Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

245. πολλόν] μέγαν· “πολλὸς γάρ τις ἔκειτο” (Il. 7, 156).

246. ἐπιεικέα τοῖον] ἠθικῶς, ἀντὶ τοῦ μικρὸν καὶ σύμμετρον.

248. δεύτεροι] ἔσχατοι. γενναίως δὲ τὸν ἑαυτοῦ οὐκ οἰκτίζεται θάνατον.

255. ὡς ὁ ζωγράφος προῦπογράφει πρῶτον, οὕτως καὶ οὗτοι προδιέγραψαν τὸ σχῆμα τοῦ τάφου. τὸ δὲ τορνογραφεῖν κυκλοτερῆ δείκνυσι τὸν τάφον.

τοῦτο ποιοῦσιν, ὅπως καὶ τὰ ὑπὸ τοῦ πυρὸς διαφθαρέντα μὴ ἐκτὸς [*](18. μογηρὰ] Probabilius μογερά: v. Thes. vol. 5 p. 1127. 29. * οὐκ] om.)

313
ἐαθῇ. τὸ δὲ προβάλοντο ἀντὶ τοῦ πρὸ τῆς πυρᾶς ἔβαλον, ὅ ἐστι. κύκλῳ τῆς πυρᾶς.

258. ἀγῶνα] τὸν τόπον ἐν ὦ ἀγωνίζονται. λείπει δὲ ἡ εἴς.

259. νηῶν] τοῦ τόπου ἔνθα ἤσαν· ἐν νεωλκηθείσῃ γὰρ νηὶ οὐδὲν τίθεται, οὐδὲ διατρίβει τις ἐν αὐτῇ· φησὶ γοῦν “οἰσέμεναι κλισίηθεν.”

*Πορφυρίου. ἐκ τούτου δείκνυται ὁ Ὅμηρος, ὁπόταν τὸ γένος προείπῃ τὸ συνεκτικόν τινων, ἐπιφέρειν εἴωθε καὶ τὰ περιεχόμενα εἴδη, οὐ μέντοι διὰ τοῦ διαζευκτικοῦ συνδέσμουλῆς οὐκ ἔστι συναγωγὸς, διὰ δὲ τοῦ συμ- πλεκτικοῦ καὶ ἀναφορικοῦ καὶ ὑπάρχειν πάντα σημαίνοντος, ὥσπερ ἐν τούτοις( Il. 23, 259) “νηῶν δʼ ἔκφερʼ ἄεθλα” τὸ γενικὸν τοῦτο. τὰ δὲ εἴδη “λέβητάς τε τρίποδάς τε, ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα, ἠδὲ γυναῖκας ἐῦζώνους πολιόν τε σίδηρον.” πάλιν εἰπὼν (Od. 3, 274) “πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν” ἐπάγει τὸ εἶδος “ὑφάσματά τε χρυσόν τε” καὶ πάλιν εἰπὼν (Od. 9, 164) μῆλα ἐπάγει τὸ εἶδος “ὄῖές τε καὶ αἶγες.” (Il.2,194) πάλιν φυτὸν είπν(Od. 24,246) ἐπάγει“οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, οὐκ ὄχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.” πρὸς μὲν τὸ φυτὸν ἀπέδωκε τὴν συκῆν καί τὴν ἄμπελον καὶ τὴν ἐλαίαν καὶ τὴν ὄχνην. πρὸς δὲ τὸν κῆπον ταῦτά τε καὶ τὴν πρασιάν. λέγει γὰρ αὐτός που(Od. 4, 737) “καί μοι κῆπον ἔχει πολυδένδρεον·” κῆπος δὲ ὁ καταπνεόμενος τόπος (Od. 7, 119) “ζεφυρίη πνείουσα τὰ. μὲν φύει, ἄλλα δὲ πέσσει” καὶ (Il.22,467) “ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν” ἀντὶ τοῦ ἀπέπνευσε. πρασιὰν δὲ ἀπὸ τῶν λαχανευομένων τόπων, ἅπερ καὶ ἐπʼ ἐσχάτοις φυτεύουσιν. (Od. 7,127) “ἔνθα δὲ κοσμηταὶ πρασιαὶ κατὰ νείατον ὄρχόν.” καὶ τὰ ἑξῆς ἔπη. τὰ μὲν οὖν συνεκτικὰ πολλῶν ὁμοῦ οὕτω, τὰ δὲ διαζευκτικὰ (Od. 17, 384) “μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων, ἢ καὶ θέσπιν ἀοιδόν.” τούτοις οὖν ὅμοιον τὸ (Il. 24 221)“τῶν οἳ μάντιες εἰσὶ θυοσκόοι, ἢ ἱερῆες.” ὁ δὲ Λειώδης ὅτι οὐκ ἔστι μάντις δῆλον· οὐδὲν γὰρ ποιεῖ αὐτὸν προλέγοντα τοῖς μνηστῆρσιν ὥσπερ τὸν Θεοκλύμενον (Od. 20, 351) “δειλοὶ, τί κακὸν τόδε πάσχετες νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τʼ ἔνερθέ τε γοῦνα” καὶ ἐπάγει (355) “εἰδώλων πλεῖον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ ἱεμένων ἔρε- βόσδε,” ὡς τῶν παρακολουθούντων αὐτοῖς δαιμόνων ἤδη ἀφισταμένων καὶ εἰς Ἅιδου ἀπιόντων, ὡς καὶ ἐπὶ τοῦ Ἕκτορος ἔφη· “λεῖπεν δέ ἑ Φοῖβος Ἀπόλλων.” καὶ ἐπὶ τῶν ἀποθνήσκειν μελλόντων (Il. 8, 73) “αἱ [*](6. *Πορφυρίου] om. Magna huius acholii pars repetita est in schol. pd Odyss. 3, 274, pp. 174, 175.)

