Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

101. * ἀπολογεῖται ὡς δεόντως εἰπών.

103. Ἀτρείδη κύδιστε] κύδιστον γὰρ πάντων βασιλεύς. ἐκ προ- οιμίων δὲ ἀνακτᾶται τὸ καταπλῆξαν τοῦ βασιλέως.

[*](1. τὸν ἀ. ‖ 8. supplevi ex B. ‖ 9. ἐκφωνήσει B ‖ 14. μέλλει ‖ 17. ἐπιτετάρακται ‖ ‘fort. δὲ post τῷ delendum et 〈ηὔξησε τὸ〉 vel 〈ἐγένετο〉 ἑκτετάρογμαι scribendum ᾿ 20. supplevi ex B 26. ποι || 29. τὸ τί B)
348
[*](B-)

104. οὔ θην Ἕκτορι πάντα νοήματα] αἱ γὰρ ἄκρα〈ι〉 τῶν εὐτυ- χιῶν μεταβολὰς ποιοῦσιν· πιθανῶς δὲ νῦν μὲν παραθαρσύνει τὸν Ἀγαμέμνονα—ὁρᾷ γὰρ αὐτὸν ὑπὸ τῆς συμφορᾶς τεταπεινωμένον— ἐν δὲ τοῖς ἑξῆς τὸν Διομήδην φοβεῖ εὑρὼν βαθέως καθεύδοντα. καί φησιν “οὐκ ἀίεις, ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται” (160); δεῖ γάρ, ὡς ἔοικε, τοὺς μὲν πεφοβημένους θαρσύνειν, τοὺς δὲ θαρροῦντας φοβεῖν, ὅπως μήτε τῷ δέει τις ἐκπλήττηται μήτε τῷ θάρσει ἀπαρα- σκεύαστος γίνηται.

οὔ θην Ἕκτορι 〈— Ζεὺς ἐκτελέει, ὅσα πού νυν ἐέλπεται〉] οἶδε γάρ, ὡς διʼ αὐτόν· ὑποκορίζων δὲ “Ἕκτορι” φησίν, ἅμα δέ, ὅτι οὐ μέμφεται τὴν πρώτην βουλήν, οὐδὲ πρὸς τὴν ἀπόβασιν ἐξεταστέον τὰς βουλάς.

108. σοὶ δὲ μάλʼ ἕψομ᾿ ἐγώ] “μάλα,” ἵνα μὴ δοκῇ δι᾿ ἀνάγκην επεσθαι αὐτῷ.

[*](B=)

ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους] καλῶς οὐχ ὁ Ἀγαμέμνων καθʼ ἑαυτὸν ἐγείρει τοὺς ἀριστέας, ἔχων τῆς Ἀχιλλέως ὀργῆς τὴν αἰτίαν.

111. *ἀλλʼ εἴ τις] ἀντὶ τοῦ εἴθε.

113. τῶν γὰρ νῆες—ἑκαστάτω] διὰ σχήματος ἐδηλώθη διὰ τί Μενέλαος ἐκεῖ ἀπέσταλται, ὥστε οὐκ ἀργὸν τὸ “ῥίμφα θέων” (54).

*ἑκαστάτω] πορρωτάτω.

[*](B=)

114. ἀλλὰ φίλον περ ἐόντα] χαρίεν τὸ τῆς ὑποθέσεως· εὑρίσκεται γὰρ προβλέψας ἤδη, 〈ὃ〉 περὶ αὐτὸν μέμφεται.

115, 6, 7. νεικέσω —ὡς εὕδει—νῦν ὄφελεν πονέεσθαι] ἀποδέχεται οὖν τὸν Ἀγαμέμνονα συνεργοῦντα τῷ καιρῷ.

115. *εἴ περ μοι] οὕτως αἱ Ἀριστάρχου. τινὲς δὲ “εἰ καί μοι.”

117. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας] πρεπόντως τὸν πόλεμον ἀποσιωπᾷ, ὁ μέντοι Μενέλαος τοῦτο〈ν〉 ἐνθυμεῖται· “τοὶ δὴ ἕθεν εἵνεκα” (27).

[*](B=)

120. ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα] οὐδὲ ὡς συκοφαν- τοῦντι τῷ Νέστορι μέμφεται, οὐδὲ καθάπαξ ὑπεραπολογεῖται τοῦ ἀδελφοῦ, ἀλλʼ ὁμολογῶν αὐτὸν ἐνίοτε ἀμελεῖν. δεξιῶς οὖν τὸν λόγον ἐκέρασεν.

[*](A= B-)

122. οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο] φιλαδέλφως ἀπολο- γεῖται. δύο δέ ἐστι διʼ ὧν γίνεται ῥᾳθυμία, ἀμέλεια καὶ ἄνοια. καὶ ἐν Ὀδυσσείᾳ “νήπιος —ἠὲ χαλίφρων ἠ〈ὲ〉 ἑκὼν μεθιεῖ” (Od. 4. [*](7. ἐκπλήττοιτο ut B ‖ 8. γίνοιτο ut B ‖ 21. προαναβλέψας ‖ 30. ὅτι post ἀλλʼ omisi ut B ‖ ὁμολογεῖ B ‖ 33. γίνεται B: γράφει ‖ 34. μεθίει)

349
371)· ὥσ〈τε〉 τὸ δοκοῦν ἁμάρτημα εἰς ἐγκώμιον τῆς πειθαρχίας περιίσταται.

124. καί μοι ἐπέστη] ταχέως ἐδήλωσεν, ὡς πολλῷ προὔλαβεν [*](B=) αὐτὸν ἀναστάς.

127. *ἠγερέεσθαι] διὰ τοῦ θ τὸ “ἠγερεέσθαι.᾿᾿

129. οὔτις σοὶ νεμεσήσεται] οὐδεὶς τῶν κελευομένων ἀντερεῖ, [*](B–) ὅταν αὐτουργοῦντα τὸν βασιλέα ὁρᾷ. “ἀλλὰ καὶ αὐτοί περ πονεώ- μεθα” (70).

130. *ἐποτρύνῃ καὶ ἀνώγῃ] οὕτω χωρὶς τοῦ σ.

134. ἐκταδίην] οἰκεία στολὴ τῷ γέροντι διὰ τὸ γῆρας καὶ τὴν νύκτα.

[*](A=)

137. πρῶτον ἔπειτα] οὐ δεῖ διαστέλλειν 〈μετὰ〉 τὸ “πρῶτον·” [*](Α+) πρὸς τὸν ὅμοιον γὰρ ἄπεισι πρῶτον.

138. ἐξ ὕπνου ἀνέγειρε Γερήνιος] οὐδὲν ἔτι ποιεῖ Ἀγαμέμνων [*](B-) ἀλλʼ ἕπεται αὐτῷ, τοῦτο δηλοῦντος τοῦ ποιητοῦ, ὡς ἐν ταῖς χρείαις ὁ δυνατὸς ὀφείλει πάντα πράττειν, οὐχ ὁ βασιλεύς. καὶ Ὀδυσσεὺς “κοιρανέων ἐπεπωλεῖτο” (Ιl. 4. 250).

139. τὸν δʼ αἶψα περὶ φρένας] δυσωπεῖται γὰρ Νέστορος καλοῦν. [*](B–) τος. οὐ δειλὸς δέ, ὅτι ἐντὸς τῆς σκηνῆς καθεύδει· οὐ γὰρ αἱ σκηναὶ πρὸς ἀσφάλειαν ἀλλὰ πρὸς σκέπην αὐτοῖς πεποίηνται. ὁ γοῦν Ἀγα- μέμνων εἰς τὴν σκηνὴν εἰσέρχεται Νέστορος οὐδὲν ἐχυρὸν ἔχουσαν πρὸς ἔφοδον πολεμίων.