Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
219. λάχνη. παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ ἔχω τὸ κρατῶ, γίνεται λαέχνη, καὶ κατὰ κρᾶσιν λάχνη. παράγεται δὲ καὶ ἀπὸ τοῦ λάζω, τὸ κρατῶ, ὁ μέλλων λάξω, καὶ ἐξ αὐτοῦ λάχνη· οὐδὲν γὰρ εὐληπτότερον τῆς τριχός.
220. ἔχθιστος ἐκ τοῦ ἐχθρός· τοῦτο ἐκ τοῦ ἐκθορῶ, ἐκθορήσω, ἔκθορος καὶ ἐχθρός, ὁ ἔξω ἡμῶν προδιερχόμενος. ἔχθιστος δὲ ἐκ τοῦ ἐκθέειν ἡμῶν.
225. χατίζεις] ἐκ τοῦ αἰτῶ τὸ ζητῶ καὶ χρῥζω· ἀποβολῇ τοῦ ῑ ἀτῶ, καὶ πλεονασμῷ τοῦ χ χατῶ, καὶ κατὰ παραγωγὴν χατίζω. ἢ ἐκ τοῦ ματῶ ματίζω, καὶ τροπῇ τοῦ χμ εἰς χ χατίζω.
233. νόσφι] ἐκ τοῦ νὸ στερητικοῦ καὶ τοῦ ἕπω τὸ ἀκολουθῶ. καὶ ἐξ αὐτοῦ νόεπι· καὶ ὥσπερ ἀπὸ τοῦ θεόφατον κατὰ ἀποβολὴν τοῦ ὁ καὶ πλεονασμῷ τοῦ σ γίνεται θέσφατον, καὶ θέσπις θέσπις, ὡς τὸ “θέσπιν κατεβρόντησεν,ʼ οὕτω καὶ τὸ νόεπι ἀποβολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ σ γίνεται νόσπι, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ νόσφι, ὁ μὴ ἀκολουθῶν, ἀλλὰ πόρρωθεν καὶ χωρὶς ὑπάρχων. γίνεται
235. ἐπιβασκέμεν ἀντὶ τοῦ ποιεῖν ἐπιβαίνειν.
242. λωβήσαιο] ἐκ τοῦ λωβῶ λωβήσω. τοῦτο ἐκ τοῦ λοβός, ἀπὸ μεταφορᾶς τῶν ἠκρωτηριασμένων, ἐπειδὴ οἱ παλαιοὶ τοὺς ἔν τινι ἀτοπήματι ἁλόντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὅτων ἀπέτεμνον, ὡς καὶ ὁ ποιητὴς πρὸς τὸν Ἶρον (Od. 18, 86). καὶ ταῦτα ὁ θρίων. ὁ δὲ ρωδιανὸς ἐκ τοῦ λαβή εἶναι λέγει, ὃ σημαίνει τὸ ξίφος· καὶ τροπῇ τοῦ α εἰς ω καὶ ἀναδόσει τοῦ τόνου λώβη, ὡς ἀπὸ τοῦ φᾶρος φαριαμός καὶ φωριαμός.
245. ἠνίπαπε] ἐκ τοῦ ἐνίπω τὸ ἐπιπλήσσω. τοῦτο ἐκ τοῦ ἐνέπω τὸ λέγω· κυρίως γὰρ τὸ διὰ λόγων ἐπιπλήσσειν. ἐνίπτω γοῦν ἐνίψω, ὁ παρακείμενος ἤνιφα, ὁ μέσος ἤνιπα καὶ ἠνίπαπα, ἐξ οὗ καὶ ἐνιπή, ὡς τὸ “μάλα πὼς με καθίκεο θυμὸν ἐνιπή” (Il. 14, 104).
251. νόστος ἐκ τοῦ νέω τὸ πορεύομαι νέσω νόστος ὑποστροφή.
290. χήρα παρὰ τὸ χῶ τὸ χωρῶ, ὁ μέλλων χήσω, καὶ ἐξ αὐτοῦ [*](4—19. C. Cram. Anecd. Oxon. 15. δεξιόφι] δεξιοῦ 17. *λίγ’] φίλη γ’. vol. 1 p. 293, 7- 26. 10. *πτῶσιν] om.)
293. ἀσχαλάᾳ] ἔστιν ἄχος ἡ λύπη. ἐξ αὐτοῦ ἀχῶ, καὶ πλεονα- σμῷ τῆς α, συλλαβῆς ἀχόλω, προσθέσει τοῦ σ ἀσχαλῶ, ἤσχαλον. ἐκ τούτου οὖν ἀσχαλόω, ἀσχαλκς, ὁσχαλά.
