Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

74. ὦ Ἀχιλεῦ] καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγκαζόμενος [*](AB=) ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως 〈μὴ〉 προειπών.

[*](4. supplevi ex B ‖ 15. ἱερὰ 16. τῶν B: τὰ || οὖν B: ὁ || 21. repetitur **ἐν ἀρχῇ διασαφεῖ τὰ πρόσωπα, dein rasura 3 fere litt. ‖ 24. μ. δὲ r.: corr. ‖ 28. inter εὐεξίας et θεῶν 4 fere litt. erasse φασιν W ‖ 29. τόξον πόρεν: transpos. W)
12
[*](B=)

76. τοιγὰρ ἐγών] οὐκ ἔστιν ἀντωνυμ⌈ία ἡ “τοί”⌋ —οὐδέποτε γὰρ ἀρκτική ἐστιν—⌈ἀλλʼ ἀντὶ⌋ τοῦ δή.

[*](B=)

καί μοι ὄμοσσον] οὐκ ἀπιστῶν τῷ Ἀχιλλεῖ προβάλλει τὸν ὅρκον, ἀλλʼ ἵνα σχῇ πρόφασιν πρὸς τὸν βασιλέα· ὃ συνεὶς Ἀχιλλεὺς οὐκ ἠγανάκτησεν ἐξαιτούμενος, ὤμοσε δὲ ἑτοίμως.

[*](B=)

77. ἠμέν μοι] ἀντὶ τοῦ ἢ μήν· ἔστι δὲ ⌈ἐπίρρημα⌋ ὁρκικόν· διὸ βαρύνομεν τὸν η· εἰ γὰρ περισπάσομεν, ἔσται βεβ⌈αιωτικός⌋.

[*](B=)

78. ὀίομαι] ὡς ἐπιδιστάζων εἶπε τὴν ἐσομένην ⌈αὐτῷ⌋ μῆνιν.

[*](B+)

80. κρείσσων] μέλλων βαρύνειν τὸν βασιλέα προαπολογεῖται [*](B+) αὐτῷ· κακῶς οὖν Ζηνόδοτος ⟨ ἀθετεῖ⟩. §. πιθανῶς δὲ καὶ τὴν εἰσέπειτα σωτηρίαν αἰτεῖ· εἰκὸς γὰρ τὸ παρὸν αἰδεσθέντα τὸ πλῆθος παριδεῖν.

81. αὐτῆμαρ⌋ ἐπίρρημα, ὡς καὶ τὸ ἐννῆμαρ καὶ ἑξῆμαρ· καὶ ἐχρῆν μὲν αὐτὸ ἀναπέμπειν τὸν τόνον ὡς βούκερως· ἀλλʼ ἐπεὶ οὐδὲν τῶν εἰς αρ συντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸς τὴν παρηλλαγμένην σύνθεσιν ἦν παρηλλαγμένος καὶ ὁ τόνος· δεῖ δὲ εἰδέναι ὡς μετὰ ἀκλίτων συντί- θενται.

[*](B=)

82. ⟨ἔχει κότον⟩] ἔδειξε διαφορὰν κότου πρὸς χόλον· διὰ πάντων δὲ ὑποφαίνει τὸ ὕπουλον Ἀγαμέμνονος καὶ ἀπλοῦν Ἀχιλλέως.

[*](B=)

85. θαρσήσας] ὡς ἀγαθὸς προτρέπει, μᾶλλον δὲ προκρίνει τὸ κοινῇ τοῦ ἰδίᾳ συμφέροντος.

[*](B=)

〈θεοπρόπιον〉] τὸ προειρημένον ὑπὸ θεοῦ σοι· πρὸς δυσώπησιν δὲ τῶν ἀκουόντων.

[*](A + B=)

88. 〈ἐμεῦ ζῶντος⟩] πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος συνέ- βαινεγὰρἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν.

89. βαρείας] τὰς ὅπλῳ βεβαρημένας.

[*](A - B=)

90. οὐδʼ ἦν Ἀγαμέμνονα] ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυπτεν Ἀχιλλεύς· οὐχ ὑβριστικῶς δὲ εἴρηται, ἀλλὰ φιλοφρόνως, ὡς ἂν ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην ἀσφαλείας ποιεῖσθαι ἐγγύην, καὶ τῇ ὑπερβολῇ θεραπεύει τὸν Ἀγαμέμνονα.

[*](A=)

91. Ἀχαιῶν] οὐχὶ “ἐνὶ στρατῷ·” οὕτω καὶ αἱ Ἀριστάρχειοι καὶ ἡ Σωσιγένους καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους.

[*](9. προσαπολογεῖται: corr. W || 10. supplevi ex B || 11. τὸ παρα- σεθἐν τὸ πλῆθος sequitur iterum sed paullo plenius in marg. inf. εἴπερ γάρ τε] πιθανῶς τὴν εἰς τὸ μετέπειτα σωτηρίαν αἰτεῦ. εἰκὸς γὰρ ἦν τὸ μὲν παρὸν αἰδεσθέντα παριδεῖν αὑτόν, εἰς δέ τὸ μετέπειτα τιμωρήσασθαι 13. ἀναπέμπειν//// τὸν || 19. schol. sine lemmate repetitur * 20. ἰδίου: ἰδίῳ schol. alt. || 28. ἀσφαλῆ π. τὴν ἐ.: corr. W ‖ 31. ἡ 2. A: αἱ)
13

93. οὔ ταρ ὅγʼ εὐχωλῆς] οὐ δή· τέλειος δέ ἐστιν ὁ “τάρ,” οὐκ ἐκ [*](A + B=) τοῦ τὲ ἄρ. §. προθεραπεύει δὲ τὸ πλῆθος, εἰς εὔνοιαν ἐπαγόμενος ὡς [*](B=) θυσίας οὐκ ὀφεῖλον.

96. τοὔνεκα] ἀθετεῖται ὡς περισσός· πρόκειται γὰρ “ἀλλʼ ἕνεκ’ [*](A - B=) ἀρητῆρος·” καὶ τὸ “ἐπιμέμφεται” ἀπὸ κοινοῦ δεῖ λαβεῖν.

97. οὐδʼ ὅγε 〈πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει〉] καὶ ἡ Μασ- [*](A +) σαλιωτικὴ 〈καὶ⟩ ἡ Ῥιανοῦ καὶ σχεδὸν πᾶσαι “οὐδʼ ὅγε πρὶν Δανα- οῖσιν ἀεικέα λοιγὸν ἀπώσει·” ἔοικε δὲ ἡ ἑτέρα Ζηνοδότου εἶναι.

*πρίν] πρότερον.

98. *πρίν] πρὸ τοῦ· πρότερον.

**〈έλικώπιδα⟩] τὴν μελανόφθαλμον, ὡς Καλλίμαχος, ἢ τὴν οὐκ [*](A + B=) ἀτενι〈σ〉τὴν τῇ θέῳ, ἢ τὴν ἀξιοθέατον, ἢ πρὸς ἣν οἱ νέοι τοὺς ὦπας ἑλίσσουσιν.