Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

179. ἀλλʼ ἴθι νῦν] ἴσον ἐποίησε τῇ Ἀθηνᾷ τὸν Ὀδυσσέα, τοῦτον [*](B=) παραγαγὼν ὑπʼ αὐτῆς κελευόμενον, ὅπερ ἐκείνη ὑπὸ τῆς Ἥρας ποιεῖν ἐπετέτακτο.

μηδʼ ἔτʼ ἐρώει] ὁρμᾶν ἔα, ἢ μὴ παύου.

182. ὃ δὲ ξυνέηκε] τὴν ὄπα φωνησάσης τῆς θεᾶς.

183. βῆ δὲ θέειν] ὥστε θέειν. §. ἀφείλετο δὲ τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ. ἔστι δέ, ὥρμησεν ἐπὶ τὸ θέειν. ἢ Ἀττικῶς [*](AB=) λείπει τὸ ὥστε· ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς.

ἀπὸ δὲ χλαῖναν] χλαῖνα ἡ τετράγωνος χλαμύς, ἡ εἰς ὀξὺ λήγουσα. [*](A=) §. ἀπέβαλε δὲ ταύτην ἢ διὰ τὸ εὐπερίσταλτον, ἢ διὰ τὸ ἐπιστρέφειν τῇ [*](B=) παραδόξῳ θέᾳ τοὺς πολλούς, ἢ ἵνα ταπεινὸς ὑπηρέτης δοκῇ εἶναι τῶν βασιλικῶν δογμάτων. οἳ δέ, ὅτι ἀπὸ τῆς σπουδῆς αὐτομάτως πέπτωκεν. καὶ περὶ Ἀγαμέμνονος δὲ ἑτέρωθί φησι “πορφύρεον μέγα φᾶρος ἔχων” (Il. 8. 221).

184. κῆρυξ Εὐρυβάτης] ἕτερός ἐστιν οὗτος παρὰ τὸν Ἀγαμέμ- [*](A-) νονος, ὡς Πορφύριος· διὸ τὸ “Ἰθακήσιος” προσέθηκεν.

*ὀπήδει] ἠκολούθει.

186. δέξατό οἱ σκῆπτρον] τὸ σκῆπτρον δέχεται, ἵνα δοκῇ παρὰ [*](A - B=) τοῦ βασιλέως εἰληφέναι τὴν κατὰ τῶν ἀκοσμούντων ἐξουσίαν, καὶ μὴ χολῶσιν ἐπιτιμώμενοι. ἡ ἔπειξις δὲ τοῦ καιροῦ περιεῖλε τοὺς Ἀγαμέμνονος λόγους.

πατρώιον ἄφθιτον] ποιητικῶς τοῦτο πέπλασται. τὸ δὲ ἀθάνατον [*](A - B=) [*](5. τὸ καὶ B: καὶ τὸ ‖ 8. ι scripsi: ε ‖ 27. περὶ τὸν Ἀγαμέμνονα ‖ 28. διὸ B: διʼ οὗ ‖ 30. δοκῇ B: δόξῃ ‖ 32. χολῷεν)

72
ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσσουσι, τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων.

188. ἔξοχον ἄνδρα κιχείη] τινὲς “κιχοίη.”

[*](B=)

189. τὸν δʼ ἀγανοῖς] δύο μέρη· τὸ δὲ “τό” ἀντὶ τοῦ δή.

[*](AB+)

τὸν δʼ ἀγανοῖς] ὅτι οὐκ ἐγκλιτέον τὸν “δέ.”

[*](B=)

190. οὔ σε ἔοικε] ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ συνήθεια.

[*](B=)

κακὸν ὣς δειδίσσεσθαι] εὐλαβεῖσθαι· θωπεύων δὲ δυσωπεῖ.

[*](B=)

191. κάθησο] κάθου Ἀττικῶς.

[*](B=)

καὶ ἄλλους ἵδρυε] αὐτὸς διὰ τῶν ἐπιφανῶν τὸ πᾶν ἱδρύει.

[*](A=)

192. οὐ γάρ πω σάφα οἶσθα] ὅτι ὑπὸ τοῦτον ἔδει τετάχθαι τοὺς ἑξῆς παρεστιγμένους τρεῖς στίχους· εἰσὶ γὰρ πρὸς βασιλέα ἁρμό- ζοντες, οὐ πρὸς δημότας· “οὐ μέν—πάντες” (203).

[*](A+)

οἷος νόος Ἀτρείδαο] αἱ χαριέστεραι “Ἀτρείωνος.”

