Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

454. ἔμελλε γενείου-άψάμενος] ἀνόητος ὁ μετὰ τοιαύτην ἀπό- [*](B=) κρισιν λιπαρεῖν μέλλων. τάχιστα δὲ αὐτὸν ὁ ποιητὴς ἀναιρεῖ, ἵνα μὴ φθάσῃ γονυπετῶν.

457. φθεγγομένου δʼ ἄρα τοῦδε] ἅμα τῷ ἄρξασθαι φωνὴν ἀφεῖναι, [*](B=) 〈πρὶν〉 καὶ σαφηνισθῆναι τὸ λεγόμενον· καὶ ἀνῆλθε μὲν τὸ πνεῦμα μέχρι τοῦ στόματος, καὶ τὸν τόπον ὅλον πληρῶσαν ἐξεχύθη τῇ τμήσει τῆς κεφαλῆς, ὡς, εἰ καὶ σωλῆνά τινες μεστὸν ὕδατος διατέμοιεν, ἡ μὲν ἐκ τῆς γῆς φορὰ εἴργεται, τὸ δὲ ἤδη διελθὸν ἐκχεῖται.

460. καὶ τὰ γʼ Ἀθηναίῃ ληίτιδι] διδάσκει τῶν κατορθουμένων [*](B=) αἰτίους θεοὺς οἴεσθαι. καὶ τὸ ἐπίθετον δὲ οἰκεῖον τῷ καιρῷ, ἐκ τῆς πράξεως εἰλημμένον. καὶ ἀγελείη γάρ (Il. 4. 128)· οἰκείως δὲ φονεύει ὁ Διομήδης, ἀνατίθησι δʼ Ὀδυσσεύς.

461. ὑψόσʼ ἀνέσχεθε χερσί] πανταχόθεν ἐκίνησε τὴν ἐνάργειαν, [*](B=) ἐκ τοῦ ἱκετεύειν μέλλοντος, ἐκ τῶν διακοπτομένων ἀθρόως τενόντων, ἐκ τῆς φθεγγομένης κεφαλῆς μετὰ τὸ πεσεῖν, ἐκ τοῦ σκυλεύοντος τὰ ὅπλα καὶ ὑψόσʼ ἀνέχοντος.

463. ἐπιδωσόμεθα] ἐπιδόσεων καὶ δώρων ἀξιώσομεν. προτρεπτικὸν [*](A + B=) δὲ τοῦτο εἰς συμμαχίαν. §. γράφεται καὶ “ἐπιβωσόμεθα.”

464. ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους] τοῖς τοῦ Δόλωνος πεισθέντες λόγοις ἤδη περὶ τῶν ἵππων τοῦ Ῥήσου δέονται τῆς θεοῦ· ἢ μᾶλλον “ἵππους” οὐ τοὺς Ῥήσου, ἀλλὰ τὸ ἱππικόν.

465. ὑψόσʼ ἀείρας] αἱ Ἀριστάρχου “ὑψοῦ” καὶ “ὐψόσεε.ʼ

[*](A=)[*](7. κέ ‖ 9. παρέδωκεν ut B ‖ 17. supplevi ex B ‖ 20. τ. ἐπεισροῆς φ. B ‖ 21. γʼ B; δʼ ‖ 29. ἐπιδώσεων)
372
[*](A+)

466. δέελον] ψιλωτέον τὸ δεύτερον ε τοῦ “δέελον.” §. Ἀρί- [*](A +) σταρχος δέ φησιν αὐτὸ παρὰ τὸ δήειν. §. τὸ δὲ “συμμάρψας δόνακας” τροπαίου σχῆμα μιμεῖται.

*πάντα 〈τὰ〉 προνοητικὰ περίκειται τῷ Ὀδυσσεῖ.

[*](Α=)

469. τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα] ἐπὶ τόπου τὸ “προτέρω” ἀντὶ τοῦ ἔμπροσθεν. §. τὸ δὲ “καὶ μέλαν αἷμα” τινὲς γράφουσι “καὶ Παλλὰς Ἀθήνη.”

470. * αἰψα] διὰ τὸ ἐπεῖγον τοῦ καιροῦ.

*α ψᾶ δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἵξον ἰόντες] ἔνθα συνετέλουν. [*](A+) §. ὅ ἐστι τάγμα.

471. οἳ δʼ εὕδον καμάτῳ ἀδηκότες] ἐκ τούτων ἡ προδοσία Δόλωνος καὶ τὸ πιστὸν τῆς ἀναιρέσεως αὐτῶν φανεῖται.

* ἀδηκ τες] ἀηδισθέντες· καὶ “δείπνῳ ἁδήσειεν” (Od. 1. 133).

