Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

153. χαλκῷ δηιόωντες] τὸ ἑξῆς, ἱππεῖς δʼ ἱππῆας ὄλεκον χαλκῷ [*](A +) δηιόωντες· διὰ μέσου δὲ τὸ “ὑπὸ δέ σφιν.”

154. Ἀργείοισι κελεύων] οὐ μόνον ἀριστεύοντα αὐτὸν ποιεῖ, ἀλλὰ [*](B=) καὶ τοῖς λοιποῖς σἴτίον εὐδοκιμήσεως γινόμενον.

155. ὡς δʼ ὅτε πῦρ] τί ὀξύτερον ἢ εὐκινητότερον τοῦ πυρός: [*](B=) [*](3. πρέσβιν ut A B ‖ 6. ἔμεναι A ‖ θέμεναι A ‖ 7. τίσεται ‖ 10. οδει ἐρείσθη] Ἀρίσταρχος. “οὐδὸς ἔρεισεν” A 18. ὄλμον ‖ ᾧ B: ὡς ‖ 20. ὄσῳ ‖ 26. δʼ ἱππήων)

388
[*](Α+ B=) ἐν ἀξύλῳ 〈—ὕλῃ〉] ἀφʼ ἦς οὐδεὶς ἐξυλίσατο, ἵνʼ ᾖ, πλῆθος ἔχουσα ξύλων· 〈ἢ〉 καὶ 〈ἡ〉 ἐκ παλαιοῦ τμηθεῖσα 〈καὶ〉 ξηροτάτη καὶ πρὸς καῦσιν ἐπιτηδεία· ἐοικυῖα οὖν 〈ἡ〉 παραβολὴ πρὸς τὴν συνέχειαν τῶν πιπτόντων.

[*](B=)

156. εἰλυφόων] σημαντικῶς τῷ ὀνόματι χρῆται· δηλοῖ γὰρ τὴν μετὰ ἑλίξεως καὶ περιστροφῆς τοῦ πυρὸς κίνησιν. εἰς ἐπίτασιν δὲ καὶ ἄνεμον ἐπιγενέσθαι φησίν.

[*](B-)

157. πρόρριζοι πίπτουσιν] πρὸ τῶν ῥιζῶν· οὐ γὰρ ἅπτεται τῶν ὑπογείων τὸ πῦρ.

[*](B=)

159. Τρώων φευγόντων] τοῦτο γὰρ αἴτιον τῆς ἀσώστου αὐτῶν ἀπωλείας, ὅτι οὐδὲ ἀνθιστάμενοι ἀνῃροῦντο.

πολλοὶ δʼ ἐριαύχενες ἵπποι] διαστήματα παρέχει, ὡς καὶ τῶν ἄλλων μνημονεύῃ, ὅτι ἐπράττετό τινα ὑπʼ αὐτῶν διὰ τὴν τοῦ βασιλέως προτροπήν.

161. * ἡνιόχους ποθέοντες] νοῦν ἐνέθηκε τοῖς ἵπποις.

[*](A- B=)

162. γύπεσ〈σ〉ιν πολὺ φίλτεροι] ἀρχαιοπρεπῶς ἔφρασεν, ὅτι φίλτεροι ἥσαν τοῖς γυψὶν ὅτε ἀπέθανον ἢ ταῖς γυναιξὶν ὅτε ἔζων. ἢ οὕτως· τοῖς γυψὶν ἔμελον, ταῖς δὲ γυναιξὶν οὔ.

[*](B=)

163. Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεύς] ἐντέχνως ἔχει καὶ ταῦτα· τό τε γὰρ παρόντα ἐλαττοῦσθαι Ἀγαμέμνονι οὐ σύμφωνον τῇ ποιήσει, τό τε περιφεύγειν αὐτὸν οὐ τῆς θρασύτητος Ἕκτορος. καλῶς οὖν τὸν Δία φησὶν αὐτὸν ἐξαγ〈αγ〉εῖν, ὡς, εἰ παρῆν, ἀπέλαυ- σεν 〈ἂν) τοῦ δεινοῦ.

[*](AB=)

165. * ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων] τινὲς σφενδονηδὸν [*](A + B=) εἵπετο· οἳ δὲ σφεδανὸν κελεύων. §. 〈σ〉πευστικῶς.

166. Ἴλου—παλαιοῦ Δαρδανίδαο] προγονικῶς· Δαρδάνου γὰρ Τρὡς, οῦ Ἶλος.

[*](A+)

167. μέσ〈σ〉ον 〈καπ) πεδίον, παρʼ ἐρινεὸν ἐσσεύοντο]εί ἐντῷμέσῳ τοῦ πεδίου ὁ ἐρινεός, πῶς ἐν τῇ Ζ φησὶ “λαὸν δὲ στῆσον παρʼ ἐρινεόν” (Il. 6. 433), βραχὺ οὖν διασταλτέον ἐπὶ τὸ πεδίον· ἐν μέσῳ γὰρ ἦν τὲ Ἴλου σῆμα, ὅθεν καὶ Ἀλέξανδρος τοξεύει καὶ ὁ Ἕκτωρ “βουλεύει θείου παρὰ σήματι Ἴλου” (Il. 10. 415)· ὁ δὲ ἐρινεὸς παρὰ τῷ τείχει· “λαὸν δὲ στῆσον παρʼ ἐρινεόν” (Il. 6. 433). ἀξιοπίστως τὰ ὀνόματα τῶν τόπων ώσεὶ παρὰὼν τοῖς γινομένοις φησίν.

