Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

148. δοχμώ 〈τʼ ἀίσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην〉] ὀξυτονητέον [*](A=) τὸ “ δοχμώ·” δυῖκὸν γάρ ἐστιν. §. ὀρθοτονητέον δὲ τὴν ἀντωνυμίαν εἰς σύνθετον μεταλαμβανομένην.

[*](B=)

δοχμώ τʼ ἀίσ〈σ〉οντε] δόχμιοι· παρʼ ἑκάτερα γὰρ αὐτοῖς πεφύ- κασιν οἱ ὀδόντες.

[*](B=)

ἄγνυτον ὕλην] διὰ τὸ παραθήγειν τοὺς ὀδόντας.

[*](B+)

149. *πρυμνήν] ἄκραν.

[*](B=)

ὑπαὶ δέ τε κόμπος ὀδόντων] τὸ ἑξῆς, ὑπαὶ ὀδόντων.

151. ὣς τῶν κόμπει χαλκός] ὥσπερ ὀπὸ τῶν συῶν κόμπος γίνεται· ἴσως οὖν πρὸς τοῦτο ἡ εἰκών. §. τὸ δὲ “ἄντην” ἀμετα- στρέπτως μαχομένων.

[*](A–)

153. λαοῖσιν καθύπερθε] οὕτω τινὲς οὐ δεόντως· Ζηνόδοτος “λάεσσι.” §. τὸ δὲ “βίηφι” χωρὶς τοῦ ι ἐστίν.

λαοῖσιν—πεποιθότες] δῆλον ὡς ὑποστρεψάντων εἶπε τὸ “λαοῖσιν·” προέφη γάρ, Δαναῶν δὲ “γένετ〈ο〉 ἰαχή τε φόβος τε” (144).

154. χερμαδίοισιν —βάλλον] περιπαθῶς πάνυ· οἷοι γὰρ ἤσαν οἱ ἄνωθεν μόνον τολμῶντες βάλλειν, προελθεῖν δὲ ἀδυνατοῦντες· ἐν δὲ τῇ ἐπεξεργασίᾳ καὶ αὔξεται τὸ πάθος, ἀμυνόμενοι ὑπέρ τε ἑαυτῶν καὶ τῶν σκηνῶν” (155).

[*](B=)

157. ἅς τʼ ἄνεμος ζαής] πρὸς τὸ σύντονον καὶ πληκτικὸν τῶν λίθων. [*](7. ἔβαλον B ‖ 11. δεδάχαται ‖ 12. ὡς μένεται: correxi ex Et. M. p. 599, 27 || 13. κόλα Et. M. p. 525, 29 ‖ 14. supplevi ex A Et.M.: ἤγουν τὸν add. ‖ συριγμὸν A, Et. M.: συριλμὸν ‖ 15. ἀίσσονται π. δὲ σφίσιν ‖ 16. τὸ B: τὼ)

445
εἰς ἐπίτασιν οὖν τὸν ἄνεμον παρέλαβε πρὸς τὸ σφοδροτέραν τὴν κατα- φορὰν γενέσθαι. §. “νιφάδες” δὲ χιόνες. §. “ζαής ὡς ἀσεβής. τὸ δὲ “ταρφειάς” Ἀρίσταρχος ὀξύνει· καὶ οὕτως ἔχει ἡ παράδοσις.

[*](A+)

159. βέλεαῥέον] ἐπέμεινε τῇ τροπῇ, τὸ συνεχὲς καὶ ἀδιαλείπτως δηλῶν.

160. ἀμφ αὖον ἀύτευν] δύο μέρη λόγου, “ἀμφί” καὶ “αὖον,” ἵνʼ ᾗ [*](A+B–) ἀμφʼ αὐτοὺς αὖον ἀύτευν. κατεχρήσατο δὲ ἐπὶ ἀψύχων θεὶς τὸ “ἀύ- τευν·” τινὲς δὲ περίξηρον,ἒν μέρος λόγου. §. τὸ δὲἀύτευνʼ ἐπὶ ἀψύχων.

161. βαλλόμεναι μυλάκεσσι] οὕτω Ζηνόδοτος· αἱ δὲ πᾶσαι [*](A+) “βαλλομένων.” §. “ὀμφαλόεσσαι” δὲ ἀσπίδες αἱ περιφερεῖς, ἢ πολλοὺς ὀμφαλοὺς ἔχουσαι.

