Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
35. τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών] εἰ γὰρ ἄλλων ἐδεῖτο, πόσῳ μᾶλλον ἀδελφοῦ;
[*](B=)36. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι] ὡς κατεπτηχότος τοῦ βασιλέως· ἢ ὅτι ἐνδιδυσκό- μενον αὐτὸν εὗρεν, ὅθεν καὶ ἐξ αὐτοῦ ἄρχεται.
[*](Α=)38. *ὀτρύνεις] αἱ Ἀριστάρχου “ὀτρυνέεις” διῃρημένως.
[*](B=)Τρώεσσιν ἐπίσκοπον] προὔλαβε τὴν Νέστορος γνώμην τὴν περὶ τοῦ δεῖν κατασκόπους πέμπειν, τοῦ καιροῦ αὐτῷ τὴν ἐπίνοιαν τοῦ ἔργου ὑποβάλλοντος. καὶ τὸν ἀδελφὸν ὁπλιζόμενον ὁρῶν ὡς καὶ αὐτὸν τοῦτο βουλευόμενον 〈ὑπονοῶν) φησιν.
[*](B–)ἀλλὰ μάλʼ αἰνῶς δείδω] ὡς ἤδη δεδογμένης τῆς βουλῆς ἐπι- λογισμὸν εἰσάγει, κινεῖ δὲ τὸν ἀκροατήν. μόνον γὰρ οὐχὶ ἐπι- μαρτύρεται, ὡς δυσχερὲς ἐπεισόδιον εἰσάξων τῇ ποιήσει.
[*](A–)41. θρασυκάρδιος ἔσται] ὁ Ἰξίων “ἐστί ” γράφει.
[*](ΑΒ=)43. χρεὼ βουλῆς— κερδαλέης] ἐπωφελοῦς. §. δεῖ, φησί, τὰ ἀπὸ [*](ΑΒ=) τῆς τύχης προσγινόμενα ταῖς βουλαῖς ἀντισηκοῦν.
[*](B+)*χρεώ] ἀντὶ τοῦ δεῖ.
[*](B=)χρεὼ βουλῆς] σεμνὸν τὸ τοῦ βασιλέως εἰς ἐπίσκεψιν πλείονα φερομένου. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀναρτᾷ τὸν ἀκροατήν.
[*](A+)χρεὼ βουλῆς] ἡ χρεία, φησί, τῆς βουλῆς αὐτῆς τῆς λαθραίως γινομένης διʼ ἐμὲ καὶ σὲ γέγονεν, ἐπεὶ καὶ τὸν στρατὸν ἡμεῖς ἀνη- γάγομεν ἐνταῦθα.
[*](B=)46. Ἑκτορέοις ἄρα μᾶλλον] θεοσεβὴς ὑπόνοια μὴ δι᾿ Ἀχιλλέα, διὰ δὲ θυσίας λέγειν τὸν Δία βοηθεῖν.
[*](Α=)ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν] ἔν τισι τῶν ὑπομνημάτων “ἐπὶ φρένας εἶχ᾿ ἱεροῖσιν.ʼ᾿
[*](B=)47. οὐ γάρ πω ἰδόμην— ἄνδρ’ ἕνα τοσσάδε μέρμερα] ηὔξησε τὰ ἔργα τοῦ Ἑκτορος, ἀνυπέρβλητα φήσας αὐτὰ εἶναι καὶ ὄψει καὶ ἀκοῇ.
[*](B=)50. οὔτε θεᾶς υἱός] ἁπ λοῖκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς Ἀχιλλέα ἡ σύγκρισις.
[*](Α=)*υἱός] λείπει τὸ ὤν.
[*](A+)51, 2. *ἀθετεῖ ὁ Ἀριστοφάνης.
52. * δηθά τε καὶ δολιχόν] ἐπὶ καιροῦ.
