Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

71. ἐγγύθι λαμπομένης] ἧς καὶ μακρὰν ἀπούσης οὗτοι δοκοῦσι πλησίον εἶναι διὰ τὸν φόβον.

προαναφθέγγεται τὴν παραποτάμιον μάχην· φησὶ γὰρ ὁ Σκά- μανδρος “οὐδέ τί πη δύναμαι προχέειν ῥόον, στεινόμενος νεκύεσσιν” (Il. 21, 219). ἔναυλοι δὲ τὰ ἐν ὄρεσι κοιλώματα. οἱ δὲ ἐναύλους τοὺς παρὰ τὴν τάφρον τόπους, ἔνθα ἐστρατοπέδευσαν οἱ Τρῶες. οἱ δὲ τοὺς ἀγρούς. οἱ δὲ στενὰς διώρυχας· ἔναυλος γὰρ πᾶν τὸ στενὸν καὶ βαθὺ καὶ ἐπίμηκες.

73. εἰδείη] εἰδὼς ἦν· οὐ γὰρ εἰς φιλίαν αὐτὸν προκαλεῖται. καλῶς δὲ ἔφρασε τὸ εὐνοεῖν.

[*](7 et 11. δῆλον] δη 22. *οἱ] om. 29. πη] om.)
113

74. οὐ γὰρ Τυδείδεω] πρὸς τὸ “μὴ ὄφελες λίσσεσθαι” (Il. 9, 692) ἀντιλέγει· καὶ ὅτι αὐχηματίας ὢν ἔλεγεν “εἰ καὶ ἐμὸν δόρυ μαίνεται.”

76. οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον] ὅτι στρατηγὸς ὢν οὐ θαρρεῖ προτρέπειν τὰ πλήθη. οἱ δὲ πρὸς τὸ “καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι ἔρριγʼ ἀντιβολῆσαι” (Il. 7, 113). οἱ δὲ, ὅτι πρὸ τῆς ἀριστείας ἐβόησεν· “ἠδὲ ζώννυσθαι ἄνωγεν” (Il. 11, 15).

* Πορφυρίου. διὰ τί δὲ Ἀχιλλεὺς ἐπὶ καθαιρέσει Διομήδους μέμνηται καὶ Ἀγαμέμνονος καὶ οὐδενὸς ἄλλου, λέγων “οὐ γὰρ Τυ- δείδεω Διομήδεος, οὐδέ πω Ἀτρείδεω;” ῥητέον οὖν ὅτι Ἀγαμέμνων μὲν εἰκότως ἦν ἐχθρὸς αὐτοῦ, καὶ Διομήδης δὲ διὰ λόγους ὑβριστι- κοὺς, οὓς εἰς αὐτὸν ἀπερρίφει μετὰ τὴν πρεσβείαν· λέγει γὰρ “μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα” (Il. 9, 698).

77. ἐχθρῆς ἐκ κεφαλῆς] τὸ ἦθος τοῦ ὠργισμένου ἔτι διατηρεῖ ὁ ποιητής· γενόμενος γὰρ ἐπὶ τὸ ὄνομα τοῦ Ἀγαμέμνονος, καθὸ καὶ κεκίνηται, ἐνδιατρίβει βλασφημῶν.