Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

159. τιμὴν ἀρνύμενοι] τὴν παρὰ τῶν Τρώων ἐκδίκησιν ἀπαιτοῦντες [*](B=) Μενελάῳ. λεληθότως δέ φησιν, ὅτι ταῦτα πάσχομεν οἱ διὰ σέ, Μενέλαε, στρατεύσαντες.

160. τῶν οὔτι μετατρέπῃ] τῶν ἀκολουθησάντων, ἢ τῶν προπεπονη- [*](A + B =) μένων, ἢ τῶν Τρώων, ὧν ἀμελήσας περὶ παλλακιδίου διαφέρῃ.

161. καὶ δή μοι γέρας] ὃ ἄλλοι δικαίως ἐδωρήσαντο—ἔκαμον [*](B=) γάρ—σὺ ἀπειλεῖς ἀφαιρήσεσθαι.

163. ἔχω] ἀντὶ τοῦ ἔσχον. ἐναργοῦς δὲ ἀπαγγελίας τὰ γεγονότα [*](B=) ὡς γινόμενα ἀπαγγέλλειν.

165. 〈ἀλλὰ τὸ μὲν πλεῖον⟩] τὰ ἑαυτοῦ ἀνδραγαθήματα ἐπὶ τοὺς [*](B=) ἀκούοντας φέρει, ὑποθωπεύων τοὺς παρόντας, ἐπεὶ ὅταν μόνος ᾖ δικαιολογούμενος πρὸς τοὺς πρέ⌈σβεις⌋ φησὶ “δώδεκα δὴ σὺ⌈ν⌋ νηυσὶ πόλεις” (Il. 9. 328).

166. 〈ἤν ποτε δασμός⟩] ὡς οὐκ ἀεὶ αὐτοῦ διανέμοντος, ἀλλὰ τὸ [*](B=) πᾶν σφετεριζομένου.

167. ὀλίγον τε φίλον τε] φίλον διὰ τὸ ἐξ ἰδίων εἶναι κατορθω- [*](B=) μάτων· αὕτη γὰρ ἡ κτῆσις εὐφραίνει, ἡ δὲ ἐναντία ἐλέγχει. ἐλεύ- θερον δὲ τὸ μὴ διὰ χρήματα ἀλλὰ δι᾿ ἀρετὴν πονεῖν. καὶ γὰρ ἐξ ἐπιδρομῆς τῶν ἰδίων κατορθωμάτων μνησθεὶς εὔνοιαν οὐκ ἀπέχθειαν [*](5. ἐπεὶ ἦ οἴκαδ᾿ ἴμεν scripsi: ἐπιτεῖ καὶ ἐμέ ‖ 7. ποιὰ ‖ 9. statim schol. iteratur πολλὰ ποιὰ ὄρη γῆς καὶ θαλάσσης διαστήματα· διὰ δὲ τῶν ἐπιθέτων τῶν μὲν ὁρῶν τὸ ὕψος τῆς δὲ θαλάσσης τὴν τραχύτητα ἐσήμανεν ‖ 12. ἄτιμον B: βλάσφημον ‖ 17. διαλέγει: corr. W ‖ 21. ἀπαγγελεῖν ‖ 23. φέρει B: εἰσφέρει ‖ παρόντας B: ἀκούοντας ‖ 28. θεῖναι ‖ 30. post πονεῖν :—signum scholii finiti. ut B)

20
παρὰ τῶν ἀκουόντων ἐπηγάγετο. ἄκρα δὲ Ἀγαμέμνονος πλεονεξία ἐν τῷ δασμῷ· τὸ δίκαιον ὑπερβαίνων οὐδὲ τούτῳ ἀρκεῖται.

[*](A~B=)

168. ἐπήν κε] Ἡρωδιανὸς μὲν καὶ Ἀρίσταρχος “ἐπεί κε” γρά- φουσιν. οἱ δὲ γράφοντες “ἐπήν” τὸ “κεκάμω” ὑφʼ ἓν ἀναγινώσκουσιν, ὡς τὸ λελάχωσι καὶ πεπίθωνται, ὅπερ καὶ ἄμεινον. εἰσὶ δὲ πολλάκις καὶ ἄμφω σύνδεσμοι, ὡς τὸ “ἃς οὔτʼ ἄν κεν Ἄρης” (Il. 13. 127).

170. *οὐδέ σʼ ὀίω] οὐδέ σοι τὸ τέλειον.

[*](B=)

171. 〈ἄφενος καὶ πλοῦτον⟩] πικρῶς φησι σκοπὸν συναγωγῆς χρημάτων αὑτῷ τὸν πόλεμον ἐξευρεῖν.

[*](B–)

173. φεῦγε μάλα] τὴν ὑποχώρησιν φυγὴν ὀνομάζει καταισχύνων [*](B=) αὐτόν. γράφεται δὲ καὶ “ἦ τοι θυμὸς ἐέλδεται.” §. ταπεινὸν γὰρ ἦν τὸ δεῖσθαι μένειν, καὶ οὐκ ἂν ἐπένευσεν Ἀχιλλεὺς δεομένου. §. τὸ [*](A+B=) δʼ “ἔμοιγε” προπαροξυτόνως, ὡς ἔγωγε.