[*](1. ἐξυλίσατο B: ἐξυλήσατο ‖ ἵνʼ ᾖ scripsi: ἵνα ut B ‖ ἔχουσα scripsi, cf. D: ἔχοι B, ἔχῃ ‖ 2. suppl. W ‖ 3. ἔοι ἡ παρ. οὑν πρὸς B 11. οὐδὲ ἀνθιστ. B, σὺ διανθ. ‖ 13. μνημονεύει ‖ 22. supplevi ex B ‖ ὡς εἴπερ π. B ‖ ἀπήλαυσε ‖ 23. supplevi ex B ‖ 25. σφενδανὸν ‖ supplevi ex B)
389

171. καὶ ἀλλήλους ἀνέμιμνον] νῦν μὲν περιμένουσιν ἀλλήλους· ἵτε δὲ ὑπὸ Ἀχιλλέως διώκονται, “οὐδʼ ἄρα τοί γʼ ἔτλαν —μεῖναι 〈ἔ〉τʼ ἀλλήλους καὶ γνώμεναι ὅς τε πέφευγεν, ὅς τʼ ἔθανʼ ἐν πολέμῳ” (Il. 21. 608)· οὕτως ἑκατέρῳ προσώπῳ τὸ κατʼ ἀξίαν ἀπονέμει.

173. ἅς τε λέων ἐφόβησε] ὡς καὶ πρώην ἡ ἔλαφος (116)· ἀλλʼ εἶχε προθυμίαν τινὰ ἐκείνη ἐπαμῦναι τοῖς τέκνοις, αἳ δὲ παντελῆ φυ- γήν.

ἀμολγῷ] τῇ ἑσπέρᾳ, ἐν ἧ ἀμέλγουσιν.

174. τῇ δʼ ἔτʼ ἰῇ ἀναφαίνετ〈αι〉 αἰπὺς ὄλεθρος] ὡς γὰρ λέων φοβεῖ μὲν πάσας τὰς βοῦς, κτείνει δὲ τὴν πλησίον, οὕτως ὁ Ἀγα- μέμνων ἐδίωκε μὲν πάντας, ἔκτεινε δὲ ὃν κατελάμβανεν ὑστεροῦντα· περὶ δὲ τὴν ἑσπέραν δοκεῖ ὁ λέων τοῖς τετραπόδοις ἐπιχειρεῖν.

179, 80. πολλοὶ δὲ πρηνεῖς τε] Ἀρίσταρχος τοὺς δύο ἀθετεῖ· [*](A+) Ζηνόδοτος οὐ〈δὲ γράφει〉.

184. ἔχε δʼ ἀστεροπήν] ὄργανον, ὃ τινασσόμενον ἀστραπὰς ποιεῖ. [*](A+) §. γράφεται δὲ καὶ “στεροπήν.”

[*](A+)

186. βάσκʼ ῖδι] Τυραννίων ὑφʼ ἔν, ὡς ἄπιθι· ἄμεινον δὲ ταὐτο- λογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν· καὶ ἀλλαχοῦ “ἔλθοι καὶ ἵκοιτο” (Od. 24. 237). δύναται δὲ καὶ “ ὄι” ἐπίρ〈ρ〉ημα παρακελεύσεως εἶναι, ἄγε δὴ πορεύου, ὡς Νικάνωρ φησίν, ὡς τὸ ἴθ’ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν” (Sop. Ai. 1003).

Ἶρι ταχεῖα] ἐπι〈ρ〉ρηματικῶς, ἀντὶ τοῦ ταχέως, οἷον καὶ τὸ [*](Α=) “τότε μοι χάνοι εὐρεῖα χθών” (Il. 4. 182).

*τελεία εἰς τὸ “ταχεῖα”” καὶ “ἔνισπε·” ἡ δὲ συνήθεια συνάπτει.

[*](Α+)

187. ὄφρα -μέν κεν ὁρᾷ Ἀγαμέμνονα] ὕψωσιν περιέχει ὁ λόγος, ὡς καὶ τοῦ θεοῦ παραινοῦντος τῷ ἀπονενοημένως κινδυνεύοντι 〈ἀνα- χωρῆσαι〉.

191. ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ] ἀξιοπίστως ἐπιδιστάζων [*](Α -) φησίν· τὸ γὰρ ὁρίζειν ὡς τρωθήσεται λύοντος 〈ἂν) ἦν τὸ μέλλον εἰσάγεσθαι πάθος ἐκ τῆς τοῦ βασιλέως πληγῆς.