314
μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ ἑζέσθην, Τρώων δὲ πρὸς οὐ- ρανὸν εὐρὺν ἄερθεν.” πάλιν (Od. 11, 588) “δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν.” δένδρον τὸ γένος, οἷς ἐπάγει τὰ εἴδη “ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι,” καὶ πάλιν (Od. 5, 238) “ὅθι δένδρεα μακρὰ πεφύκει” καὶ ἐπάγει “κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,ʼ καὶ εἰπὼν “ὁ δʼ ἐρινεὸν ὀξέι χαλκῷ τάμνεν” ἐπάγει τὸ εἰδικώτερον “νέους ὅρπηκας,ʼ καὶ πάλιν (Il. 10, 297) “ἀμφόνον” εἰπὼν ἐπάγει τὰ ἐκ τοῦ φόνου “νέκυας διά τʼ ἔντεα καὶ μέλαν αἷμα.” καὶ γὰρ οἱ νέκυες καὶ τὸ αἷμα καὶ τὰ ἔντεα ἐκ τοῦ φόνου. καὶ πάλιν “ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν” (Il. 19, 214). λέγει δὲ καὶ τὸν τόπον ἔνθα οἱ φονευθέντες φόνον.

263. γυναῖκα μὲν τεχνῖτιν τῷ νικήσαντι τίθησιν, ὅτι σοφίας δεῖ καὶ τέχνης πρὸς τὴν νίκην, τρίποδα δὲ διὰ τὴν στάσιν καὶ καρτερίαν.

268. κεχανδότα] ἀντὶ τοῦ χανδάνοντα. λευκὸν δὲ τὸν καινόν.

269. πῶς τῷ τετάρτῳ πάντων μεῖζον δίδωσι: φησὶν οὖν ὁ Ἀριστοτέλης μὴ εἶναι τὸ τάλαντον ὡρισμένον ποσὸν, ἀλλὰ καὶ ἐπὶ ἥσσονος καὶ μείζονος λαμβάνεσθαι· νῦν μὲν γὰρ ὡς ἧττον ἵππου λαμβάνεται, ἐν δὲ ταῖς λιταῖς (Il. 9, 122) ὡς μεῖζον. εἶχε δὲ ποτὲ μὲν ἑκατὸν δραχμὰς, ποτὲ δὲ πεντήκοντα, ποτὲ δὲ λ, ποτὲ εἰκοσιτέσσαρας, ποτὲ δ΄, ὥς φησι Τίμαιος, καὶ τὸ τελευ- ταῖον μίαν.

