Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
1. λῦτο] εἰ μέν ἐστι μέσος δεύτερος ἀόριστος, ἀπὸ τῶν εἰς μι γίνεται, ὁμοίως τῷ “λύτο γούνατα” (Il. 21, 114), ὃ καὶ ἄμεινον· εἰ δὲ παρατατικὸς, ἀπὸ τοῦ ἐλύετο κατὰ κρᾶσιν ὁμοίως τῷ “ῥῦσθαι γενεήν τε τόκον τε” (Il. 15, 141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο, ὡς βέ- βλητο βλῆτο.
ἀγών] ἢ τὸ πλῆθος, ὡς τὸ “ἀνʼ ἀγῶνα νεῶν” (Il. 20, 33)· ἢ αὐταὶ αἱ ἀγωνίσεις. παρὰ δὲ Βοιωτοῖς ἀγὼν ἡ ἀγορά· ὅθεν καὶ ἀγω- νίους θεοὺς Αἰσχύλος τοὺς ἀγοραίους. ἔστι δὲ καὶ ἀγὼν ὁ κυκλο- τερὴς τόπος καὶ μὴ ἔχων γωνίαν. οἱ δὲ, ἀπὸ ῥήματος τοῦ ἄγω ἀγών ὡς ἀείδω ἀηδών.
2. δόρποιο] δόρπος ἡ πρὸς ἑσπέραν τροφὴ, μεθʼ ἣν ἐπὶ τὸ ἰαύειν ἕρπομεν, ὅ ἐστι κοιμᾶσθαι· ἢ ἀπὸ τοῦ δρέπεσθαι τοὺς πόνους· ἢ δόροπόν τι ἂν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων. μέδοντο δὲ προε- νοῦντο, ἢ ἐφρόντιζον.
3. ταρπήμεναι] τέρψιν λαβεῖν. ἀπὸ κοινοῦ δὲ τὸ μέδοντο. λελη- θότως δεδήλωκεν ὅτι μέχρις ἑσπέρας παρετάθη ὁ ἀγών.
4. κλαῖε] ἐπειδὴ ἀπὸ τῆς ἀνέσεως τοῦ ἀγῶνος ἐν ἄλλῃ κατα- στάσει πεποίηκε τὸν ἀκροατὴν, ὥστε ὑπονοεῖν μὴ καὶ ἀφῆκεν ἐκ τῆς ψυχῆς τὴν ἀνίαν ὁ Ἀχιλλεὺς, πάλιν ἐπὶ τὸ συνεκτικὸν μεταβαίνει πρόσωπον· μονωθεὶς γὰρ ὁ Ἀχιλλεὺς ἔτι τῇ λύπῃ κρατεῖται.
5. ᾕρει] ᾕρει μὲν, οὐχ ὁλοτελῶς δὲ διὰ τὸ πένθος. ἢ καὶ πάντας δαμάζων αὐτὸν οὐχ ᾕρει, ὥστε ἀνωτέρω τὸ αἴτιον τοῦ ὕπνου ὁ κόπος [*](16. ἀν] Immo μετʼ 18. Αἰσχύλος] Vide Lexicon 17. ἀγωνίσεις] *διαγωνίσεις Aeschyl. p. 422.)
6. δεξιῶς ὑπόκειται τίνα ἦν τὰ ἀναμιμνήσκοντα αὐτὸν πένθους. οὐ γὰρ ὅτι συνέπαιζεν, οὐδʼ ὅτι αὐτὸν ἐκολάκευεν, οὐδʼ ὅτι ἡδὺς συμ- πότης ἦν, ὡς ὁ τοῦ Ἕκτορος “ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπινα- στής” (Il. 17, 577), ἀλλʼ ὅτι κοινωνὸς ἀρετῆς καὶ γενναίων ἔργων. οἱ δὲ ἀθετοῦντες τοὺς στίχους πῶς οὐκ ἐμβρόντητοι, ῥηματίων κακο- σχόλων ἐχόμενοι καὶ τοιούτων ἐπῶν κατηγοροῦντες; ἀθετοῦνται δὲ, ὅτι ἀνδροτής ἐστιν ἡ τοῦ ἀνδρὸς φύσις. ἀλλʼ εἶπε καὶ μένος ἡΰ. καὶ ὅτι οὐδαμοῦ συνετολύπευσέ τι αὐτῷ. ἀλλ’ ἐν πᾶσιν αὐτοῦ τοῖς ἔργοις εὑρίσκομεν ὅτι συνήργει· συνέκδημος γὰρ αὐτῷ ἐξ αὐτῆς τῆς Φθίας ἦν.