175. οἵ κε με τιμήσουσι] καὶ “τιμήσωσι.” §. οὐχ ὁμότιμοι. οὐ⌊κ⌉ [*](B=) εἶπε δὲ ὑπηρετήσουσι. προσάγεται οὖν τὸ πλῆθος.

μάλιστα δὲ μητίετα Ζεύς] ὡς καὶ τὸ “ἐκ Διὸς βασιλῆες” (Hes. [*](B=) Th. 96). §. θαρσύνει δὲ τοὺς ἄλλους παρατιθεὶς αὐτοῖς τὸν Δία ἀντὶ Ἀχιλλέως· τῇ δὲ πρὸς τὸν θεὸν κοινωνίᾳ οὐχ ὑπηρέτας αὐτοὺς πεποιήκεν, εἰς δὲ τὴν ἰσόθεον εὐεργεσίαν ἐξῆρε τοὺς Ἕλληνας.

[*](A+)

** μητίετα] τῶν εἰς ης βαρυτόνων βραχείᾳ παραληγομένων, ἀπροσλήπτων τοῦ σ κατὰ γενικήν, παροξυνομένων ἐν τῇ κλητικῇ σεσημείωται τὸ δέσποτα καὶ εὐρύοπα καὶ “ μητίετα.”

[*](B=)

177. αἰεὶ γάρ τοι ἔρις τε] τὰ πλεονεκτήματα τοῦ ἀνδρὸς εἰς ὀνείδη μεθίστησιν, ὡς εἴ τις τὸν ἀνδρεῖον βίαιον καλεῖ καὶ τὸν σιωπηλὸν δόλιον. §. τὸ δὲ “ἔχθιστος” ἀναγνωστέον ὡς τὸ “δικαιότατος Κεν- ταύρων” (Il. 11. 832).

[*](B=)

178. θεός που σοι τό γ᾿ ἔδωκεν] εὐτυχίαν, οὐκ ἀρετὴν ἰδίαν αὐτῷ μαρτυρεῖ. πιθανῶς δὲ ἐπὶ μὲν τοῦ Ἀχιλλέως ἀορίστως ἔφη τὸ “θεός,” ἐπὶ δʼ αὑτοῦ ὡρισμένως φέρει τὸν Δία.

181. 〈οὐδʼ⟩ ὄθομαι] οὐ ταράσσομαι, παρὰ τὸν ὄτοβον τὸν τάραχον.

[*](B=)

182. ὡς ἔμʼ ἀφαιρεῖται] πιθανῶς οὐχ ὑπὸ τῶν Ἑλλήνων φησὶν ἀφαιρεῖσθαι τὸ γέρας, ἵνα μὴ ὕποπτος γένηται ὡς μισῶν αὐτούς, [*](5. πεπείθονται ‖ 7. οὐδ᾿ ἔσοι τ. τ. ‖ 11. ultima iterantur λίσσομαι] ταπεινὸν γὰρ—ἔγωγε ‖ 12. μένειν· οὐκ ἂν γὰρ schol. alt. ‖ 17. ultima iterantur θαρσύνει τοὺς—Ἕλληνας lemmate παρʼ ἐμοί γε καὶ ἄλλοι praefixo ‖ 27. iteratur schol. integrum * * lemmate θεός π. σ. τό γε praefixo ‖ 28 τὸ om. schol. alt. ‖ 30. τὸ οὐ τ.)

21
ὅτι ἀποδιδωσιν, οὐδὲ ὑπὸ Ἀχιλλέως, ἵνα μὴ οἱ Ἕλληνες Ἀχιλλεῖ χάριν ἔχωσιν, ἀλλʼ ὑπὸ θεοῦ ἀφαιρεῖσθαί φησιν, ὡς οὐκ ἀνθρώπων ἥττων ἀλλὰ θεοῦ γενόμενος. εὖ δὲ καὶ τὸ καθʼ αὑτὸν ηὔξησεν, ὡς τοσοῦτον Ἀχιλλέως προὔχων ὅσον τοῦ θεοῦ ἀπολείπεται.

183. σὺν νηί τʼ ἐμῇ] ἵνα μὴ δοκῇ ἐξ ἀνάγκης αὐτὴν ἀποπέμπειν, [*](B=) ὡς οὐ γνωριοῦντος τοῦ θεοῦ τὸν αἴτιον τῆς ἀποστολῆς. §. οὗτος ὁ [*](B=) λόγος ἤδη ἀποτέθειται τῶν φίλων τὸν Ἀχιλλέα.

185. αὐτὸς ἰών] ἐπειδὴ τὸ ἐγώ ἠδύνατο καὶ διὰ θεραπόντων [*](B=) νοεῖσθαι, προσέθηκε τὸ “αὐτὸς ἰών.” ὁμοία δέ ἐστιν ἡ ἀπαγγελία “τὴν δʼ ἐγῶ οὐ λύσω” (29).

186. *καὶ ἄλλος] τῶν φιλούντων Ἀχιλλέα.

187. ἶσον ἐμοί] ἀναιρεῖ τὴν ἐν ταῖς ἐκκλησίαις ἰσηγορίαν. διὸ [*](B=) καὶ οἱ Ἀχαιοὶ φεύγουσιν, οὐ δυνάμενοι δικαιολογεῖσθαι αὐτῷ. ὁ δὲ Διομήδης “ἣ θέμις ἐστίν, ἄναξ. ἀγορῇ” (Il. 9. 33).