[*](AB=)

193. νῦν μὲν πειρᾶται] ἀπὸ τοῦ “νῦν μέν” ἕως τοῦ “τιμὴ δʼ ἐκ Διός” (197) ἀθετοῦνται ὡς οὐ προτρεπτικοὶ εἰς καταστολήν.

[*](B=)

τάχα δʼ ἴψεται] διστακτικὸν τοῦτο.

[*](B +)

194. ἐν βουλῇ δʼ οὐ πάντες] εἰς ὑπόνοιάν τε αὐτοὺς ἄγει καὶ οὐ δοκεῖ ἐκφαίνειν τὰ τοῦ βασιλέως ἀπόρρητα.

[*](AB=)

ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν] μετρίως, ἵνα μὴ καταισχύνῃ τοὺς ἄλλους, εἶπε τὸ “ἀκούσαμεν.” τινὲς δὲ ἐν ἐρωτήσει, μὴ οὐκ ἠκούσα- μεν πάντες οἱ βασιλεῖς τί εἶπεν ἐν τῇ βουλῇ Ἀγαμέμνων;

[*](B=)

195. *τὸ “μή τι” διστακτικόν.

[*](B=)

196. θυμὸς δὲ μέγας ἐστί] ἐπηρμένος. καἰ μεγαλήτορας γοῦν αὐτούς φησιν.

[*](A+)

διοτρεφέος βασιλῆος] οὕτως αἱ πᾶσαι πλὴν τῆς Ζηνοδότου.

[*](AB=)

197. τιμὴ δʼ ἐκ Διός ἐστι] καλῶς καὶ ταῦτα, ἵνα δεδοικότες μὲν ὦσιν ὡς μεγαλόφρονα—τοῦτο γὰρ δηλοῖ “θυμὸς δὲ μέγας ἐστίν” — σέβωσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα· καὶ θεῷ πειθαρχεῖ ὁ ὑποκείμενος βασιλεύς.

[*](B=)

198. βοόωντά τʼ ἐφεύροι] περὶ Ἀχιλλέως, αὐτὸν ἄρχειν θέλοντες. ἢ ἐπεί φησι “τοὶ δʼ ἀλλήλοισι κέλευον ἅπτεσθαι νηῶν” (151).

[*](B=)

199. τὸν σκήπτρῳ ἐλάσασκε] δόξειεν〈ᾶν〉 καὶ τοῦτο εἶναι ἄλογον, ὅτι τῆς Ἀθηνᾶς εἰπούσης “σοῖς δʼ ἀγανοῖς” φαίνεται τύπτων τινάς, ὡς παρακούων τῆς θεοῦ, ὅπερ ἁρμόζον οὐδαμῶς ἐπὶ Ὀδυσσέως. ἐροῦμεν δέ, ὅτι ἡ μίμησις οὐκ ἄλογος· τὸ γὰρ ἐν τοσούτῳ θορύβῳ μηδὲ [*](10. τούτων ‖ 32–73, 5 post schol. 215 ‖ 33. Ἀθηνᾶς B: θεᾶς ‖ 35. μηδἐν)

73
σφαλλόμενον τὸν Ὀδυσσέα ποιεῖν ἀμίμητον. πάντες γὰρ ἐν τοιού- τοις καιροῖς ταραττόμεθα παρηχούμενοι ὡς πολλὰ ἐπιλανθάνεσθαι. σκήπτρῳ ἐλάσασκε] οἱ γὰρ θρασεῖς κολακευόμενοι ἐπαίρονται, [*](A = B-) εἴκουσι δὲ πληγαῖς· πῶς οὖν “δημοχαριστής” (Eur. Hec. 143) κατὰ τοὺς τραγικοὺς ὁ Ὀδυσσεύς;

200. ἀτρέμας ἧσο] ἐν ἡσυχίᾳ κάθησο, καὶ ἄκουε τῶν βασιλέων, [*](B=) ἵνα ἔκδηλος ἡ βουλὴ γίνηται.

201. οἳ σέο] ὀρθοτονητέον τὴν “σέο.”

[*](A+)

203. οὐ μέν πως πάντες βασιλεύσομεν] οὐκ ἔσται δημοκρατία [*](AB=) φησίν. εἰ δὲ τοῖς μείζοσι ταῦτα ἔλεγεν, ἐξῆπτεν 〈ἂν) τὴν στάσιν, σπουδαρχιδῶν ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ καθαπτόμενος.