7. τολύπευσε] εἰς τέλος ἤγαγεν, ἀπὸ τῶν ἐρίων· τολύπη γὰρ ἡ σφαῖρα τῶν ἐρίων, ὅθεν τὸ ἐκ πολλῶν πραγμάτων εἰς ἔν τι κεφα- λαιοῦν τολυπεύειν λέγεται. καλῶς δὲ καὶ τὸ πάθεν, ἐπεὶ ῥέξαντά τι καὶ παθεῖν ἔοικεν.
8. πείρων] βαρυτόνως· φησὶ γοῦν “νύκτας τε καὶ ἠῶ πεῖρε κέλευ- θον” (Od. 2, 434). καὶ “περὶ δουρὶ πεπαρμένος (ll. 21, 577). καὶ ὡς σπείρω σπόρος, φθείρω φθόρος, οὕτως πείρω πόρος· “πόρους ἁλὸς ἐξερεείνων” (Od. 12, 259). καὶ “ἀκροπόρους” (Od. 3, 463) τοὺς πείροντας τὰ κρέα τοῖς ἄκροις. ἀπὸ δὲ τοῦ περῶ γίνεται πόρος καὶ πορθμός.
11. πρηνής] οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τὸ γὰρ “προπρηνέα τύψῃ” (Od. 22, 98) πλείονός ἐστιν ἐμφάσεως. τὸ δὲ τότε ἀντὶ τοῦ ἄλλοτε.
12. δινεύεσκʼ] περιήρχετο. ἀλύων δὲ ἀλώμενος τὴν ψυχὴν, λυπού- μενος, ἀστατῶν, ἀδημονῶν.
15. περισσὸς ὁ δέ, καὶ χωρίς τινος ἐμφάσεως κείμενος.
*Πορφυρίου. διὰ τί ὁ Ἀχιλλεὺς τὸν Ἕκτορα εἷλκε περὶ τὸν τάφον τοῦ Πατρόκλου, παρὰ τὰ νενομισμένα ποιῶν εἰς τὸν νεκρόν, ἢ παρανομοῦσι τὰ αὐτὰ οὐχ οἱ ἀμυνόμενοι, ἀλλʼ οἱ ἄρχοντες, ὁ δὲ Ἕκτωρ πρότερος ἐνεχείρησε λωβήσασθαι τὸν Πάτροκλον τοιαῦτα· τίς γὰρ ἡ γνώμη Ἕκτορος περὶ Πατρόκλου; “μάλιστα δὲ — ἁπ- αλῆς ἀπὸ δειρῆς” (Il. 18, 175—7). εἵλκυσταί τε πρότερος Πάτροκλος [*](15. *ῥέξαντα] ῥέξοντα 29. *Πορφυρίου] om.)
16. τρίς] ἀντὶ τοῦ πολλάκις.
17. αὖτις ἐνὶ κλισίῃ] ἀπὸ τῆς ἑαυτοῦ σκηνῆς ἀρχόμενος αὐτὸν ἐρύειν, καὶ πολλάκις ἐρύων, τελευταῖον πάλιν μέχρι τῆς σκηνῆς γενόμενος ἐπαύετο τοῦ ἕλκειν αὐτόν.
ἀντὶ τοῦ ἑνὸς οἱ δύο σύνδεσμοι, ὡς τὸ “τόνδε δʼ ἐγὼν ἐπὶ νῆα δεδέ- ξομαι” (Il. 5, 238). τινὲς δὲ δέασκεν ἀντὶ τοῦ ἐδέσμενεν.
18. πλεονάζει ἡ πρό, ὡς τὸ “νῆάς τε προπάσας” (Il. 2, 493).
19. χροΐ] ἀντὶ τοῦ χροός. προτρέπεται δὲ ἡμᾶς διὰ τούτου πρὸς ἔλεον καὶ ἐπιμέλειαν τῶν νεκρῶν.
20, 21. ἀθετοῦνται οἱ δύο. νέφει γὰρ αὐτὸν σκέπει· “τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε” (Il. 23, 188). καὶ αἰγὶς οὐκ ἔστιν αὐτοῦ.
