Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

235. *ἕταρον] συνεργόν.

[*](A+)

236. φαινομένων τὸν ἃριστον] καλῶς παραιτεῖται Μενέλαον· οὐ γὰρ ἄριστος οὗτος.

φαινομένων τὸν ἄριστον] τεχνικῶς ἔχει ὁ λόγος. ὁρῶν γὰρ τοὺς [*](B=) ἀνθρώπους πολλάκις καὶ παρὰ γνώμην τοὺς ἐν ἀξιώμασιν ὄντας προ- τιμῶντας ἰδίᾳ μὲν ὤκνησεν περὶ τοῦ ἀδελφοῦ ποιήσασθαι τὸν λόγον, [*](7. τρόπος: corr, W || 11. νοήσῃ] ῃ an ει incertum ‖ οἱ A: ὁ ‖ 14. συνκιν- δυνεύοντας ‖ 16. τὸ ἤ. ‖ 23. διῴκησε B ‖ 26. ἐρεῖν ‖ 29, 31. ἄριστα)

356
μὴ τοῦ κινδύνου αὐτὸν ὑπεκκλέπτειν δοκῇ, κοινῇ δὲ ὑπὲρ ἁπόντων λέγει τὸν ἄριστον αἱρεῖσθαι.

238. σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων] διδάσκει, ὅτι πολλάκις αἰδὼς ἐκκρούει τοῦ συμφέροντος.

[*](B=)

239. εἰς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν] τοὺς πρὸς τὰ ἔργα ἡμῖν χρησίμους ἐσομένους ἀξιοῖ Ὁμηρος σκοπεῖν, οὐ τοὺς εὐγενεῖς ἢ πλουσίους, ὥσπερ καὶ ἰατροὺς οὐ τοὺς πλουσίους παρα- λαμβάνομεν ἐν ταῖς νόσοις, ἀλλὰ τοὺς ἰάσασθαι δυναμένους.

[*](A+)

240. * οὐδὲ ἐν τῇ Ζηνοδότου ἦν.

[*](A+)

242. εἰ μὲν δὴ ἕταρόν 〈γε κελεύετʼ ἔμʼ αὐτὸν ἑλέσθαι〉] Ἀρίσταρ- χος τὴν “μέ ” ἐγκλιτικῶς προφέρεται.

[*](B–)

243. πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγώ] τῇ ἀνδρ〈ε〉ίᾳ ἑαυτοῦ θαρρῶν σύμβουλον αἱρεῖται· διὸ παρίησιν Αἴαντα.

[*](Α Β=)

244. οὗ περὶ μὲν πρόφρων κραδίη] ἀληθὴς ὁ ἐν τοῖς κινδύνοις ἔπαινος, παρωσάμενος πᾶσαν αἰδῶ. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολο- γεῖται, οὐ διʼ ἀνδρ〈ε〉ίαν φήσας αὐτὸν δέχεσθαι, ἀλλὰ διὰ φρόνησιν. §. ἕκαστος κατὰ σοφίαν εἴκειν ἠξίου.

245. * ὡς ὑπὸ τῆς θεοῦ τιμώμενος οἶδε καὶ τοὺς ἄλλους τοὺς ὑπʼ αὐτῆς τιμωμένους.

[*](A+)

246. *τούτου γʼ ἑσπομένοιο] δασύνεται· Ἀρίσταρχος γὰρ δασύνει καὶ τὸ “ἀλλὰ σοί, ω μέγʼ ἀναιδές, ἅμʼ ἑσπόμεθα” (Ιl. 1. 158).

[*](B=)

247. ἄμφω νοστήσαιμεν]. πρὸς τὸ φιλάλληλον οὐκ εἶπε ‘νοστή- σαιμι᾿ , καὶ ὑποφαίνει, ὡς εἰ ἄλλον εἵλετο αἴτιος 〈ἂν〉 ἀμφοτέροις θανάτου καθειστήκει. §. καὶ 〈εὖ〉 ἔοικεν ἔχειν τὸ “θείοιο” (243)· μόνους γὰρ θεοὺς οὐκ ἀναλίσκει τὸ πῦρ.

[*](A+)

ἐπεὶ περίοιδε νοῆσαι] τινὲς κατὰ παράθεσιν τὸ “περίοιδε.᾿᾿ §. φησὶ δὲ ἐκ τούτων πεποιῆσθαι τὴν Ὀδυσσείαν. §. ὅτι κρείττων ἀνδρείας [*](B=) ἐν κινδύνοις ἡ φρόνησις.

[*](A+Β=)

249. μήτʼ ἄρ με μάλʼ αἴνεε] ἐντεῦθεν Χίλων τὸ“μηδὲν ἄγαν᾿᾿ φησίν. [*](B=) §. ἀριστέως δὲ τὸ θέλειν μὲν εὐφημίαν, οὐκ ἀνέχεσθαι δὲ αὐτήν. §. τινὲς δὲ τὸν λόγον ἀνατείνουσιν εἰς τὸ “πῆ φεύγεις” (Ιl. 8. 94)· οὐκ ἂν δὲ ἐκείνου τοῦ καιροῦ ἐμνήσθη ἐπὶ Νέστορος, ὅσον τὸ καθʼ αὑτὸν προδοῦναι αὐτόν.

[*](12, 16, 23. supplevi ex B ‖ 21. σοὶ μἐν μέγʼ ‖ 26. ἐπείπερ οἶδε ut textus || φησὶ] cf. p. 357, 12; an φασὶ? ‖ 27. ἀνδρίας B, ἀνδρίαν ‖ 29. αἴνεαι ‖ ad Χίλων sec. add. ἢ Πιττακὸς ut D Eust. ‖ 30. ἀνέχεσθαι B Eust.: ἀναδέχεσθαι ‖ αὐτῆς B Eust.)
357

250. εἰδόσι γάρ τοιταῦτα —ἀγορεύεις] περισσὸς ὁ μεταξὺ τῶν φίλων [*](B–) ἔπαινος· πρὸς δὲτοὺς ἀγνοοῦντας“εἴμ᾿᾿ Ὀδυσεὺς Λαερτιάδης᾿᾿ (Od.9.19).