270. ἀμφίθετον] οἱ μὲν ἐξ ἀμφοῖν μεροῖν αἰρομένην, οἱ δὲ παντα- χόθεν ἱσταμένην. ἀγγεῖον δὲ λεβητῶδες ἦν, δύο ἔχον ὦτα ἀμφοτέ- ρωθεν, διʼ ὧ ἐβαστάζετο.

271. μῦθον ἐν Ἀργείοισιν ἔειπε] οὐ διὰ κήρυκος· οὐ γὰρ πρὸς πάντας, ἀλλὰ πρὸς τοὺς ἀριστεῖς διαλέγεται.

281. ἐντεῦθεν Ξενοφῶν τὴν κεφαλὴν τῶν ἵππων ὕδατι πλύνειν ἀξιοῖ καὶ τὸ προκόμιον, ὁμοίως δὲ καὶ τῶν βοῶν· καὶ ἐλαίῳ τῷ ἀρκοῦντι λιπαίνειν.

287. ταχέες] ἀντὶ τοῦ ταχέως, ὡς τὸ “λῦσε δʼ ἀγορὴν αἰψηρήν” (Il. 19. 276).

289. ὃς ἱπποσύνῃ ἐκέκαστο] οὐ μόνον ἵππων ἀρετῇ θαρρῶν ἀνέστη πρῶτος, ἀλλὰ καὶ τέχνῃ ἱππικῇ.

293. ὦρτο ξανθὸς Μενέλαος] εἰς τιμὴν Ἀχιλλέως οἱ βασιλεῖς ἀγωνίζονται. ἄτοπον δὲ ἦν, εἰ ἡσσήθη Ἀγαμέμνων· τὸ δὲ μηδέτερον ἀγωνίσασθαι ἀπρεπές.

315

295. τὴν Ἀγαμεμνονέην] τὴν τοῦ ἀδελφοῦ ζεύγνυσιν ἵππον, ἵνα τρόπον τινὰ κοινῇ ἀγωνίζοιντο. πρὸς δὲ τὸ φιλάδελφον οὐκ ἐντυγχά- νοντα περὶ τῆς ἵππου πεποίηκεν αὐτὸν τῷ ἀδελφῷ, ἀλλὰ μετʼ ἐξουσίας ζευγνύντα. ἔπαινος δέ ἐστι τοῦ δυναμένου εὐθύνειν τὸ ἀνόμοιον ζεῦγος. τάχα δὲ καὶ συνεργεῖ πλέον ἡ θῆλυς· οὐ γὰρ ἐδίδου ἀνοχὴν Ποδάργῳ τοῦ θηλυμανεῖν καὶ ἀμελεῖν τοῦ δρόμου. καὶ ὑπαινίττεται ὁ ποιητὴς ὡς ὅτι περὶ τὰ παιδουργὰ μόρια μόνον διαφέρειν ὀφείλουσιν ἄρρεν καὶ θῆλυ, κατὰ δὲ τὴν ἀρετὴν καὶ τὸ τοῦ βίου πρακτικὸν οὐδεμία αὐτοῖς διαφορά.

297. δῶρʼ ἵνα μή οἱ ἕποιθʼ] ἀπεσέμνυνε τὴν ἵππον οὕτως αὐτὴν εὐγενίσας, ὥστε καὶ δῶρον ἀστρατείας δοθῆναι. κρείττονα δὲ ἡγήσατο πολεμικὴν ἵππον ὑπὲρ ἀπόλεμον ἄνθρωπον Ἀγαμέμνων.

301. οὐ μάτην Ἀντίλοχος ἀγωνίζεται· ἱππικοῦ γάρ ἐστι πατρός, καὶ παρέξει ἀφορμὴν τῷ πατρὶ ὑποθήκας αὐτῷ ἡνιοχείας παραδοῦναι.

303, 304. Πυλοιγενέες] γράφεται καὶ παλαιγενέες· “ἄμφω γὰρ ἀτέμβονται νεότητος” (445). τὸ δὲ ὠκύποδες ἐπὶ νεότητος, ὡς τὸ “ἐῦμελίης Πρίαμος” (Il. 17, 9).

305. εἰς ἀγαθτά] ἐπὶ τὸ ἀγαθὸν αὐτὸν σωφρονίζων καὶ ἐμβιβάζων εἰς τὴν νίκην καὶ περὶ ἱππικῆς διδάσκων.