[*](B=)

473. τριστοιχεί] ἵνα ὥσι τρία τάγματα πρὸ ‘Ρήσου, ἀφʼ ὧν ἑκάστου τέσσαρας ἄνδρας ἀναιροῦσι, τρισκαιδέκατον 〈δὲ) Ῥῆσον. τριστοιχεί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες] εἰκότως οὖν εἶχε τὸ “ἵππους τε καὶ εὐνάς” (464).

[*](AB–)

475. ἐξ ἐπιδιφριάδος] ἐπιδιφριὰς μέρος τοῦ δίφρου, καθʼ ὃ ἐπι- βαίνειν εἰώθασιν, οἳ δὲ τῆς ἄντυγος· πιθανῶς δὲ προετοιμάζει αὐτοὺς ὁ ποιητὴς τῇ ἀπελάσει. §. τὰ γνωστικὰ αὐτῷ περίκειται· ἔγνω δὲ [*](B–) Ὀδυσσεὺς ἢ ἀπὸ τοῦ μέσον εἶναι ἢ τῶν ἵππων, ὅπερ ἐδήλωσε διὰ [*](A+) τοῦ “σὓς νῶιν πίφαυσκε” (478). §. ψιλωτέον δὲ τὲ “ἔξ·” οὐ γάρ ἐστιν ἀριθμὸς ἀλλὰ πρόθεσις.

[*](A+)

476. τὸν δʼ Ὀδυσεὺς προπάροιθεν] χρονικῶς ἀντὶ τοῦ πρῶτος καὶ τοπικῶς· “ἠιόνος προπάροιθε” (Il. 2. 92).

479. πρόφε〈ρε〉 κρατερὸν μένος] “πρόφερε” οὐκ εἰς τὸ φονεύειν ἀλλʼ εἰς τὸ δρᾶν τὰ χρειώδη.

[*](B=)

480. μέλεον σὺν τεύχεσιν] “σὺν τεύχεσιν” δηλοῖ, ὡς μᾶλλον ἐπιτηδειότερος ὢν εἰς τὸ φονεύειν τούτου λαβέσθαι ὀφείλει. εἶτα σοφῶς τὴν αἵρεσιν τῷ Διομήδει δίδωσιν.

[*](B=)

482. τῷ δʼ ἔμπνευσε μένος] εἰκότως τὸ μὲν εὐχερέστερον τῷ πρακτικῷ, τὸ δὲ δυσχερέστερον τῷ βουλευτικῷ 〈δίδωσιν).

[*](1. δ. ε τοῦ Ludwich cf. A: δ. τοῦ τὸ ‖ 2. δήεις ut A: corr. Lehrs || 4. suppl. ‖ προνουστικὰ ‖ 6. ἔμπροσθεν A: ἐνδοτέρω ‖ 13. ἀηδεσθέντες || 15. ἀναιροῦντες ‖ τέσσαρες ἄνδρες ἀναιροῦνται B ‖ supplevi ex B ‖ 16. σφισιν ‖ 22. ἐξ A: ἐξῆς ‖ 24. ὀδυσσεὺς ‖ 25. iteratur * προπάροιθεν 〈ἐπὶ〉 χρόνου καὶ τόπου ‖ 32. supplevi ex B)
373

τῷ δʼ ἔμπνευσε] πιθανῶς, ἵνα πιστὸν εἴη τοσούτους ὑφʼ ἑνὸς ἀναιρεθῆναι.

483. κτεῖνε δʼ ἐπιστροφάδην] ἐπιστρέφων τὴν ὄψιν τοῦ λαθεῖν. [*](B -) ἢ“τῦ καὶ τῇ,ʼ ὡς ἐπὶ Ἀχιλλέως (Il. 21. 20).

τῶν δὲ στόνος] ὡς ἐν ὕπνῳ ἀναιρουμένων ρεμαία τις στοναχὴ [*](B=) ἐγίνετο.

485. ὡς δὲ λέων μήλοισιν 〈ἀσημάντοισιν ἐπελθών)] οἰκεία [*](B=) ἐπʼ ἀμφοῖν τοῖν προσώποιν ἡ παραβολή· καὶ γὰρ οὗτοι τῆς ἐκ τοῦ βασιλέως φυλακῆς κοιμωμένου ἐστέρηντο.

488. ὄφρα δυώδεκʼ ἔπεφνεν] δῆλον ὡς ἀνὰ τέσσαρας (473), ἵνα ἱκανὸς εἴη ὁ τόπος πρὸς τὴν ἀπελασίαν τῶν ἵππων.

ἀτὰρ πολύμητις Ὀδυσσεὺς ὅντινα Τυδείδης ἄορι πλήξειε-τὸν [*](Β=) δʼ Ὀδυσεὺς μετόπισθε] δὶς τὸ τοῦ Ὀδυσσέως παρέλαβεν ὄνομα σχηματίζων, δυναμένης τῆς ἀπαγγελίας καὶ ἅπαξ ἔχειν τὸ ὄνομα.