Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

286. ὡς] ἀντὶ τοῦ εἴθε. ἀπʼ ἄλλης δὲ ἀρχῆς τοῦτο.

293. κατηφήσας] κάτω τὰ φάη ἔχων. οὐδὲ δέ : οὐ γάρ ἀεὶ δὲ δύο ἔχων δόρατα (“πάλλων γάρ” φησιν “ὀξέα δοῦρα” Il. 6, 104. 11, 212). πῶς νῦν οὐκ ἔχει: ἢ κατὰ τὸ σιωπώμενον θάτερον ἐν τῷ δρόμῳ πρὸς βάρος ὂν ἀπεβάλετο.

294. ἅπαξ ἐχρήσατο. τὸ παράσημον δὲ τῶν ὅπλων τὴν ἀρετὴν ἐμφαίνει τοῦ φοροῦντος.

297. ὦ πόποι] ἐλεεινοτάτη ἡ ἀναφώνησις καὶ εἰς οἶκτον κινοῦσα. 300, 301. βραχὺ διασταλτέον εἰς τὸ κακός, καὶ στικτέον τὸ ἄνευθεν· τὸ δὲ ἀλέη καθʼ ἑαυτὸ προενεκτέον, λείποντος τοῦ ἔστι. δηλοῖ δὲ τὴν ὑπάλυξιν καὶ ἔκκλισιν.

304. ἀσπουδί] δίχα ταλαιπωρίας.

305. μέγα] λείπει τὸ ἀγαθόν, ὡς Ἀλκμὰν “μέγα γείτονι γεί- των.” ἢ τὸ εἰς τοὺς πολεμίους κακὸν, ὡς καὶ τοὺς ἐσομένους πυθέσθαι.

307. τέτατο] ἀπὸ τελαμῶνος ἤρτηται.

308. ἀλείς] ἀθρόον συστραφείς· οἱ γὰρ εἰς δρόμον ἑαυτοὺς δόντες οὐκ ἀνειμένως πορεύονται.

310. ἀμαλήν] ἁπαλὴν, κατὰ συγγένειαν τῶν στοιχείων. οἱ δὲ ἅμα τῇ μητρὶ ἁλλομένην. οἱ δὲ τὴν μὴ ἔχουσαν τὸ μᾶλλον, ὅ ἐστι τὸ ἰσχυρόν.

317. νυκτὸς ἀμολγῷ] τὴν ἑσπέραν ἀμολγὸν καλεῖ· καὶ τότε γὰρ ἀμέλγονται τὰ θρέμματα. λέγει δὲ ἀλλαχοῦ καὶ τὸ μεσονύκτιον.

318. ἀπὸ τοῦ ἑσπέρα ἕσπερος. τὸ δὲ ἑσπέρα παρὰ τὸ τῆς ἕω πέρας εἶναι. καλεῖται δὲ ὁ ἕσπερος καὶ ἑωσφόρος κατὰ καιρῶν μετα- βολάς· ὅταν μὲν προηγούμενος τοῦ ἡλίου συνδύνῃ αὐτῷ πρῶτος τῶν ἄλλων, ἕσπερος, ὅταν δὲ ἑπόμενος ἡλίῳ προανατείλῃ, τότε ἑωσφόρος καλεῖται. κάλλιστος δέ ἐστιν, ἐπεὶ μέγας καὶ λαμπρότατος. θαυ- μασίως οὖν ὁ ποιητὴς, ὅτε μέν ἐστιν ἑωσφόρος, φησὶν “ἔρχεται ἀγγέλλων φάος ἠοῦς ἠριγενείης” (Od.13, 94) καὶ “εἶσι φόως ἐρέων” (Il. 23, 226)· ὁρῶμεν γὰρ αὐτὸν ἀνατέλλοντα πρὸ τοῦ ὁρίζοντος.

[*](22. τὸ μᾶλλον] μαλίον (omisso 33. πρὸ τοῦ ὁρίζοντος] *ὑπἐρ τὸν τὸ) Leid. ὁρίζοντα 32. ἀγγέλλων] ἀγγέλων)
296

ὅτε δέ ἐστιν ἕσπερος, οὐδεὶς αὐτὸν ὁρᾷ ἀνατέλλοντα, ἀλλʼ ὑπὲρ τὴν γῆν μετέωρον ἱστάμενον ἐν τῷ δύνοντι τοῦ οὐρανοῦ μέρει.