[*](B=)53. ἀλλʼ ἴθι νῦν, Αἴαντα] πρεπόντως τὴν τάξιν ἐμέρισεν ἀμφο- [*](5. ἑαυτοῦ coni. Bekker ‖ 9. ἐπιβαλοντος B || 10. supplevi cf. B || 11. δεδογμένης Bekker: δεδειγμένης ut B ‖ 12. εἰς κίνησιν δὲ τὸν ἀκροατὴν B, κίνησις δἐ τοῦ ἀκροατοῦ || 16. προσγ. B: λειτόμενα ut A)
*Αἴαντα] “Αἴαντε” δυϊκῶς.
56. ἐς φυλάκων ἱερὸν τέλος] ὅτι τοῖς καθεύδουσιν ἄδειαν παρ- [*](B=) έχουσιν, ὅ ἐστι θεοῦ ἴδιον.
57. κείνου γάρ κε μάλιστα πιθοίατο] διὰ δύο, ὅτι τε τὸν υἱὸν [*](B=) παρέσχεν αὐτῶν ἄρχειν καὶ αὐτὸς δυσωπεῖ παρὼν καἰ ἐπιμελόμενος. παιδευτικῶς δὲ ὁ βασιλεὺς ἑτέρῳ παραχωρεῖ τὰ τῆς πειθοῦς.
58. καὶ Ἰδομενῆος ὀπάων] ἵνα καὶ αὐτὸς παρὼν αἰδέσιμος γένηται τοῖς φύλαξιν.
61. πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι] πιθανῶς· ὃ μὲν γὰρ ἐκπε- [*](B–) πληγμένος οὐ 〈προ〉νοεῖ τὸ πᾶν, ὃ δὲ ὡς προπαρεσκευασμένος ἐρωτᾷ. ἢ διὰ τὸ ποικίλον ἐξ ἀμφοῖν συνίσταται.
62. αὖθι μένω μετὰ τοῖσι] “αὖθι” ἐν τοῖς φύλαξιν· ὅθεν καὶ [*](B=) Ἀγαμέμνων ἑξῆς πρὸς τὸν Νέστορ ά φησι “κείνους δὲ κιχη- σόμεθα πρὸ πυλάων ἐν φυλάκεσ〈σ〉ι” (126).
63. ἠὲ θέω] πρὸς τὸ πρόθυμον τοῦ βασιλέως· καὶ ἔστιν ἐμπαθὲς [*](B=) δύο βασιλεῖς οὕτως αὐτουργεῖν.
65. μή πως ἀβροτάζομεν— πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέ- λευθοι] δῆλός ἐστιν ἐκ τούτων ἔμπειρος ὢν τεκτονικῆς· εἰς γὰρ πολλὰς ὁδοὺς τέτμηται τὸ ναύσταθμον, ἵνα ταχέως ἀπὸ τῶν σκηνῶν ἀπαντῶσι πρὸς τὰς βοηθείας.
67. φθέγγεο] τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος [*](A B=) ὤν, μὴ καὶ ὑπονοήσωσιν ἔφοδον εἶναι πολεμίων. καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησι “ φθέγγεο μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο” (85). καὶ ἐγρηγόρθαι ἄνωχθι] πρὸς τὸ διαμένειν τῇ φυλακῇ. ἐπεὶ δὲ [*](B=) τὸ “ἄνωχθι” ἀνοίκειον τῷ καιρῷ, πρόσκειται τὸ “ πάντας κυδαίνων.”
[*](11. κείνου etiam textus et B ‖ κε B: καὶ ut textus ‖ 12. ἐπιτελ- λόμενος B ‖ 13. παιδευτικῶς B: παιδευτικὸς ‖ 16, ἐτιτέλλεται ‖ 16, 17. ἐκπεπληγὼς ut B ‖ 17. supplevi ex B ‖ προπαρεσκ. B: προπαρα- σκευασμένος ‖ 24. ἀμβροτάζομεν ‖ 31. ἐγρηγόρθαι B: ἐγρήγορθε ‖ τὴν φυλακὴν ut B)68. πατρόθεν ἐκ γενεῆς] ὡς ὅταν λέγῃ “διογενὲς Λαερτιάδη,” τὸν πατέρα δηλοῖ, τὸ δὲ “διογενές” τὸν ἀρχηγὸν τοῦ γένους.