Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

15. εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ “νηὶ παρὰ πρύμνῃ Ἀγα- μέμνονος” (Il. 7. 383).

[*](B=)

16. εἴωθεν ὑπεξαίρειν τὰ προύχοντα πρόσωπα, ὡς τὸ “Τρῶάς τε [*](B=) καὶ Εκτορα (Il. 13. 1). §. ἀπὸ τοῦ διηγηματικοῦ δὲ ἐπὶ τὸ μιμητι- κὸν μέτεισιν, ὡς τὸ “ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο” (Il. 4. 301).

[*](B=)

18. ⌈οὐκ ἐν] οὐρανῷ μόνον ἀλλὰ καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς μακρὰν ὄντων.

[*](B=)

20. 〈παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην⟩] ἀντιδιέσταλται πρὸς τὴν [*](B=) “ὕμῖν·” διὸ ὀρθοτονεῖται. §. ἐλεεινὴ δὲἡπροσθήκη τοῦ “φίλην·” ⌈ηλοῖ [*](AB=) γὰρ τὴν] μόνην. §. τὸ δὲ “δέχεσθαι” ἀντὶ προστακτικοῦἀπαρέμφατον.

[*](A ~ B=)

21. ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα πολεμοῦντα αὐτοῖς ὡς “ἑκηβόλον” εἰσάγει, διὰ τῶν τούτου τόξων ἐκφ⌈οβῶν αὐτούς⌋.

[*](B=)

22. 〈ἐπευφήμησαν Ἀχαιοί⟩] ⌈δεισίδα⌋ιμον ⌈γὰρ⌋ τὸ πλῆθος καὶ μισοπόνηρον.

[*](B=)

23. ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι, λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετʼ αἰδοῦς δέχεσθαι· ὃ δὲ καὶ γέροντα αὐτὸν ὀνομάζει.

[*](AB=)

24. ⌈ἀρχικὸν⌋ τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλως τε καὶ οὐκ ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχομένων.

[*](B=)

25. ⟨κακῶς⟩] αὐστηρῶς, ἢ σὺν τῷ οἰκείῳ κακῷ ἤτοι τῇ ἀπραξίᾳ. §. [*](B=) τὸ δὲ ⌈“κρατερόν” ἀντὶτοῦ ἀπηνῆ⌋, ὡς τὸ “ἀνδρὶπαρὰ κρατερῷ” (Il.24. [*](B=) 212), “κρατέρʼ ἄλγεα πάσχων” (Il. 2.721). §. τὸ δὲ ἑξῆς, ἐπέτελλεν.

[*](B=)

26. τὸ τοῖς ἄλλοις αἰδέσιμον γῆρας ἐπʼ ὀνείδει προβάλλεται.

[*](B=)

27. 〈ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα⟩] ἢ γὰρ ἐπιμέν⌈οντες ἀνύομεν, ἢ πρὸς] τὸ ὀξὺ ἐνδιδόαμεν, ὕστερον δὲ ὀχλοῦμεν· ὧν ἀπάντων [*](A - B=) αὐτὸν ἐκκόπτει. §. τὸ δὲ “νῦν” τὸν ἐνεστῶτα ἐσήμανεν, οὐ τὸν πλατικὸν χρόνον.

[*](B=)

29. πολλὰς περικοπὰς ἔχει ὁ λόγος τὸ θυμικὸν ἐμφαίνων.

[*](A + B =)

μᾶλλον γηράσει παρʼ ἐμοὶ ἢ λυθήσεται· ἔστι δὲ ὡς τὸ “οὐδέποτʼ ἐκπέρσει, πρίν μιν κύνες ἡδʼ οἰωνοί” (Il. 18. 283).

[*](AB=)

κατʼ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι [*](8. πρώτοις 11, λΰσοί τε 22. τε καὶ scripsi: τε δὲ ‖ 28. δηθύνοντα)

7
δέ, ὥς που τὸ περὶ αὐτοῦ ἐπίγραμμα δηλοῖ, “βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής” (Il. 3. 179)· διὸ παρὰ ⌈μὲν⌋ τῶν ὑπηκόων ὑβρίζεται, τοῖς δὲ πολεμίοις λίαν ἐστὶν ἀπηνής, ὡς Ἀδράστῳ καὶ τοῖς Ἀντιμάχου παισίν.

31. ⟨ἱστὸν ἐποιχομένην⟩] ταῦτα λέγων ὑπʼ ὄψιν ἄγει τὰ τῆς [*](B=) Ἑλένης.

**⟨ἐμὸν λέχος ἀντιόωσαν⟩] τῆς ἐμῆς κοίτης μεταλαμβάνουσαν, [*](B=) ὡς τὸ “ἀντιόων ταύρων τε” (Od. 1. 25). §. ἐφύβριστος δὲ ἡ παρὰ [*](B=) πολεμίοις μῖξις· ὅτι δὲ ἐφʼ ὕβρει φησὶν αὐτῇ χρῆσθαι, δηλοῖ διὰ τοῦ ἐκφωνῆσαι τὸ “ἱστὸν ἐποιχομένην” καὶ τούτῳ τῷ λόγῳ συμπερι- λαβεῖν τὸ λέχος.

32. μή μʼ ἐρέθιζε] τὰ γὰρ ἀποθύμια ἐρεθιστικὰ ἡγούμεθα εἶναι· [*](B=) πρῶτος δὲ ὁ Ὅμηρος τὴν δύναμιν τῆς Ἀδραστ〈ε〉ίας ἐνεδείξατο· ὁ ⟨γὰρ⟩ τὸν ἱκέτην ἀτιμάσας αὐτὸς ἱκετεύων ἀποτυ⌈γχάνει⌋· ὁ δῶρα μὴ λαβὼν ἑτέρῳ δίδωσιν· ὁ καταδχὼν γέροντος θυγατέρα διδοὺς τὴν ἑαυτοῦ πρὸς γάμον ἀπαξιοῦται.

33. ἐπείθετο] ἀντὶ τοῦ οὐκ ἀντέπρασσεν· διδάσκ⌈ει δὲ⌋ ὁ ποιητὴς [*](B=) εἴκειν ταῖς ὑπερβολαῖς. §. οἰκείως δὲ τὸν ἠτιμασμένον καὶ φοβούμενον [*](B=) γέροντα καλεῖ καὶ οὐχ ἱερέα, πλέον οἰκτιζόμενος.

34. ⟨ἀκέων⟩] οὐκ οἰμώξας διὰ τὸν καιρόν. §. “ἀπάνευθε” δέ, ἵνα [*](B=) ⟨μὴ⟩ ἀκούσωσιν οἱ πολέμιοι· ὑποθήκη δέ ἐστι τοῖς καταδεεστέροις [*](B=) καταφεύγειν ἐπὶ τὸ ⌈θεῖον⌋ ἀδικουμένους.