ἵσταται] καὶ μὴν τῶν πλανήτων ἐστὶν ἤτοι τῆς Ἀφροδίτης· ἢ οὖν ἀντὶ τοῦ ἀνίσταται, ἀνατέλλει· ἢ πρὸς τὴν ἡμῶν φαντασίαν, καθὸ οὐ δυνάμεθα συνιδεῖν τὸν δρόμον αὐτοῦ.

319. εὐήκεος] καλὴν ἀκὴν ἐχούσης.

321. ὅπη εἴξειε] ὅπου χωρήσειεν ἡ αἰχμή.

322. ὅταν τὸ μὲν ἀπολειπόμενον ἔλασσον εἴη, τὸ δὲ γεγονὸς πλεῖον, τόσσον φησίν· “οἳ τόσσον μὲν ἔχον τέλος” (Il. 18, 378). λέγει δὲ ὅτι τὸ μὲν πλεῖον σῶμα τὰ τεύχη κατεῖχε κρυπτόμενον.

324. τὸ μὲν ἄλλο σῶμα ἐσκέπετο· ἐκεῖνος δὲ ὁ τόπος ἐφαίνετο, ὅπου αἱ κληῖδες τῆς λαυκανίης τὸν αὐχένα συνέχουσιν. ἐμφαίνει δὲ ὅσον ἐρεθισμὸν ἐποίει Ἀχιλλέϊ ἡ θέα αὐτοῦ. κληῖδες δὲ αἱ ἀπὸ τῶν ὤμῶν διήκουσαι διατάσεις τῶν νεύρων καὶ συνέχουσαι τὸν αὐχένα. λαυκανίη δὲ ἡ περὶ τὸν γαργαρεῶνα τῶν ἔξωθεν μυῶν συνοχή.

325. *ψυχῆς ὤκιστος ὄλεθρος] καίτοι ἀθάνατον οἶδε τὴν ψυχήν. νῦν οὖν τὴν ἀφάνειάν φησιν αὐτῆς καὶ τὸν ἀπὸ τοῦ σώματος χωρι- σμόν. Πραξαγόρας δὲ ἐν τῇ ἀνατομῇ οὕτως φησί· “μετὰ δὲ τὴν τῆς γλώττης θέσιν ὑπέρκειται κατὰ τὸ ἔσχατον τοῦ οὐρανοῦ ἡ κιονίς· μετὰ δὲ ταύτην φάρυγξ καὶ στόμαχος. ἔστι δὲ ὁ μὲν φάρυγξ ἐκ τοῦ ἐμπροσθίου, ὁ δὲ στόμαχος ἐκ τοῦ ὀπισθίου, προσπεφυκὼς τοῖς τοῦ τραχήλου σπονδύλοις. καὶ ὁ μὲν φάρυγξ ἐμφύεται εἰς τὸν πνεύμονα, ὁ δὲ στόμαχος εἰς τὴν κοιλίαν. μεταξὺ δὲ φάρυγγος καὶ γλώσσης ἐπιγλωσσὶς, ἐπιπωματίζουσα τοῦ φάρυγγος τὸ στόμα. Ποσειδώνιος δέ φησι κατὰ ῥιπὴν τῆς τροφῆς σκέπεσθαι ὑπὸ τῆς ἐπιγλωττίδος τὸν βρόγχον.

328. ἀσφάραγος ὁ γαργαρεών. ἴσως δὲ ἐκκλίναντος αὐτοῦ πλα- γία γέγονεν ἡ πληγὴ καὶ οὐ διεκόπη ὅλος. καὶ τοῦτο δὲ, ἵνα καὶ ἀποθνήσκων μὴ ἀπροσφώνητος ᾖ. εἴωθε δὲ τὰ ἐκ τύχης ὡς ἐξ αἰτίας λέγειν.

333. ἀμείνων] σοῦ δηλονότι· οὐ γὰρ φιλῶν Πάτροκλον συνέκρινεν ἂν αὐτὸν ἑαυτῷ.

334. μετόπισθε] ἢ τοπικῶς, ὡς τὸ “νῦν δέ σε τῶν ὄπισθεν γουνά- ζομαι” (Od. 11, 66), ἢ χρονικῶς ἀντὶ τοῦ μετὰ ταῦτα.

[*](3. ἤτοι] ὁ Bekk. 21. *ἐκ τοῦ ὀπισθίου—ὁ δὲ στόμαχος] om. 25. Ποσειδώνιος Bekk.] ποσιδώνιος 29. τύχης Vill.] ψυχῆς)
297

335. σὲ μὲν κύνες] ἀφορμὴν αὐτῷ δέδωκε δεήσεως, ἀπειλήσας περὶ τῆς αἰκίσεως· πολλὴν γὰρ πρόνοιαν εἶχε τοῦ θάπτεσθαι.