Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
495. Φρὺξ ὁ αὐλός. ἄρα τῆς τότε εἰρηνευσούσης Ἰλίου παρά- δειγμα ἡ πόλις· καὶ ὅτε γὰρ νυκτηγρετοῦσι Τρῶες, αὐλοῦσιν, παρὰ δὲ Ἕλλησιν οὐδαμοῦ αὐλός. οὐχ ὡς ἀποτελουμένου δὲ ἤχου τινὸς ἐν τῇ ἀσπίδι τοῦτο ἀναγράφει, ἀλλʼ οἷον τὰ εἴδωλα ὡς αὐλοῦντα καὶ κιθαρίζοντα ἦν. τὸ δὲ θαύμαζον ἀντὶ τοῦ ἐθεώρουν.
497. λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι] ἀγορὴ ὁ τόπος ἐν ᾧ ἀγείρονται. ἡδονὴν δὲ διαγράψας μέτεισιν ἐπὶ τοὺς τὰ τοιαῦτα τηροῦντας νόμους. ἔστι δὲ ἡ στάσις καταστοχαστικὴ, τοῦ μὲν λέγοντος δεδωκέναι τὴν ποινὴν, τοῦ δὲ ἀρνουμένου εἰληφέναι τὴν ποινὴν, ἣν παρέχοντες ἔφευ- γον τὸ ἔγκλημα τοῦ φόνου.
498. ποινῆς] προστίμου, ὃ καὶ ὑποφόνιον ἐκάλουν.
499. ἀποφθιμένου] ὁ μὲν διεβεβαιοῦτο λέγων δεδωκέναι τὸ ἀρκοῦν πρὸς ὅλον τὸ ἀδίκημα, ὁ δὲ ἠρνεῖτο.
501. ἄμφω δʼ ἱέσθην] ἄμφω δὲ μάρτυρα παρεῖχον τῶν λεγομένων, καὶ ἐπὶ τούτῳ ἔθεντο τὸ πέρας τῆς δίκης· ἀντὶ τοῦ ἤθελον ἄμφω ἐπὶ τῷ μάρτυρι πέρας λαβεῖν τὴν δίκην.
502. ἀμφοτέροισιν ἐπήπυον] ἐπεφώνουν ἀμφοτέρωθεν ὡς βοηθοί.
503. γέροντες] γέροντας ἀξιοῖ δικάζειν ὡς συνέσει καὶ πολυπειρίᾳ πραγμάτων προὔχοντας· τὸν δὲ τόπον αὐτῶν ἱερὸν διὰ τὸ δίκαιον, ὥστε εἰς τὸ θεῖον ἀσεβοῦσιν οἱ παρακρίνοντες καὶ οἱ ἀπειθοῦντες.
505. ἠεροφώνων] ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται, ὃ ἀλλαχοῦ εἶπε “φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν” (Il. 15, 686). ἢ τῶν τὸν ἀέρα φωνούντων· ἀὴρ γὰρ πεπληγμένος ἐστὶν ἡ φωνή.
506. συμπεριέφερον τὰ σκῆπτρα τοῖς λεγομένοις, ὡς καὶ οἱ [*](1. *ἐμήκυνεν] ἐμνήσθη 8. *βιασθῆναι] ἁρπασθῆναι 29. αὐτῶν Bekkerus] αὐτὸν)
οὐ πάντες βουλευσάμενοι μίαν ἐξέφερον γνώμην, ἐναλλὰξ δὲ ἕκα- στος τὸ δοκοῦν δίκαιον ἀπέφαινεν. ὁ δὲ Ἀρίσταρχός φησιν ἀντὶ τοῦ κατὰ τάξιν τῆς ἡλικίας.
508. τῷ δόμεν] ἐπὶ δικαιοσύνην παρακαλῶν τοὺς δικαστὰς, ἆθλον δικαιοκρισίας φησὶν αὐτοῖς παρὰ τῶν δικαζομένων δίδοσθαι. ἄδηλον δὲ ὁπότερον πρὸς ἓν ἢ πρὸς δύο ἀπέθεντο, ἵνα ἢ ὁ νικήσας ἢ ὁ ἡττη- θεὶς δῷ τῷ δικαστῇ, διὰ τὸ συκοφαντεῖν πολλούς. τοῦτο δὲ καλεῖται συνηγορικὸν τέλος.
509. τὴν δʼ ἑτέρην] οὕτως ἐξηγητέον· πόλιν τινὰ περικαθεσθέντες δύο πολεμίων στρατοὶ τὴν λείαν ἀφείλοντο. ἠνάγκαζον δὲ καὶ τὴν κτῆσιν διανείμασθαι τοὺς πολίτας ἐπὶ τῷ παῦσαι τὸν πόλεμον. οἱ δὲ πολῖται οὐκ ἐπείθοντο, ἀλλὰ σκοποὺς πέμψαντες ἐλόχων ὁπότε ἥξουσι τὰ θρέμματα αὐτῶν ἐπὶ νομὴν, ἵνα ἀφέλοιντο τῶν πολεμίων. καὶ δὴ τοῦτο ποιοῦσιν. οἱ δὲ τὸν θόρυβον ἀκούσαντες —ἔτυχον γὰρ περὶ τούτου σκοποῦντες, πότερον ἀρκεσθήσονται τῇ λείᾳ ἢ πολεμή- σοιεν—ἐπιβάντες τῶν ἵππων συνῆψαν πόλεμον.
