Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
298. δύο δοῦρε] ἕτερον ἐν τῇ ἀσπίδι, τὸ δὲ ἐν τῇ δεξιᾷ. κινου- [*](B=) μένου δὲ αὐτοῦ ἄμφω τινάσσεται.
299. ὅς τʼ ἐπιδευής—κρειῶν] ἐπεξειργάσατο τὴν προκειμένην [*](B–) εἰκόνα “ὦρσεν ἐπʼ Ἀργείοισι, λέονθʼ ὥς” (293)· ἐνταῦθα γὰρ καὶ λιμώττει ὁ λέων, καὶ οὐ νεμομένῳ ζῴῳ ἐπιτυγχάνει, εἰς ἔπαυλιν δὲ αὐτὸν ὁ λιμὸς ἄγει.
301. μήλων πειρήσοντα] ἐνεδρεύσοντα· ὅθεν καὶ πειρατής.
[*](A+)καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν] οὐ μόνον τοῖς ἐν νομαῖς, ἀλλὰ καὶ τοῖς κατακεκλεισμένοις.
302. βώτορας] 〈βῶ〉 βόσω βότωρ βότωρος, ὑπερβιβασμὸς [*](A=) χρόνου βώτορος.
303. σὺν κυσῖ—〈φυλάσσοντας〉] οἷον προπαρεσκευασ μένους πρὸς [*](B=) τὴν ἔφοδον αὐτοῦ.
304. *ἀπείρητος] μὴ πεῖραν ἑαυτοῦ δοὺς ἢ λαβών.
[*](A~ B=)305. ἢ ἥρπαξε—ἠ〈ὲ καὶ αὐτὸς〉 ἔβλητο] πρὸς τὸν θανατῶντα [*](B=) λέοντα τὸ πρόθυμον Σαρπηδόνος παρέβαλεν. τὴν ἐκ μεθόδου δὲ προσβολὴν δηλοῖ τὸ “ἥρπαξε.”
308. ῥήξασθαι ἐπάλξεις] τοὺς μέσους τῶν ἐπάλξεων. προεῖπε γὰρ “ ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις” (263).
[*](3. τι χ. B ‖ 7. ἓξ scripsi: videtur ς, at fere evanuit ‖ 10. ἤτοι χ. B ‖ 20. ἄγει B: ἄγεται ‖ 21. ἐνεδρεύσοντα A: ἐνεδρευθέντα ‖ πειροτάς || 24. suppl. sec. ‖ βότορος ὑ. ‖ 26. προπαρασκευασ μένους ‖ 29. θανα- τοῦντα B)διά τε ῥήξασθαι] ἔμφασιν ἔχει τὸ ὑπερβατόν.
[*](B=)310. τίη δὴ νῶι τετιμήμεσθα] αἰδήμονος οἱ λόγοι καὶ μεγαλο- ψύχου καὶ εὐγνώμονος· αἰδεῖται γὰρ ταῖς τιμαῖς πλεονεκτεῖν καὶ μὴ ταῖς ἀνδραγαθίαις· μεγαλόψυχος δὲ ὣν καταφρονεῖ θανάτου· εὐ- γνωμοσύνης δὲ τὸ ὁμολογεῖν τὴν τιμήν. §. Ἀττικῶς δὲ “τί δή·ʼ διὰ [*](B=) δὲ τὸ ἐργῶδες τῆς ἐγχειρήσεως ἑταιροποιεῖται.
311. ἕδρῃ τε κρέασίν τε] καὶ “σὸν δὲ πλεῖον δέπας ἀεί” (Il. 4. 262) καὶ “νώτοισιν δʼ Αἴαντα” (Il. 7. 321).
[*](B=)312. θεοὺς ὣς εἰσορόωσιν] αἰσχρὸν δὲ τοὺς ἐν θεῶν μοίρᾳ τεταγ- μένους μηδὲ ἄνδρας ἀξιολόγους φαίνεσθαι.
[*](B=)313. καὶ τέμενος νεμόμεσθα] ἐν δὲ Λυκίᾳ 〈ἡμᾶς) ὡς θεοὺς 〈εἰσ〉ο- ρῶσιν· διδάσκει δὲ ὡς οὐ δεῖ μὴ προκινδυνεύοντα βασιλέα τιμᾶσθαι.
