Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
89. γέφυρα παρὰ τὸ γῆ καὶ τὸ φύρω, τὸ ἀναμιγνύω· ἡ ἐφʼ ὑγρῷ τόπῳ κειμένη. ἢ ἡ τῇ γῇ φυραθεῖσα.
91. ὄμβρος] γίνεται παρὰ τὸ ὁμοῦ καὶ τὸ ῥέω. ὁμόροός τις ὀν καὶ ἐν συγκοπῇ ὄμρος. καὶ ἐπεὶ πρὸ τοῦ ρ οὐ δύναται εἶναι τὸ μ, πλεονάζει τὸ βῆ καὶ γίνεται ὄμβρος.
94. πυκινή· παρὰ τὸ πετύω πετύσω καὶ πτύσσω. ἄλλο γὰρ οὐ σημαίνει τὸ πτύσσω, εἰ μὴ τὸ ἐπιπίπτειν ἕτερον πρὸς τὸν ἕτερον.
194. πέπλος. ἐκ τοῦ πρέπω πρέπαλος καὶ κατὰ ἀποκοπὴν πέπλος.
358. χρυσάμπυκας] ἄμπυξ σημαίνει δύο, τὸ γυναικεῖον ἀνάδεμα, ὡς τὸ “ἄμπυκα κεκρύφαλον” (Il. 22, 469). καὶ τὸν χαλινὸν, ὡς ἐνταῦθα.
372. ῥέζω σημαίνει τρία, τὸ πράττω, ὡς τὸ “νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν” (Il. 2, 274). καὶ τὸ θύω, ὡς τὸ “ἄλλος δʼ ἄλλῳ ἔρεξε θεῶν ἀειγενετάων” (ib. 400). καὶ τὸ τῇ χειρὶ καταψῶ, ὡς ἐνταῦθα.
388. ἆτος ὁ ἀκόρεστος. γίνεται ἐκ τοῦ ἄω, τὸ εἰς κόρον ἄγω, ἐξ οὗ καὶ τὸ κορέσαι ὡς τὸ “αἵματος ἄσαι Ἄρηα ταλαύρινον πολε- μιστήν” (Il. 5, 289).
443. τυτθόν] τὸ μικρὸν ἔμβρυον. γίνεται οὖν ἐκ τοῦ τιτθή, ὃ ση- μαίνει τὸν μαστόν, καὶ τροπῇ τοῦ ἱ εἰς ῦ τυτθόν καὶ τυτθή.
ὀπίσσω] ἐπίρρημα τοπικὸν, σχέσεως τῆς ἐν τόπῳ. σχέσεις δὲ τῶν τόπων εἰσὶν ς΄, ἄνω, κάτω, ἔμπροσθεν, ὄπισθεν, δεξιά, ἀριστερά.
[*](14. *δμρος] μέρος *τὸ ] om.)γίνεται δὲ ἐκ τοῦ ὀπίζω τὸ ἀκολουθῶ καὶ κατόπιν διώκω· τὸ δὲ ὀπίζω ἐκ τοῦ ὄπις ἡ ἐπιστροφὴ, ὡς τὸ “θεῶν ὄπιν οὐκ ἀλέγοντες” (Il. 16, 388).
444. ἀλευάμενος] γίνεται ἐκ τοῦ ἀλῶ τὸ ἐκκλίνω καὶ πλανῶ. τὸ ἀλῶ ἐκ τοῦ λῶ τὸ θέλω, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀλῶ. οἱ γὰρ πλανώμενοι οὐ θέλοντες πλανῶνται, καὶ ὥν βούλονται οὐ τυγχά θνUu.
521. ἰωκή. ἡ δίωξις. διώκῃ ἦν καὶ ἀποβολῇ τοῦ δ ἰωκή.
528. φοιτῶ. παραγίνομαι. γίνεται δὲ ἐκ τοῦ ὁδὸς, ὅπερ ἀπὸ τοῦ ἔω τὸ πορεύομαι γίνεται. λοιπὸν ἐκ τοῦ ὁδός γίνεται περισπώμενον ῥῆμα ὁδῶ, καὶ πλεονασμῷ τοῦ ῑ, οἰδῶ. καὶ τροπῇ τοῦ δ εἰς τ οἴτῶ. καὶ πλεονασμῷ τοῦ φ, φοιτῶ· οὐδεὶς γὰρ φοιτᾶν οἶδεν, εἰ μὴ πορείαν ποιῆται, ἥτις τὴν ὁδὸν σημαίνει.
579. κληὶς ἐκ τοῦ κλείω τὸ ἀσφαλίζω κλείσω κλείς· καὶ ἐν διαλύσει κλείς· καὶ τροπῇ τοῦ ε εἰς 5, κληίς.
586. κύμβαχος γίνεται παρὰ τὸ κυφὸν, τουτέστι τὸ περιφερὲς καὶ περιαγές, οἱονεὶ τὸ σκεπάζον τὸ βρέγμα· κύμβη γὰρ ἡ κεφαλὴ, ἔνθεν τὸ κυβιστᾶν (κυμβιστᾶν codex).
748. πρυλέεσσι] πεζοῖς. ὥσπερ δʼ ἀπὸ τοῦ δαμάζω δαμάσω δάμαλις, οὕτως ἀπὸ τοῦ περῶ περύω περύσω πέρυλις καὶ συγκοπῇ πρύλις.
800. ἦ ὀλίγον] ἀντὶ τοῦ κατʼ οὐδέν.
94. ἤνις. ἕνος ὁ ἐνιαυτὸς, παρώνυμον ἔνις, καὶ τροπῇ τοῦ ἱ εἰς η ἤνις ἤνιος Ἰωνικῶς. ἤνιας ἤνις συναλιφῇ, τὰς ἑνὸς οὔσας ἐνιαυτοῦ.
95. ἄστυ παρὰ τὸ ἄνω ἵστασθαι· οἱ γὰρ ἀρχαῖοι τὰς πόλεις ἐφʼ ὑψηλῷ τόπῳ ᾠκοδόμουν.
381. τρεερὸς καὶ κράσει τῶν δύο εε εἰς η τρηρὸς ὁ δειλός· οὗ παρώνυμον τρήρων καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρός, τουτέστιν ὁ δραστικὸς καὶ ἐρρωμένος τὴν γνώμην καὶ μὴ δειλὸς, καὶ τροπῇ τοῦ α εἰς ὁ ὀτρηρός. καὶ ἀτρεύς κατὰ στέρησιν τοῦ τρεῖν ἐγένετο, ὅ ἐστι φοβεῖσθαι καὶ κατὰ μετάθεσιν τοῦ ᾶ εἰς ο ότρεὺς, ἡ γενικὴ ὀτρῆος, ὡς τὸ “λαοὺς δʼ Ὀτρῆοςʼ (Il. 3, 180).
467. κόλπον] παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθὺ, κόλος καὶ πλεονασμῷ τοῦ ὶ κόλπος.
212. νέρθεν, κάτωθεν. γίνεται οὖν ἐκ τοῦ ἔνερος, ὃ σημαίνει τὸν νεκρὸν, ὡς τὸ “ἄναξ ἐνέρων Ἄιδωνεύς.” ἐξ αὐτοῦ ἔνερος ἔνερθεν καὶ ἀποβολῇ τοῦ ὲ νέρθεν. οὕτως οὖν καὶ τὸ ὑπένερθεν ἐκ τῆς ὑπό προθέσεως καὶ τοῦ ἔνερθεν.