Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

823. ἀκάμαντα] ἰσχυρὸν, ἰσχυρότερον. μέχρι μὲν οὖν ἴσοι ἦσαν, λέουσιν αὐτοὺς εἴκαζε, νῦν δὲ ἐπεὶ ἐνδεέστεροι, ζῴοις ἀνίσως.

825. πίδακος ἀμφʼ ὀλίγης] ἐν μὲν γὰρ κρήνῃ ἀφθόνως ῥεούσῃ οὐκ εἰκὸς περὶ ὕδατος μάχεσθαι· ἐν δὲ τῇ βραχείᾳ πίδακι ὥσπερ ἆθλον πρόκειται τῷ νικῶντι τὸ ποτόν.

ἐθέλουσι δὲ πιέμεν] τὸ δίψος παρέλαβεν εἰς αἰτίαν τῆς συμπλο- κῆς, ἐπεὶ οὐδʼ ἂν περὶ ταύτης ἔρις ἦν αὐτοῖς.

826. ἀσθμαίνοντα] φύσει γὰρ τοιοῦτος ὁ σῦς· πολλῷ δὲ μᾶλλον διὰ τὴν μάχην ἀσθμαίνει. δηλοῖ δὲ τὸν ἀγωνιζόμενον.

833. ὅρα τὸ ἔμπληκτον τοῦ βαρβάρου· τὴν γὰρ ἀλαζονείαν ἐξε- λέγχων αὐτὸς εἰς τὰ ὅμοια ἐμπίπτει, καὶ οὐ θείαν τὴν νίκην οἴεται, ἀλλὰ τῆς αὐτοῦ δυνάμεως.

834. ὀρωρέχαται] ὁρμῶνται, ἢ ἐκτέτανται, ὡς τὸ “τανύοντο δὲ μώνυχες ἵπποι” (375).

836. ἦμαρ ἀναγκαῖον] τὸ εἰς ἀνάγκην ἄγον, ὃ καὶ δούλιον ἦμαρ” (Il. 6, 463).

839. μή μοι πρίν] κατὰ τὸ πιθανὸν μιμεῖται, τίνας εἰκὸς εἰρῆ- σθαι λόγους ὑπʼ Ἀχιλλέως, ὅτε αὐτὸν ἐξέπεμπεν ἐξ ὑπολήψεως.