καὶ τέμενος νεμόμεσθα —καλόν] ἐκ τῶν ἀλόγων ζῴων. §. “τέ- μενος” δὲ “ καλόν” τὸ μὲν πεφυτευμένον, τὸ δὲ ἀρούμενον. §. ὁ δὲ Ξάνθος Σίρβις νῦν καλεῖται.
317. ὄφρα τις ὧδ’ εἴπῃ] ἀξιοῖ καὶ σκοπεῖν καὶ τί περὶ ἡμῶν οἱ πλησίον λέγουσιν.
[*](A+)318. ἀκλειεῖς] οὕτως· “ἀκλέες” δὲ Ἀρίσταρχος κατὰ συγκοπήν, ὡς τὸ “δυσκλέα (Il. 2. 115). §. “καυστείρης” δὲ “μάχης” (316) τῆς πυρούσης τὰ σώματα.
319. ἔδουσι δὲ πίονα μῆλα] ὅτι οὐ χρυσῷ ἐτιμῶντο οἱ βασιλεῖς.
320. * σἶνόν τε] λείπει πίνουσιν.
[*](B–)322. εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε] εὐγενὴς ἡ γνώμη. τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν ἀποφαίνει πάντων, τὸ δὲ μετʼ εὐκλείας τῶν ἀγαθῶν μόνων· καὶ τὴν παραυτίκα σωτηρίαν οὐκ ἀπαλλαγὴν θανά- του, ἀλλʼ ἀναβολὴν χρόνου μικρὰν μετʼ ἀδοξίας γινομένην φησὶν εἶναι. διδάσκει οὖν μὴ προ〈σ〉ίεσθαι διὰ τοῦτο ἀναβολήν—“τί γὰρ παρʼ ἦμαρ ἡμέρα” (Soph. Ai. 475) ;—οὐ γὰρ ὁ τόπος 〈τὴν〉 εἱμαρμένην παρεγ- χωρεῖ. τὸ δὲ ἑξῆς, “εἰ μὲν γὰρ —μέλλοιμεν ἀγήρω τε 〈—ἔσσεσθαι〉.”
324. ἐνὶ πρώτοισι μαχοίμην] τίς ἂν πιθανὸς εἴη λέγων μὴ τοιαῦτα αἱρούμενος;
325. *στέλλοιμι] ὁπλίζοιμι.
[*](1. schol. praecedenti adhaeret ‖ 6. ἑταιροποιεῖται B: ἐτεροποεῖται ‖ 11. οἱ Λύκιοι B ‖ supplevi ex B ‖ 15. Σίρβις etiam Strabo XIV p. 665: Σίρμις Eust. ‖ 18. ἀκληεῖς textus ‖ ἀκλῆες δ. coni. Spitzner et Lobeck, ἀκλεές οἳ Ludwich: ἀκλεἐς ut A 21. δὲ etiam textus ‖ 27. πρ. δύο κατὰ ἀνατολήν || 28. suppl. W ‖ 28, 29. παρεγχειρεῖ: corr. ‖ 30. μὴ W : ἣ ?? || 32. ὁπλίζομαι)326. νῦν 〈δʼ〉, ἔμπης] τὸ ἑξῆς, νῦν δὲ ἴομεν. §. τὸ σχῆμα δὲ τοῦ [*](A+B=) λόγου μετρία συγχώρησις καλεῖται· διδοὺς γὰρ τὸ δεῖν τῶν κινδύνων [*](B=) ἀφίστασθαι, εἰ ἐνῆν ἀθάνατον εἶναι, τῷ ἀδύνατον ὑπάρχειν τὸ προτεινόμενον τὴν παρρησίαν τοῦ δεῖν κινδυνεύειν 〈εἰσηγήσατο〉.
νῦν δʼ, ἔμπης] “ἔμπης” ὁμοίως πᾶσιν. ἔμφασιν καὶ τὸ “ἐφεσ- [*](B=) τᾶσιν” δηλοῖ· μυρίας, φησί, προφάσεις ἔχει ἡ μοῖρα, 〈ὥστε〉 καὶ ἀργοῦντας δύνασθαι φονεύειν.