22. * Πορφυρίου. τὸ ἀείκιζεν ἀντὶ τοῦ ὕβριζεν. αἰκία δὲ οὐχ ἡ ὕβρις μόνον, ἀλλὰ καὶ τὸ αἶσχος, παρὰ τὸ μὴ ἐοικέναι, ὃ δηλοῖ τὸ καθῆκον, ὥς φησιν “δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔτι ἀεικές” (Il. 9, 70), ὡς εἰ ἔλεγε, πρέπει σοι καὶ καθήκει τοῦτο. ὅτι δὲ ἡ αἰκία καὶ ἐπὶ τοῦ αἴσχους δηλοῖ εἰπὼν “τοῖο δʼ Ἀπόλλων πᾶσαν ἀεικίην ἄπεχε χροΐ,” εἶτά φησιν, αἶσχος ἄπειρον, ἐξηγούμενος τὴν αἰκίαν, “ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο ἕλκει ἀκηδέστως, οὐδέ μιν αἰσχύνει” (416)· “κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαί- [*](10. λύσις] In cod. Mosq. λύειν, 16. *γενόμενος] γινόμενος idque quo recepto ἀνάγων in ἀνάγειν mu- post αὑτόν tandum cum Rosio in Aristot. 17. τόνδε δʼ] τάνδʼ. pseudepigrapm. p. 169. 24. *Πορφυρίου] om. Ἀριστοτέλης] Callimachus nomi- 26. *καθῆκον] καθήκειν natur ad 22, 397. 30. *αἰκίαν] ἀεικίαν)
23. ἀπὸ τούτου ὀκτὼ ἀθετοῦσι, καὶ τοὺς μὲν ἓξ οὐκ ἀλόγως. ὁ δὲ πρῶτος ἐμοὶ δοκεῖ δεόντως κεχρῆσθαι, ὥστε τὴν συναφὴν εἶναι “τόνδʼ [*](9. *ῥυστακτύος] ῥυστακτῆος signa talia ( ~ ) sunt apposita 18. *ἔτι] εἴτι ~ τόνδʼ ἐλεαίρεσκον 22. *μηδὲ ἀάσχετα] Haec verba ~ κλέψαι post αἰσχυνθεὶς collocat B. quorum primum eodem quo textus 27. ἀπὸ τούτου ὀκτὼ ἀθετοῦσι] Hoc atramento scriptum est, cetera dicit scholiasta, damnari versus rubro. In scholio codicis A sex octo (23—30), sed septem tantum tantum versus ἀθετεῖσθαι dicuntur damnandos esse, servato secundo 25—30. ab verbis τὸν δ᾿ ἐλεαίρεσκον incipiente. *ἔξ] ἐδῆς In textu octo versibus 23—30)
24. * Ἀργειφόντην] οὐχ ὅτι κατὰ τοὺς Ἡσιόδου μύθους τὸν βουκόλον Ἰοῦς ἐφόνευσεν, ἀλλʼ ἐπειδὴ μία παντὸς λόγου φύσις ἐκφαίνειν ἐναργῶς τὸ νοούμενον.
*Ζεὺς ἐρασθεὶς Μαίας τῆς Ἀτλαντίδος λαθὼν Ἥραν ἐμίγη· ἡ δὲ ἔγκυος γενομένη ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας Ἑρμῆν ἐγέννησεν, ὅστις ἐπιθυμίαν ἔσχε τοῦ κλέπτειν, ὅτι καὶ Ζεὺς κλέψας τὴν Ἥραν ἐμίγη Μαίᾳ. καὶ δή ποτε τῆς μητρὸς μετὰ τῶν ἀδελφῶν αὐτῆς λουομένης λαθὼν ὑφείλετο τὰς ἐσθῆτας· γυμναὶ δὲ ἐκεῖναι οὖσαι ἠπόρουν τί διαπράξωνται. γέλωτα δὲ διὰ τούτου Ἑρμῆς ποιήσας [*](8. *καὶ ὅτι Ποσειδῶν—ἐπίκουρος] μετὰ δὲ εὐνείκες (sic) κρίνον. Pro εὑνείκεστα Schneiderus in Lexico 9. *γὰρ] om. εὐνείκητα. 11. *κρίνων—δικαζομένων] om. 23. Ἱοῦς Vill.] ἠοῦς 12. εὐνείκεστα (sic codex, non 24. ἐκφαίνειν Bekk.] ἐκφαίνει εὐνεικέα ut Vill.) δʼ ἔσαν λόγια] Pro 26. * Κυλλήνῃ] κυλήνη his verbis in cod. Townl. legitur 30. διαπράξωνται] *πράξωσιν)
27. ἔχον] διέκειντο· οὕτως, φησὶ, διαθέσεως εἶχον καὶ διέκειντο ὡς ἀπʼ αὐτῆς τῆς ἀρχῆς.