Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

500. καὶ λάβε γούνων] ἱκανὸν καὶ τὸ σχῆμα ἐπικλάσαι· εἰκόνα δὲ ὡς ἐν γραφῇ προέβαλεν.

[*](B=)

501. ὑπʼ ἀνθερεῶνος ἑλοῦσα] ὑπολαβοῦσα τὸν ἀνθερεῶνα· ἀντι- [*](12. πολέμους ‖ 17. εἰδότες ‖ 27. ἐριβρεμέτη γῆ μεγ.)

49
φράζων γοῦν φησιν· “ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλαβε χειρὶ γενείου” (Il. 8. 371)· ἀγαθὰ δὲ οἰωνιζομένη λεχθῆναι τοῦ γενείου αὐτοῦ προσελάβετο.

503. ὄνησα] πεφεισμένως ὠφέλειαν εἶπε τὴν τῆς ἀρχῆς σωτηρίαν.

[*](B=)

*ὄνησα] καὶ τῆς χάριτος ὑπέμνησε καὶ οὐκ ὠνείδισεν.

[*](B=)

504. ἢ ἔπει ἢ ἔργῳ] ἔνιοι μέν φασιν, ὅτι καὶ λόγῳ ὤνησε τὸν [*](B=) Δία βοηθὸν ἐλθεῖν πείσασα τὸν Βριάρεων, καὶ ἔργῳ μηκέτι δ⌈εθ⌋έντα. ἄμεινον δὲ φάσκειν ὅτι προσέθηκε τὸ λόγῳ οὐ γενόμενον, ἵνα μὴ ἐμφανῶς ὀνειδίζειν τὸ ἔργον δοκῇ.

505. τίμησόν μοι υἱόν] εἰ ἐγὼ ἀλλοτρίους ὠφέλησα, πῶς οὐ [*](B=) δίκαιον ἐμὲ παρακαλεῖν ὑπὲρ τοῦ ἐμοῦ παιδός, καὶ ταῦτα ὑβρισθέντος καὶ δυστυχοῦντος;

τίμησόν μοι υἱόν] εὖ τὸ μὴ εἰπεῖν Ἀχιλλέα· ἀγωγὸν γὰρ πειθοῦς [*](B=) μᾶλλον τὸ τῆς φύσεως ὄνομα· καὶ ἐν τοῖς ἑξῆς, “υἱὸν ἐμὸν τίσωσιν” (510).

ὃς ὠκυμορώτατος] ἔλεον ἐπάγει τὴν ἀωρίαν τοῦ παιδὸς οἰκτισα- [*](B=) μένη καὶ δεικνύουσα, ὅτι βίου πολυχρονίου ⌈προκρ⌋ίνας τιμὴν καὶ ταύτης συνεστέρηται· ἐν βραχεῖ δὲ πάντα πέφρασται.

508. ἀλλὰ σύ περ μιν] ἠθικόν· ὃν ἐκεῖνος ὕβρισε, σὺ μὴ ἐξου- [*](B=) θενήσῃς.

509. τόφρα δʼ ἐπὶ Τρώεσσιν] ἐλάχιστον ὁρίζει καιρὸν πρὸς πειθώ. [*](B=) κακῶς δὲ τὸ ἀναφορικόν. ἀλλαχοῦ δέ “ὄφρα μὲν ἠέλιος—τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο” (Il. 16. 777).

510. ὀφέλλωσιν] αὐξήσω ν αὐτὸν τῇ τιμῇ. §. εἰκότως δὲ τὸ τῆς [*](A+B=) τιμῆς ὄνομα πολλάκις ἀνακυκλεῖ· τοῖς γὰρ ἀγαθοῖς ἀνδράσι τιμὴ B= φίλον, ἀτιμία δʼ ἐχθρόν.

511. τὴν δʼ οὔ τι προσέφη] ὅτι μετʼ ἐπισκέψεως ποιεῖσθαι τὰς [*](B=) ἀποκρίσεις δεῖ, ὅπου καὶ ὁ Ζεὺς σκέπτεται· ἅμα δὲ καὶ ὅτι περὶ πάσης ἐνθυμεῖται τῆς Ἰλιακῆς περιπετείας. §. τὸ δέ “τί” [*](B=) περιττόν.

512. ἀκέων] ἀντὶ τοῦ ἀκεόντως.