πολυζύγῳ] πολυκραθέδρῳ, ἐκ τοῦ πολύς καὶ τοῦ ζυγός. ζυγὸς δὲ σημαίνει δ, τὸ τῶν ἵππων ἅρμα, ὡς τὸ “ἱππείου δὲ ζυγοῦ θεὰ ἥψατο φώνησέν τε” (Il. 5, 799). καὶ τὸν τῆς κιθάρας πῆχυν, εἰς ὃν οἱ κόλλαβοι συμπεπήγασιν, ὡς τὸ “ἐπὶ δʼ ἀργύρεος ζυγὸς ἦεν” (Il. 9, 187). καὶ τὰς τῶν ἐρεσσόντων καθέδρας, ὡς ἐνταῦθα· καὶ τὸν κατὰ συνήθειαν παρʼ ἡμῖν λεγόμενον ζυγόν, τῶν βοῶν δηλονότι, ὡς τὸ “τὴν οῦ πώ τις ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ” (Il. 10, 293).
316. ἀμφιαχυῖαν] ἐκ τῆς ἀμφί προθέσεως καὶ τοῦ ἰάχω. τὸ δὲ ἰάχω ἐκ τοῦ ἰά, ἡ ἐκπεμπομένη φωνή, ἰάχω, ἰαχή· γίνεται δὲ ἐκ τοῦ ἀμφιάζω, ἀμφίαχα, ἀμφιαχώς ἀμφιαχυῖα.
318. ἀρίζηλον] τὸν διάδηλον καὶ φανερόν. γίνεται δὲ ἐκ τοῦ αρι ἐπιτατικοῦ μορίου καὶ τοῦ ζῆλος, τὸ δὲ ζῆλος ἐκ τοῦ δῆλος, τὸ δὲ δῆλος ἐκ τοῦ δαλός, ὃ σημαίνει τὸν πεπυρακτωμένον σίδηρον. ἀναδό- σει δὲ τοῦ τόνου καὶ τροπῇ τοῦ ὰ εἰς η δῆλος, καὶ μετὰ τῆς αρι προσθέσεως καὶ προσθέσει τοῦ σ ἀρίσδηλος. ἐπεὶ δὲ τὸ ξ ἐκ τοῦ σ καὶ δ σύγκειται, συναιρέσει τοῦ σ καὶ δ εἰς ζ γέγονεν ἀρίζηλος.
321. πέλωρα] πέλωρον τὸ ἐξαίσιον καὶ φοβερόν. γίνεται δὲ παρὰ τὸ πέλω καὶ τὸ ὁρα ἡ φροντίς, οἷς ὑπάρχει ἀεὶ ἡ φροντὶς διὰ τὸ μέγεθος. ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ πελάζειν καὶ προσεγγίζειν τῷ Ὠλρίωνι.
ἄνεῳ] ἄφωνοι· γίνεται δὲ ἐκ τοῦ ἴα, ἡ ἐκπεμπομένη φωνὴ ἴος, καὶ μετὰ τοῦ στερητικοῦ α, ἄῖος καὶ ἄνιος ὁ ἄφωνος, καὶ τὸ Ἀττικὸν ἄνεως, ἄνεω.
338. νηπιάχοις] παρὰ τὸ χήπιον· τοῦτο παρὰ τὸ νή στερητικὸν καὶ τὸ βίος, τὸ ἐστερημένον τῶν βιωτικῶν φροντίδων. ἢ παρὰ τὸ τη καὶ τὸ βῶ τὸ λέγω, τὸ ἐστερημένον τοῦ λέγειν.
342. μδχος ῇ μηχανὴπαρὰ τὸ μήδω τὸ βουλεύομαι,μέμηχα μῆχος.
344. ἀστεμφὴς ὁ ἀμετάστρεπτος καὶ ἀμετάθετος. γίνεται δὲ ἐκ τοῦ στρέφω, στρέφῃς. καὶ μετὰ τοῦ στερητικοῦ α, καὶ ἐν ὑπερ- βιβασμῷ ἀστρεφής, καὶ μεταθέσει τοῦ ρ εἰς μ ἀστεμφής.
380. ἠβαιόν] ἐκ τοῦ βαίνω γίνεται βοός, καὶ πλεονασμῷ τοῦ ἱ βαιός, ὁ ἐπʼ ὀλίγον χρόνον βεβηκώς. πλεονασμῷ δὲ τοῦ 5, ἠβαιός, ὡς τὸ μύει ἠμύει· σημαίνει δὲ τὸ κλίνει.
388. τελαμών] παρὰ τὸ ταλάσσω, τὸ ὑπομένω. ἢ ἀπὸ τοῦ τέλος, τελῶ τελέσω, καὶ ἐκ τούτου τετέλεσμαι, τελεσμός, ἀποβολῇ τοῦ σ καὶ τροπῇ τοῦ ε εἰς α, τελαμών.
399. καπνίζω ἐκ τοῦ καπνός. τοῦτο παρὰ τὸ καίω καὶ τὸ πνοή· καπνὸς γὰρ κυρίως ἡ ἐκ τῆς καύσεως πνοή. ἐξ αὐτοῦ καπνίζω.
403. πίονα ἐκ τοῦ πίνω πίω πίων. οἱ δὲ παρὰ τὴν πόαν.