Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
49. ἔγχει] ἑκάτερος τῷ ἰδίῳ, ὡς τὸ “φεύγωμεν φίλην ἐς πατρίδα γαῖαν” (ΙΙ. 2, 140).
56. ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προκεχωρηκέναι; ὁ γὰρ Ἡρωδιανὸς τὸν ἦ σύνδεσμον περισπᾷ· ἔστι γὰρ, φησὶν, ἀρκτικὸς, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης. τινὲς δὲ καθ᾿ ὑπερ- βατὸν αὐτὸν ποιοῦντες συντάσσουσι τῷ ὅτε νῶ περ, ἵνα τὸ ὅλον τοιοῦτον ἦ· ἄρτι τοῦτο ἀμφοτέροις ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι μενεήναμεν.
58. ἔριδι μενεήναμεν] ὡς τὸ “ἔριδι συνέηκε” (ΙΙ. 1, 8). πιθανῶς [*](8. *τι] om.)
59. ἐν νήεσσι] παραυτὰ ὅτε ἐνέβη ἐπὶ τῆς νεὼς μετὰ τῆς ἄλλης λείας. δεινοποιεῖ δὲ τὸν λόγον διὰ τὴν Πατρόκλου τελευτήν.
62. ὑφ᾿ ἓν τὸ ἀπομηνίσαντος. ἡ δὲ ἀπό ἀντὶ τῆς ἐπί, ὡς τὸ “Πριάμῳ ἐπεμήνιε δίῳ” (ΙΙ. 13, 460). ἢ παντελῶς μηνίσαντος.
63. Ἕκτορι] ὁ μὲν Νέστωρ ἔλεγεν “ἦ κεν γηθήσαι Πρίαμος” (ΙΙ. 1, 255)· ὁ δὲ παρωξυμμένος ἀντὶ τοῦ Πριάμου τὸν Ἕκτορα λαμβάνει.
64. δηρόν] τῶν γὰρ κακῶν μόλις ἐπιλανθανόμεθα· διὸ καὶ ἄλαστα καλοῦνται.
65. προτετύχθαι] προγενέσθαι αὐτὰ λογισώμεθα καὶ μὴ νῦν εἶναι.
68. *ἀσκελέως] ἀντὶ τοῦ ἄγαν σκληρῶς· σκέλλειν γάρ ἐστι τὸ σκληροποιεῖν, καὶ ὁ σκέλετος κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν, καὶ Ἀσκληπιὸς κατὰ στέρησιν ἠπιότητος ὁ διὰ ἰατρικῆς μὴ ἐῶν σκέλ- λεσθαι. οἱ δὲ ἀπέδωκαν ἀσκελέως ἀδιαλείπτως κατὰ μέμψιν. τὸ γὰρ ἀσκελὲς ἄβατον, ἀπόρευτον.
69. ὄτρυνον πόλεμόνδε] τὴν ἐξουσίαν τῆς ἐξόδου τῷ βασιλεῖ ἀναφέρει.
71. ἰαύειν] παραυλίζεσθαι. σαρκαστικὸς δὲ ὁ λόγος.
72. ἀσπασίως] ἡδέως, ἢ ἀπροσδοκήτως. τοῦτο δὲ διὰ τὴν σύντονον φυγήν.
*Πορφυρίου. γόνυ κάμψειν] οἱ φεύγοντες τεταμένον ἔχουσι τὸ γό- νυ, οἱ δὲ καθήμενοι κεκαμμένον. ἀσπασίως οὖν, φησὶ, καθεδεῖταί τις τῶν φευγόντων ἐκ τοῦ πολέμου, ὃς καὶ ἀναπαύσει αὑτὸν καὶ τὰ σκέλη, ἐκ τοῦ συντόνου τῆς φυγῆς δρόμου καθίσας.
76. τοῖσι] τούτοις οἷς Ἀχιλλεὺς ἐδημηγόρησεν.
77. αὐτόθεν ἐξ ἕδρης] μὴ ἀναστάς· φησὶ γοῦν ἑξῆς “ἂν δ᾿ Ἀγαμέμνων ἵστατο” (249). ἢ οὐ προελθὼν εἰς μέσην τὴν ἐκκλη- σίαν, ἵν᾿ ᾖ, ἀναστὰς ἐδημηγόρει οὐκ ἐν μέσοις, ἀλλ᾿ ἐκ τῆς ἕδρας τῶν βασιλέων. Ἐπαφρόδιτος δέ φησιν ὅτι καθεζόμενος ἐδημηγόρει, ὅπως μὴ ἔκπυστοι οἱ μῦθοι γένωνται ταπεινοὶ ὅντες· ἢ ὅτι τὸ τραῦμα αὐτὸν ἵστασθαι οὐκ ἐᾷ.