δύω στρατοί] ἢ ὁ πολιορκῶν καὶ πολιορκούμενος, ἢ δύο ἐπὶ δια- φόροις ἥκοντες αἰτίαις, ὁμονοήσαντες δὲ κατὰ τῆς πόλεως.
*Πορφυρίου. πολλῆς ταραχῆς πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα “τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἴατο λαῶν, τεύχεσι λαμ- πόμενοι, δίχα δέ σφισιν ἥνδανε βουλή” μέχρι τοῦ “ἐν δʼ ἐτίθει νειὸν μαλακὴν, πίειραν ἄρουραν” (541). ταράσσει γὰρ τοὺς πολλοὺς οἱ δύο στρατοὶ, ἆρά γε πολέμιοί εἰσι τῶν κατοικούντων καὶ ἀλλήλοις φίλοι, ἢ εἷς μὲν τῶν ἐκ τῆς πόλεως, ὁ δʼ ἕτερος πολέμιος· καὶ πρὸς τίνας διχονοοῦσιν, ἆρά γε πρὸς ἀλλήλους ἢ πρὸς τοὺς ἔνδον· καὶ ἐπὶ τίνων τὸ “οἱ δʼ οὔπω πείθοντο,” ἆρά γε τῶν εἴσω ἢ τοῦ ἑτέρου στρατοῦ. καὶ πάλιν ἐπὶ τίνος τὸ “λόχῳ δʼ ὑπεθωρήσσοντο,” ἆρά γε ὁ ἕτερος τῶν στρατῶν ἢ οἱ ἔνδον· καὶ τίνων οἱ σκοποί καὶ τίνων ἡ λεία· πῶς τε, εἰ τῶν ἔνδον ἡ λεία, ὁ λόχος παρʼ αὐτῶν· καὶ τίνες οἱ ἐπεξιόντες, ἆρα οἱ δύο στρατοὶ ἢ οἱ ἕτεροι· ὅλως τε τίς ἡ διατύπωσις τῆς πλάσεως. ἐν τῷ δευτέρῳ τῶν ἐξηγητικῶν φησὶν Ἀλέξανδρος ὁ [*](19, 20. Haec in B leguntur 19. * διαφόροις—αἰτίαις] διαφόρους infra post longum scholion Por- —αἰτίας phyrii. 21. *Πορφυρίου] om.)
510. δίχα δέ] τοῖς πολιορκοῦσιν ἐσχισμένη ἦν ἡ γνώμη· ἐὰν μὲν θελήσωσιν οἱ πολιορκούμενοι τὰ οἰκεῖα διανείμασθαι κτήματα, ἀπαλ- λάττεσθαι τῆς πολιορκίας, εἰ δὲ μὴ, πορθῆσαι τὴν πόλιν.
511. ἔμψυχός ἐστιν ἡ γραφὴ, ὡς καὶ τὰ ἀφανῆ δηλοῦν. τὸ δὲ πάντα πρὸς τὰ σημαινόμενα κτήματα ἀπέδωκεν.
513. οὔπω] παρέλκει τὸ πω, ὡς τὸ “οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον” (Il. 16, 76). λέγει οὖν ὅτι οὐκ ἐπείθοντο οἱ πολῖται. δεῖ δὲ νοεῖν τὴν λείαν ἣν οἱ πολέμιοι ἀφείλοντο, τούτους λοχῆσαι σπεύδειν.
515. τινὲς εἰς τὸ ῥύατο στίζουσιν, ἵνα τῷ ἀνέρες μόνῳ ἁρμόσῃ τὸ ἐφεσταότες, ἵνα ὃ ἔδει ἐπάγεσθαι, τοῦτο ἐν μέσῳ κέηται· ἔδει γὰρ “μετὰ δʼ ἀνέρες ἐφεσταότες.” ὁ Πλάτων δὲ ἐν τοῖς νόμοις ἀξιοῖ γυμνάζεσθαι γυναῖκας τὰ πολεμικὰ, παῤ Ὀμήρου μαθών. καὶ Σαυροματῶν αἱ γυναῖκες τὴν αὐτὴν τοῖς ἀνδράσιν ἐνδυόμεναι στολὴν πολεμοῦσιν.
516. οἱ δʼ ἴσαν] οἱ ἀπὸ τῆς πόλεως ἐξήεσαν εἰς τὸν λόχον. ὡς ἠδικημένοις δὲ καὶ τὸ θεῖον συλλαμβάνει.
518. μεγάλω] δυνάμει, οὐ μεγέθει.
519. ὑπολίζονες] ἥττους τῷ μεγέθει τοῦ σώματος· ὁ δὲ Ἐπα- [*](6. ἔμιξεν] ἔμ 16. ᾗ scripsi pro ἤ 27. κέηται Vill.] κεῖται)
520. εἶκε] ἀντὶ τοῦ πρέπον καὶ ἐφικτὸν ἦν.
521. ἐν ποταμῷ] ἀντὶ τοῦ παρὰ τῷ ποταμῷ.
ἀρδμός] ἀρδεία καὶ ἀπάρυσις ὕδατος. καὶ ἐν Ὀδυσσείᾳ “ἐν δʼ ἀρδμοὶ ἐπηετανοί” (Od. 13, 247). ἐκτατέον δὲ τὴν ἄρχουσαν αὐ- τοῦ. βοτοῖσι δὲ γραπτέον, ὅθεν καὶ βοτῆρες καὶ βοτάνη.