252. ἄστρα δὲ δὴ προβέβηκε] ἄτοπον πρὸς ἠῶ κατασκόπους πέμ- [*](Β=) πεσθαι. κατεπείγων σὖν φησιν.

*ἤδη πρὸ τῆς ἐξόδου περὶ τοῦ καιροῦ συμβουλεύει. δεόντως οὖν [*](B=) αὐτὸν εἵλετο.

〈παρῴχηκεν δὲ) πλέων νύξ] οὕτω διὰ τοῦ ω 〈“παροίχωκεν᾿ 〉, [*](A+) κατὰ τροπὴν τοῦ η εἰς ω.

πλέων νύξ, τῶν δύο μοιράων] παρῆλθον τῆς νυκτὸς αἱ β΄ [*](B–) πλήρεις μοῖραι, ὡς τὸ “μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη” (Soph. El. 19), ἵνʼ ᾖ τὸ “πλέω” ἀντὶ τοῦ πλήρης· ὅθεν καὶ τὸ “Πληιάδας τʼ ἐσορῶντι ” φησὶ περὶ τοῦ Ὀδυσσέως (Od. 5. 272)· προοικονομεῖ οὖν, φησί, τὴν Ὀδυσσείαν. οἳ δέ, τὸ πλέον τῶν β΄ μοι- ρῶν αὑτῆς παρῆλθεν ἡ νύξ, β΄ δὲ μοῖραι η΄ ὧραι. τούτων τὸ πλέον, ὃ ἐστιν ζ΄, παρῆλθεν, ἐσμὲν δὲ ἐν ὀγδόῃ ὥρᾳ, λείπονται δὲ τέσσαρες. δύναται δὲ καὶ οὕτως εἶναι· πολλάκις γὰρ τῇ λ΄ τοῦ μηνὸς τὸ δειλινὸν λέγομεν, τὴν λ΄, μόνην ὑπολείπεσθαι τῷ μηνί· καὶ ἀλλαχοῦ “οἳ δὲ πανημέριοι μολπῇ θεόν” (Ιl. 1. 472) τὸ λεῖπον τῆς ἡμέρας.

πλέω—τῶν β΄ μοιράων] τὴν πλείονα μοῖραν τῶν β΄ μοιρῶν, ἵνα [*](B=) λείπηται μέρος τι τῶν β΄ καὶ ἡ τρίτη τελεία.

253. *Ἀριστοφάνης ἀθετεῖ.

255. Τυδείδῃ μὲν δῶκε—Θρασυμήδης] ἵνα μὴ ἀπιοντες πάλιν [*](B–) εἰς τὰς σκηνὰς χρονοτριβοῖεν. φησὶ δὲ “ἐκ δὲ φυλακτῆρες σὺν τεύ- χεσιν” (Ιl. 9. 80). Θρασυμήδης δὲ ὁπλίζει αὐτὸν ὡς νεωστὶ Νέστορα σώσαντα (Ιl. 8. 139).

256. * τὸ δὲ—λέλειπτο] τοῦτο διὰ μέσου. οἳ δὲ “δέ ᾿᾿ ἀντὶ τοῦ γάρ.

[*](Α–)

257. * καὶ σάκος] εἰς προβολὴν τοῦ τοξ〈ότ〉ου Ὀδυσσέως.

258. ἄφαλόν τε] ὁ φάλος ὀμφαλός ἐστι μικρὸς ἀσπίδι μικρᾷ [*](Α= B–) παραπλήσιος. κεῖται δὲ κατὰ τὸ μέτωπον ὑπερέχων τῶν ὀφρύων, ἀποσκιάζων τὴν αὐγὴν τοῦ ἡλίου, οἷαι τῶν Κορυβάντων εἰσὶν αἱ κόρυθες καὶ τῶν παλλαδίων· ὅτι δὲ κατὰ τὸ μέτωπόν ἐστιν ὁ φά- λος, δῆλον ἐκ τούτων “τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον—ἐν δὲ μετώπῳ πῆξε” (Ιl. 4. 459) κἀκ τούτων “ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων· ὣς πυκνοὶ ἀφέστασαν” (Ιl. 13. 132).

[*](1. ἀγορεύεις scripsi: λέγεις ‖ 2. Ὀδυσσεὺς ‖ 13. φησὶ] cf. p. 356, 26 ‖ 21. schol. supra v. 254 scriptum ‖ 27. προσβολὴν || 31, 32. ὁ φάλος Bek- ker cf. Eust.: ἄφαλος A, ὀμφαλός)
358
[*](A+B=)

ἄλοφον] πρὸς τὸ λανθάνειν. §. “ἄφαλον” δὲ ἀναγκαίως· ἐκ γὰρ τῶν φάλων εἰώθασιν ἐκδεῖσθαι οἱ λόφοι.

[*](A+B=)

καταῖτυξ] παρὰ τὸ κάτω τετύχθαι· λόφον γὰρ οὐκ ἔχει.

[*](B–)

259. ῥύεται δὲ κάρη] 〈δείκνυσιν,〉 ὅτι πρὸς μόνην σκέπην πεποίηται, οὐ πρὸς κόσμον· φάλος δέ ἐστι μικρὸς ὀμφαλός, 〈ἐξ〉 οὗ δεῖται ὁ λόφος.