162. καὶ ὣ πεπλήγετο μηρώ] ἀδύνατον τοῦτο ἐπὶ ὡπλισμένου· [*](B+) ἔστιν οὖν τὸ ἡμιστίχ〈ι〉ον τοῦ ποιητοῦ.

164. φιλοψευδής] φιλῶν ἀπατᾶν· ψεύδειν γὰρ τὸ ἀπατᾶν. ἴσως [*](B=) δὲ διὰ τὰς βροντὰς 〈τοῦτό φησιν〉, ὡς δῆθεν ταύτας σημεῖα τῆς νίκης εἰληφώς. §. ὀξύνεται δέ· τὰ γὰρ εἰς ης ὑπὲρ μίαν συλ- [*](A + B=) λαβὴν ὀξυνόμενα ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον, σεσημειωμένου τοῦ ἀληθής. καὶ τὸ κριτής δὲ ἔσθʼ ὅτε μεταβολὴν τόνου ποιεῖται.

167. ὥς τε σφῆκες μέσον αἰόλοι] παμφάγοι γάρ εἰσιν· αἱ δὲ μέ〈λισ〉σαι ἀπλῆν ἔχουσι τὴν χρόαν, ἐπεὶ ἓν ἐσθίουσιν. §. ἀξιό- πιστος δὲ ὁ παρὰ τῶν πολεμίων ἔπαινος. εὐτελεῖ δὲ ζῴῳ καὶ θυμικῷ [*](B=) παρέβαλε, τὴν μὲν ἀλκὴν ὁμολογεῖν ἀναγκαζόμενος, ἀφαιρούμενος δέ τι τοῦ τῶν ἀνδρῶν ἀξιώματος διὰ τὴν τοῦ ζῴου σμικρότητα.

μέσον αἰόλοι] τὸ μέσον εὐκίνητοι διὰ τὴν ἐντομήν.

[*](A=)

σφῆκες —ἠὲ μέλισσαι] δἰ ἀμφοῖν ἓν δηλοῦται.

[*](A+)

170. ἀμύνονται περὶ τέκνων] συλληπτικῶς· τοῦτο γὰρ σφηκῶν, [*](B=) μελισσῶν δὲ τὸ ὑπὲρ τοῦ μέλιτος. §. τὸ δὲ “ἄνδρας θηρητῆρας” [*](A=) ἀμφοῖν δύναται εἶναι.

171. *ὣς οἵ γε] Ἀρίσταρχος “ὣς οἵδε.”

καὶ δύʼ ἐόντες χάσ〈σ〉ασθαι] ἐν ὑπερβολῇ· οἱ μὲν γὰρ προῖ- [*](B +) στάμενοι σφῆκες ὑπὲρ τῶν τέκνων πλείους εἰσίν.

172. ἠὲ ἁλῶναι] καὶ οἱ ῥήτορες “ἀλῶναι διχῇ φασι, 〈ληφθῆναι〉 καὶ κρ θῆναι θανάτου.

173. οὐδὲ Διὸς πεῖθε φρένα] ἠθικῶς πάνυ τῇ ἀναφωνήσει〈χρῆται〉, [*](B=) [*](1. δὲ pro οὖν B ‖ 4. ἐνέμεινε coni. || 12. an τ. ἡ. λύπης δηλωτικόν ut B 13. ψεὑδεσθοι B || 14. supplevi ex B ‖ 17. κατὰ μεταβολήν τονοῦται B || 19. suppl. Bekker ‖ 21. παρέβαλε B: παρέβαλλε ‖ 22. τήν B: τῆς ‖ σμικρότητα B: σμικρότητος ‖ 31. καὶ scripsi: τὸ ‖ 33. supplevi ex B)

446
ἅμα δὲ καὶ προλαμβάνει τι τῶν ἑξῆς θεραπεύων τὸν ἀκροατήν, ὅτι οὐ τῆς Ἕκτορος ἀρετῆς ἥττους ἐφάνησαν Ἕλληνες, τὸ κατόρθωμα Διὸς εἶναι λέγων.