513. ὢς ἔχετʼ ἐμπεφυυῖα] οὕτως, ἀνταποδοτικῶς. ἐμφαντικὴ δὲ [*](B=) ἡ μεταφορά, ὥσπερ ἡνωμένης. διάστημα δὲ δίδωσιν, ἐπικλῶσα αὐτὸν εἰς ἔλεον τῷ σχήματι καὶ τῷ λόγῳ.

[*](8. τὸ B: τῷ ‖ 10. ἀλλοτρίου οὖσα ‖ 17. novavit rec.)
50
[*](B=)

513. ὣς ἔχετο] “ὥς” ὥσπερ, ἀναφορικῶς. διδάσκει δὲ ἡμᾶς ὁ ποιητὴς μὴ ἀποκάμνειν ἐν ταῖς ἱκεσίαις.

[*](B=)

εἴρετο] ἔλεγεν· “εἴροντο δὲ κήδε᾿ ἑκάστη” (Od. 11. 542). §. ὁ [*](A=) Ἰξίων “καὶ εἶρε τὸ δεύτερον,” κακῶς.

[*](B+)

515. ἐπεὶ οὔ τοι ἔπι δέος] “ἐπεί” σύνδεσμος, “ἔπι δέος” ἀναστρα- φεῖσα, οὐδὲ φοβῇ ἀρνήσασθαι καὶ συγκαταθέσθαι. τοῦτο δυσω- πητικόν.

[*](AB=)

517. ὀχθήσας] εἰς ὕψος ἐπάρας τὸν θυμόν, παρὰ τοὺς ὄχθους· ἢ παρὰ τὸ ἄχθος “ἀχθήσας,” ὅ ἐστιν ἀχθεσθείς.

[*](AB=)

518. *ἐφήσεις Ἥρῃ] Ἀρίσταρχος τὸ Ἥρη κατʼ εὐθεῖάν φησιν, οὐ κατὰ δοτικήν, ἵνʼ ᾖ, ὅταν με ἐρέθῃ Ἥρη, ἐχθοδοπῆσαί με ἐφήσεις.

[*](A=)

519. ὅτʼ ἄν με] τρία μέρη λόγου.

[*](B=)

** μ᾿ ἐχθοδοπῆσαι ἐφήσεις] ἐντέχνως ηὔξησε τὴν χάριν, διʼ αὐτὴν φάσκων τὴν εἰς φιλτάτους παρορᾶν τιμήν.

[*](B=)

520. αὔτως] μάτην, ψευδῶς, ἐμοῦ μὴ ταῖς ἀληθείαις ἐπικου- ροῦντος αὐτοῖς. ἄκρως δὲ γυναικεῖον ἦθος ἐξέθετο· ὑποπτεύουσι γὰρ ἅπαντα, καὶ τοῖς ἀνδράσιν ὀνειδίζουσιν ὡς οὐ πράττουσι τὰ κεχα- ρισμένα αὐταῖς.

[*](A+)

522. μή σε νοήσῃ] αἱ πᾶσαι “μή τι,” καὶ ἔστιν ἐκ περιττοῦ τὸ “τί,” ὡς τὸ “μή τι φόβονδʼ ἀγόρευε” (Il. 5. 252)· “μή τι μευ, ἠύτε παιδὸς ἀφαυροῦ, πειρήτιζε” (Il. 7. 235).

[*](B=)

523. μελήσεται] μελήσει δέ μοι πῶς ταῦτα τελέσω. τῆς δωρεᾶς δὲ ἐμφήνας τὸ μέγεθος, ὅτι γε τῇ γυναικὶ προσκρούσει δοὺς αὐτήν, ὅμως ἐπὶ τελέσει ἐπινεύει, διδάσκοντος τοῦ ποιητοῦ, ὡς μέγιστόν ἐστιν ἀποδιδόναι χάριν ὀφείλοντα.

524. *εἰ δʼ ἄγε σοι] ἰδοὺ δῆ σοι.

[*](A=B-)

κεφαλῇ κατανεύσομαι] τό λογιστικὸν περὶ κεφαλήν, τὸ θυμικὸν περὶ καρδίαν “κραδίη δέ οἱ ἔνδον ὑλάκτει” (Od. 20. 13)· “οἰδάνεται κραδίη χόλῳ” (Il. 9. 646)· τὸ ἐπιθυμητικὸν περὶ ἧπαρ “ἧπαρ ἔκειρον” (Od. 11. 578).

[*](B=)