Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
502. τόξα] συλληπτικῶς τά τε τόξα καὶ τὰ βέλη· ὡς γὰρ [*](20. παρετοιμασίαν] Vocabulum in Glossario vetereper paratio explicitum.)
506. ἐφέζετο γούνασι] ἀφελὴς ἡ διάθεσις καὶ μὴ πρέπουσα γυναικὶ, καὶ μάλιστα παρθένῳ. ἢ τάχα ὡς θυγάτηρ τοῦτο ποιεῖ. ἡ δὲ Ἀφροδίτη οὐκ ἐν τοῖς γόνασι τοῦ Διὸς, ἀλλʼ ἐν τοῖς τῆς Διώνης, καίτοι γεγαμημένη οὖσα. πῶς δὲ ἡ μὲν ἐμπίπτει, ἡ δὲ ἐφέζεται; ὅτι ἐκείνη διὰ τὸ καταπονεῖσθαι τῇ πληγῇ ἐφέζεσθαι οὐ δύναται.
507. ἑανὸς τρέμε] διὰ τῆς ἐσθῆτος ἐμφῆναι τὸ σῶμα βούλεται τρέμον αὐτῆς.
509. τίς νύ σε] εἰδὼς ἐρωτᾷ, ἠθικῶς ἀγνοεῖν προσποιού- μενος.
*τὸ τίς ἐρωτηματικόν.
511. ἐϋστέφανος] ἐπικεφάλιος γὰρ ὁ τῶν γυναικῶν κόσμος. κελαδεινὴ δὲ παρὰ τὸ κοῖλα. ἢ παρὰ τὸν κέλαδον ὃν ποιοῦσιν οἱ κυνηγοί.
513. ἐφῆπται] ἀντὶ τοῦ ἐπισυνδέδεται καὶ ηὔξηται καὶ πεπλή- θυνται. τινὲς δὲ καὶ νείκεα πληθυντικῶς γράφουσι.
514. τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον] οὔτε γὰρ ἀπολύει τὴν Ἥραν τοῦ ἐγκλήματος, ἵνα μὴ λυπῇ τὴν ὑβρισθεῖσαν, οὔτε αὐτῇ ἐγκαλεῖ, ἵνα μὴ πλέον ὀργισθῇ.
523. ὡς δʼ ὅτε καπνὸς ἰὼν ἄστεος αἰθομένοιο] πηλίκον δέ ἐστι τὸ πῦρ οὗ τὸ τέλος ἅπτεται τοῦ οὐρανοῦ; καὶ τοῦτο δὲ λέγει θεόπεμπτον, ἵνα μὴ ταχέως σβεννύηται. τὴν ἐπὶ πλεῖστον δὲ νέμησιν τοῦ Ἀχιλ- λέως ἡ παραβολὴ τοῦ πυρὸς ἐνέφηνεν.
526. Πρίαμος θείου ἐπὶ πύργου] ἐναργῶς ὁ τῆς ἀγωνίας μεστὸς γέρων δείκνυται τοῖς τείχεσιν ἐπιβεβηκώς. μεταγαγὼν δὲ ὁ ποιητὴς τὴν στρατείαν ἐπὶ τὰ ἔνδον, οὐκ ἄλλῳ πιθανὸν ἐνόμισε προσκεῖσθαι τὰ τῆς διατάξεως ἢ τῷ Πριάμῳ· βασιλεὺς μὲν γάρ ἐστι καὶ συνε- τὸς, τῶν δὲ ἔργων διὰ τὴν ἡλικίαν ἀπεχόμενος. θεῖον δὲ τὸν πύργον λέγει παρόσον ἐστὶ θεοποίητος.
528. πεφυζότες] ἀπὸ τοῦ φύζα· ὅθεν ἄφυζαν Ἴωνες ἐκάλουν τὸν λέοντα.
[*](25. νέμησιν Bekk.] νέμεσιν 33. τὸν λέοντα] Exspectes τὴν λέαιναν, ut supra diximus.)530. τοῦ καιροῦ ἐπείγοντος καὶ ὁ γέρων στρατηγεῖ. πᾶσαν δὲ φιλοφροσύνην τὴν πρὸς τοὺς φύλακας ὁ καιρὸς ἀφαιρεῖται· Νέστωρ δʼ “εὕτω νῦν φίλα τέκνα φυλάσσετε” (Il. 10, 192).
533. κλονέει] ἀντὶ τοῦ κινεῖ καὶ ταράσσει τὸ πλῆθος· ὅθεν καὶ κλόνις ἡ εὐκίνητος ὀσφύς.
νῦν οἴω] πρεσβυτικῶς τὸν καιρὸν ὁρᾷ, ὅτι εἰς κακὸν προχωρήσει, καὶ ὀλοθρευθήσεσθαί φησι τοὺς Τρῶας.
534. ἀλέντες] ἐκκλίναντες, ἢ συστραφέντες.
536. οὖλος] καὶ Καλλίμαχός φησιν “οὔλου μῆτερ Ἄρηος,” ἤτοι τοῦ ὀλοθρευτικοῦ.
537. ἀπῶσαν] ἀπεκρούσαντο καὶ ἄποθεν τῶν πυλῶν ἀπώσαντο ὡς συνεκτικοὺς ὄντας αὐτῶν.
538. σωτηρίαν δηλονότι παρέσχον τοῖς φεύγουσι Τρωσὶ διὰ τὸ εἰσέρχεσθαι εἰς τὸ τεῖχος.
539. ἀντίος] τῷ Ἀχιλλεῖ. ἡ δὲ στιγμὴ εἰς τὸ ἐξέθορεν.
541. καρχαλέοι] ξηραίνει γὰρ καὶ τραχύνει τὴν γλῶσσαν ἡ πολλὴ δίψα. ἄκρως δὲ ὑπέγραψε τὴν φυγὴν καὶ τὸ σχῆμα τῶν διωκομένων.
542. ἐπίρρημα ἀντὶ τοῦ σφεδανῶς, ἤτοι μετʼ ἐπιτάσεως καὶ βίας. οἱ δὲ σφεδανῶν γράφουσιν, ἵνʼ ᾖ μετοχῆς, ἀντὶ τοῦ κατεπείγων αὐτοὺς, ἢ τῷ θυμῷ ἐπαιρόμενος, ἢ φονῶν, ἀπὸ τοῦ φόνος.
543. κῦδος ἀρέσθαι] κῦδος τὸ τοῦ Ἕκτορος λαβέσθαι, ὡς τὸ “ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα” (Il. 22, 393).