[*](B–)

175. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι] Πῖος ἀπολογούμενος πρὸς τὰς ἀθε- τήσεις Ἀριστάρχου ταῦτά φησιν, ὅτι Ἄσιος μὲν περὶ τὴν μίαν πύλην τὴν ἱππήλατον ἐμάχετο, οἱ δὲ περὶ τὸν Ἄσιον περὶ τὰς μικρὰς πύλας· τῷ γὰρ ἄλλας μικρὰς εἶναι πύλας οὐδʼ αὐτὸς Ἀρί- σταρχος ἀντιλέγει· τὸ δ〈ὲ〉 “ἀργαλέον δέ με ταῦτα (176) πάνυ με- τρίως φησὶν εἰρῆσθαι· ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον διεξιὼν καὶ τρόπους τῶν ἀναιρέσεων καὶ λόγους τῶν τε ἀναιρούντων κα πιπτόντων καὶ συμπτώματα τῆς τύχης καὶ πολυμερῆ μάχην εἰκότως ἐνδείκνυται δυσχερῆ τὴν τῶν τοιούτων διήγησιν. τὸ δὲ “Λαπίθαι’ (181) γενναιότα- τον· πῶς γὰρ ἄλλως ἦν ὀνομάσαι τοὺς τῶν Λαπιθῶν υἱοὺς ἢ τῷ τῶν πα- τέρων ὀνόματι; ἄλλως τε καὶ Ὁμηρικὴν ἐνάργειαν ἔχουσιν οἱ στίχοι.

[*](A+ B=)

ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι] ἀθετεῖ Ἀρίσταρχος (175—181),πρῶτον μὲν διὰ τὸ πύλας ἄλλας ὀνομάζεσθαι· ἀρέσκει γὰρ αὐτῷ μίαν εἶναι τὴν ἐν τῷτείχει πύλην· εἶτα διὰ τὸ “ἀργαλέον δέ με ταῦτα” (176)· φησὶ γάρ, ὅτι καὶ μὴν ἔφρασε τὴν τειχομαχίαν· εἰπὼν δὲ “πληθὺν δʼ οὐκ ἂν ἐγώ” (Il. 2. 488) ἐσιώπα τὸ πλῆθος· εἶτα καὶ διὰ τὸ “Λαπίθαι” (181)· εἰ μὴ γὰρ τοὺς πατέρας αὐτῶν (128) οὐ καλεῖ Λαπίθας ὁ ποιητής.

[*](A=)

176. *Ζηνόδοτος οὐδὲ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ (175—181).

[*](A B=)

177. πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάινον] λιθίνου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόντων, ἐκ τῆς συγκρούσεως τῶν βαλ- λομένων πῦρ ἅπτεσθαί φησι πανταχόθεν τοῦ τείχους. ἔχει δὲ ἔμφασιν ὁ λόγος.

[*](B–)

θεσπιδαὲς πῦρ] τὸ θερμὸν τῆς μάχης “πῦρ” φησίν· δύναται δὲ καὶ κυρίως πῦρ λέγειν, ἵνα καὶ τὸ τεῖχος αὐτὸ ἐμπρῆσαι ἐπι- χειροῦντας εἰσάγῃ τοὺς βαρβάρους. καὶ τὸ “λάινον” ἐπήγαγεν ὥσπερ ἐπιμωκώμενος αὐτούς, ἐπιχειροῦντας ἐμπρῆσαι λίθους. λέγουσι δὲ πάντας ἐπελθεῖν πλὴν Ἕκτορος διὰ τὸ σημεῖον (200). §. “θεσ- [*](A=) πιδαές” δὲ τὸ ὑπὸ θεῶν ἀναπτόμενον, ἢ τὸ ὑπὸ θείου δαιόμενον. [*](A+ B=) §. ὑποστικτέον δὲ εἰς τὸ “πῦρ·” ἔστι γὰρ τεῖχος λάινον· οἱ δὲ τὸ [*](A– B=) πῦρ. §. “θεσπιδαές” δὲ τὸ καυστικὸν ἢ τὸ ἐκ θεοῦ σταλέν.

[*](7. τῷ B:τὸ 12. τὴν τούτων B|| γελοιότατον ut B ‖ 13, 14. τῷ πατρικῷ B || 14. ἐνέργειαν ‖ 16. τὸ B: τὰς ‖ 20. μὴ scripsi: μὲν ‖ post ποιητής lacuna 33 fere litt. indicata ‖ 27. αὐτῶν B ‖ 28. εἰσάγῃ B: εἰσάγει || 30. εἰσελθεῖν: corr. W ‖ 32. ἐπὶ τὸ π. A)
447

178. * ἀχνύμενοί περ] εἰς τὸ “πέρ” ὑποστικτέον.