος ἔστω· [*](A+B=) τοῖον γάρ οἱ πομπὸν〈ὀπάσσομεν Ἀργειφόντην⟩” (Il. 24. 152)· καὶ “δώτορα ἑάων” αὐτόν φησι (Od. 8. 335). §. ἀεργοφόντης ἀργεο- [*](B-) φόντης καὶ ἀργειφόντης, ὡς πλέον πλεῖν, Νεόλαος Νείλεως· τὸν γὰρ Ἰοῦς ἔρωτα οὐκ οἶδεν ὁ ποιητής, πέπλασται δὲ παρὰ τοῖς νεωτέροις τὰ περὶ τὸν Ἄργον.

104. “Ἑρμείας” Αἰνείας Αὐγείας διὰ τοῦ ᾱ παρὰ τῷ ποιητῇ. §. “ἄναξ” δὲ ὁ θεός.

Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι] Ἑρμοῦ γάρ φασιν αὐτὸν [*](B~) καὶ Καλύκης· ἢ διὰ τὸν κύνα. πέπλασται οὖν τοῖς νεωτέροις τὰ περὶ Οἰνόμαον καὶ τὴν χρυσῆν ἄρνα. §. πλήξιππον δέ φασιν εἰρῆσθαι [*](A+B=) τὸν Πέλοπα διὰ τὸ μετὰ θάνατον Μυρτίλου αὐτὸν ἡνιοχῆσαι τοὺς ἵππους ἀπὸ Εὐβοίας μέχρι Πελοποννήσου.

105. Πέλοψ δῶκʼ Ἀτρέι] φασὶν Ἀτρέα καὶ Θυέστην ἐπιβουλεύ- [*](A+B=) σαντας Χρυσίππῳ νόθῳ ἑαυτῶν ἀδελφῷ ἐκβεβλῆσθαι ὑπὸ τοῦ πατρός, μετὰ δὲ θάνατον Πέλοπος Ἀτρέα ἐπιστρατηγήσαντα εἰς Ἦλιν κρατῆσαι τῶν σκήπτρων τοῦ πατρός.

106. ἔλιπεν πολύαρνι Θυέστῃ] ὅτι Ὅμηρος οἶδεν αὐτοὺς ἄχρι [*](A-B=) τέλους ἀδελφικὴν εὔνοιαν φυλάξαντας· εἰ δὲ ἦν αὐτοῖς ἔχθρα, οὔτ᾿ ⟨ἂν⟩ ὡς Αἴγισθον Ἀγαμέμνων κατήγετο, οὔτε οἱ θεοὶ ἐπέστελλον Αἰγίσθῳ μὴ ἀμύνασθαι τοὺς ἐχθρούς, οὐδὲ τὸν Αἴγισθον Ὅμηρος πικρῶς οὕτως ἐλοιδόρει ἄναλκιν καὶ δολόμητιν καλῶν, εἰ μὴ τὰ τῆς συγ- γενείας πρῶτος ἐλυμήνατο. Λικύμνιος δὲ παραδηλοῦσθαί φησι τὴν ἔχθραν λεληθότως, ἵνα μὴ βλασφημήσῃ τὸ γένος· τὸ μὲν γὰρ “δῶκε” φιλίας τεκμήριόν φησι, τὸ δὲ καταλιπεῖν ἀνάγκης, διὸ ἐφʼ ὧν 〈μὲν⟩ τῷ “δῶκεν” ἐχρήσατο, ἐφʼ ὧν δὲ τῷ “λεῖπεν.” §. “πολύαρνι” δὲ ἐκ τοῦ πολυάρην.

107. λεῖπε φορῆναι] μέγα πρὸς ἀρχὴν παρασκευὴ πολυχρόνιος [*](B=) καὶ παλαιὸν ἀξίωμα. ἐξῆρεν οὖν τὸν φοροῦντα. §. “φορῆναι” δέ, ἐφόρη φορῆναι.

[*](5. τι τοι ‖ 8. καὶ ἀργεαφόντης ‖ 20. εἰς ἴλιον ‖ 23. οὔθ᾿ ὡς ‖ 25. οὖδὲ W: οὔτε ‖ 30. τῷ B: τὸ ‖ 33. τροφῆς post παλ. del. W ut B ‖ ἀξίωμα:—)
66
[*](B=)

* 109. ἐρεισάμενος] ἐπερείσας ἑαυτόν.

[*](B=)

110. ἥρωες Δαναοί] προ〈επ〉αίρει τοῖς ἐγκωμίοις, ὅ??ως αἰδοῖντο φεύγειν. οὐ λέγει δὲ αὐτοῖς τὸ ὄναρ, ὅπως μὴ δοκῇ σκευώρημα εἶναι, ἢ ἑτέρως ἀποβὰν θεομισὴς δόξῃ.

[*](B=)

111. ἄτῃ ἐνέδησε] ἡ ἑκούσιος ἁμαρτία, “κακὰ κέρδεα ἶσ᾿ ἄτῃσιν” (Hes. Opp. 352). οἳ δὲ ζημία· τοῦτο δὲ ἀναπόδεικτον.

[*](B=)

112. ὃς πρὶν μέν μοι] προτρεπτικὸν τοῦτο πρὸς τὸ μένειν 〈τοὺς⟩ Ἀχαιούς· οὐ γὰρ ἀτελεύτητον “ὅ τι κεν κεφαλῇ κατα- νεύσῃ” (Il. 1. 527)· ἀνάγει δὲ ἐπὶ τοὺς νεοσσοὺς καὶ τὰς διο- σημίας.

[*](B+)

113. Ἴλιον ἐκπέρσαντʼ] ἐκπέρσαντι τὸ ἐντελές, ὡς “χρυσείῃ κερκίδʼ ὕφαινεν” (Od. 5. 62).

[*](AB=)

114. κακὴν ἀπάτην] ἔστι γὰρ καὶ δικαία· Αἰσχύλος (fr. 294 N.) “ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός.” καὶ τίς πείθοιτο θεὸν ἐναντία ἑαυτῷ βουλεύσασθαι;

[*](B+)

115. * δυσκλέα] ἔλλειψις τοῦ ε, οὐ συναλ〈ο〉ιφή.

[*](B+)

*ἐπεὶ πολὺν ὤλεσα λαόν] ὅτε ἢ ἀφʼ οὗ· οἰκειοῦται δὲ τὴν ἀπώ- λειαν.

[*](A+B=)

116. *μέλλει] ἔοικεν. διὰ τούτου δὲ διστάξιμον αὐτὸ ἐποίησεν.

[*](AB-)

117. πολλάων πολίων] ἀδίκων ὡς ἔπαθον αἱ μεγάλαι. ἄδηλον δέ, εἴτε καθολικῶς αὐτὸ λέγει ἢ περὶ τῶν εἰκοσιτριῶν, ὑπόνοιαν διδοὺς καὶ περὶ Ἰλίου· πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν δύναμιν δεῖξαι τοῦ θεοῦ.

[*](AB+)

* Πυθαγόρας ἐρωτηθείς, τί ἐστι θεός, τὸ πάντων κρατοῦν εἶπεν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει.

[*](B=)