79. * ἑσταότος μὲν —ἐὼν ἀγορητής] Ἀρίσταρχος οὖν ᾠήθη [*](3. νεὼς] νεὸς 24. * Πρφυρίου] om.)
*εἰδὼς ὁ Ἀγαμέμνων ὅτι μέλλει θορυβεῖσθαι ὡς αἴτιος γεγονὼς φθορᾶς τῇ Ἑλληνικῇ στρατιᾷ, ἡσυχίαν ἑαυτῷ προκατασκευάζει λέγων δύσκολον εἶναι ἐν πολλῷ θορύβῳ διαλέγεσθαι. ἔνιοι δὲ καθεζό- μενον τὸν Ἀχιλλέα ὑπενόησαν δημηγορεῖν.
τινὲς ἐσταότως ἀντὶ τοῦ εὐσταθῶς, ἡσύχως, ἀρκούντως, ἐθε- λόντως. οἱ δέ φασι τοὺς φιλαχιλλεῖς κραυγάζειν καὶ ὑποκρούεσθαι τὸν λόγον, ὡς τὸ “τὸν δ᾿ ἄῤ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς” (ΙΙ. 1, 292). καλὸν οὖν, φησί, σιωπῇ τοῦ ἑσταότος ἀκούειν, καὶ μὴ διακόπτειν ἐξ ὑποβολῆς τὸν λόγον· ὑββάλλειν γὰρ τὸ ὑποκρούεσθαι θορύβῳ τὸν λέγοντα.
82. βλάβεται] βλάπτω βλάβω ὡς κρύπτω κρύβω. λέγει δὲ ὅτι κἂν λίαν τίς ἐστι σοφὸς, οἱ δὲ λαοὶ μὴ γλωσσοκρατοῖεν, βλάπτεται καὶ οἷον ἐπιλήσμων τῶν λόγων γίνεται.
83. ἐνδείξομαι] οἷον τὴν ἀπότασιν τῶν λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς.
οἷον διαλέξομαι καὶ πρὸς αὐτὸν ἀπερείσω τὸν λόγον· ὅθεν καὶ ἀριδείκετος, πρὸς ὅν τις δι᾿ ἀξίωμα τὸν λόγον ἀπερείδει. τὸ δὲ σύν- θεσθε δηλοῖ τὸ κατὰ νοῦν λάβετε. βούλεται δὲ αὐτὸν ταπεινοῖς εὐμενίσασθαι λόγοις, καὶ οὐχ ὑψηγορεῖ.
[*](11. ὑποκρούοντες] ἀκούοντες Vill. 25. ὑββάλλειν] ὑβάλλειν)85. τοῦτον] ποῖον τοῦτον; τὸν “ἄρ τι τόδ᾿ ἀμφοτέροισιν ἄρειον” (56). εὔνοιαν δὲ αὐτοῖς παῤ Ἀχιλλέως πορίζεται ὡς ἀγανακτήσασιν ἐπὶ τῇ ὕβρει αὐτοῦ· ἐλελύπητο γὰρ καὶ εἰς Ἕλληνας ὡς μὴ ἐπαμύναντας τῷ δι᾿ αὐτοὺς ὑβρισθέντι.
86. καί τέ με νεικείεσκον] ὁ γὰρ Νέστωρ φησὶ “σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας” (ΙΙ. 9, 109). Θερσίτης “ὃς καὶ νῦν Ἀχιλῆα, ἕο μέγ᾿ ἀμείνονα φῶτα, ἠτίμησεν” (ΙΙ. 2, 240). πιθανῶς δὲ οὐκ ἐπὶ ὁπότερον αὐτῶν ἄγει τὴν αἰτίαν. καὶ νῦν γὰρ οἱ ἀδυνατοῦντες ἀπ᾿ αὐτῆς τῆς ἀληθείας ἀπολογεῖσθαι τῇ τύχῃ τῆς εἱμαρμένης τὸ ὅλον ἀναφέρουσιν αἴτιον.
87. τινὲς τὸ η ἄρθρον ἐδέξαντο, ἵν᾿ ᾖ ἡ ἐροφοῖτις, παρὰ τὴν ἔραν, ἡ ἐν τῇ γῇ φοιτῶσα ἢ οἷον ἐρεβοφοῖτις. ἄμεινον δὲ γράφειν ἠεροφοῖτις, ὅ ἐστιν ἡ ἐξ ἀφανοῦς φοιτῶσα. οὕτως Ἡρωδιανός.