Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
418. δαίμων] ἢ ὁ Ἀπόλλων ἢ ὁ Ζεύς. παρατήρει δὲ πάλιν τὴν προσθήκην, ὅτι τὴν ἐπὶ τὰς ναῦς παρουσίαν Ἕκτορος θεῷ ἀνα- φέρει.
426. περισσός ἐστιν ὁ πω. οὐ γὰρ προστάσσει νῦν μὲν μένειν, ὕστερον δὲ ὑποχωρῆσαι. στείνεϊ δὲ τῷ μεταξὺ νεῶν καὶ τῆς τάξεως τῶν ἵππων στενῷ τόπῳ.
439. Ἀρίσταρχος τέκεσσι, κακῶς· οὐ γὰρ ἔχουσι παῖδας. ὅτι δὲ καὶ τοὺς γονεῖς οἱ παλαιοὶ ἐτίμων δῆλον ἀπὸ τοῦ λέγειν “μεμνῆσθαι πατέρος καὶ μητέρος.” ὁμοπάτριος δὲ ὁ Τεῦκρος Αἴαντος.
441. ὠκύμοροι] οἱ ταχέως τὸν μόρον τοῖς εἰς οὓς ἐμπέσωσι τελει- οῦντες.
ἡ τῆς τοξικῆς ἐμπειρία· οὐ γὰρ τόξον αὐτῷ παρέσχεν ὁ Ἀπόλ- λων, ἀλλὰ τὴν ἐκ τῶν τόξων ἑκηβολίαν.
449—451. ἀθετοῦνται οἱ τρεῖς. οἱ μὲν γὰρ ἐπίκουροι δεόντως ἂν λέγοιντο χαρίζεσθαι Ἕκτορι, ὡς Πάνδαρος “ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ” (Il. 5, 221)· ἀνοίκειον δέ φησιν ὁ Ἀρί- σταρχος ἐπὶ πολίτου τὸ Τρώεσσι χαριζόμενος. καὶ διὰ τὴν πληγὴν ἀθετητέος ὁ στίχος. πῶς γὰρ ἡνίοχος ὢν ὄπιθεν βάλλεται; ἄτοπον γάρ ἐστι τὸ ἀπεστραμμένους εἶναι τοὺς δίφρους· ἐπρηνίσθησαν γὰρ ἂν οἱ παραβάται μόνον κινηθέντων τῶν ἵππων εἰς τὴν πτέρναν τοῦ δίφρου ἑστῶτες. ῥητέον δὲ ὅτι χαρίζεται τῷ Ἕκτορι καὶ αὐτὸς ἴσως ὡς ἐπίκουρος· Δαρδάνιος γὰρ ἦν. καθʼ Ὅμηρον γοῦν ἄλλη ἐστὶν ἡ Τροία καὶ ἄλλη ἡ Δαρδανία. εἰκὸς δὲ αὐτὸν ἐπαινεῖν, ὅπου μόνος ἄνευ παραβάτου πολεμεῖ, διὸ καὶ βάλλεται ἴσως στραφείς· ποικίλη· γάρ ἐστιν ἡ μάχη. αὐχένα δὲ ὁ ποιητὴς τὴν πᾶσαν περιφέρειαν τοῦ τραχήλου φησίν. ἀντιπρόσωποι οὖν ἐμάχοντο. εἰ δὲ λέγοις [*](14. Ἀρίσταρχος] *Σηνόδοτος recte. 26. ὄπιθεν] *ὄπισθεν)
454. Πουλυδάμας καὶ πρῶτος] ὁ ἄναξ τῶν ἵππων ἐναντίος ὑπήν- τησεν αὐτοῖς δίχα τοῦ ἡνιόχου ἀπιοῦσιν.
460. ἐξείλετο θυμόν] λείπει τὸ αὐτοῦ. τὸ δὲ Τεῦκρον ἀπηύρα ἀντὶ τοῦ Τεύκρου.
463. κατὰ μεταφορὰν τοῦ φοροῦντος. ἀφοπλίζει δὲ τοὺς ἀρι- στεῖς, φλέξαι θέλων τὰς ναῦς, νῦν μὲν Τεῦκρον, ἑξῆς δὲ Αἴαντα.
465. χαλκοβαρής] τὸ γὰρ χαλκωθὲν μέρος καταφέρεται τῷ βάρει.
467. ἐπὶ μήδεα κείρει] τὸ ἑξῆς ἐπικείρει, οἷον οὐκ ἐᾷ αὔξεσθαι.
471. Ζηνόδοτος πρῴην γράφει· ἀλλʼ ἔμφασιν ἔχει πλείονος χρόνου τὸ πρῴην. τὸ δὲ πρώϊον σημαίνει πρωΐας. ἐν γὰρ τῇ κόλῳ μάχῃ· ἐν τῇ πρὸ ταύτης ἡμέρᾳ ἐρράγη ὑφʼ Ἕκτορος· ὥστε εὔλογον τῇ ἑξῆς ἡμέρᾳ πρωίας ἐμβαλεῖν τῆν νευρὰν τῷ τόξῳ.
472. ταρφέας] οὓς συνεχῶς βάλλεις κατὰ τῶν πολεμίων· οὐ γὰρ τῶν ἰῶν ἐπίθετον. εὐψύχου δὲ τὸ ἀντιπαρατάσσεσθαι τῇ τύχῃ καὶ μὴ ἀπολήγειν πρὸς τοὺς. κινδύνους.
477. μνησώμεθα χάρμης] οἷον μὴ προώμεθα τὴν μάχην, ἀλλὰ μᾶλλον ἔτι μνησθῶμεν αὐτῆς.
489. ἀναγκαίως τὸ διόθεν, ἵνα τοὺς μὲν ἐπιρρώσῃ, τοὺς δὲ περι- δεεῖς καταστήσῃ. τῇ τῶν θεῶν οὖν ἐλπίδι ἀνεγείρει τὸν στρατόν. βλαφθέντα δὲ βεβλαμμένα τῆς τῶν τόξων χρήσεως.
490. ἡ νίκη ὅταν ἐκ θεοῦ γένηται, φανερά ἐστι, φησίν.
491. ὅτοισι] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπὸ γὰρ τοῦ ὅτοισίν ἐστιν.
492. ὅτινας] ἀπὸ τοῦ ὅτις ἀναφορικοῦ, ὃ καθʼ ἓν μέρος λόγου ἐστίν
495. θάνατον καὶ πότμον] ἡ διπλῆ προφορὰ πρὸς τὴν τοῦ βλή- μενος ἠὲ τυπείς διαβολήν.
496. τεθνάτω] οὐ κεκράτηκε τῆς συμβουλῆς παραινέσας ὑπὲρ πατρίδος κινδυνεύειν μὴ ἀναβάλλεσθαι, ἀλλὰ καὶ τὰ περὶ τῶν [*](13. κόλῳ μάχῃ] κολοβομάχῃ προφορά et διαβολήν scripto pro 29. In Ven. A. est ἡ διπλῆ ὅτι διαστολήυ, nisi hic librarii error διαστέλλει τὸ βαλεῖν καὶ τύψαι. est. Quod pervertit scholiasta addito)
497. περὶ πολλοῦ γὰρ τὴν τῶν γυναικῶν ὕβριν ἐποιοῦντο καὶ τὰς ψυχὰς ὑπὲρ τῶν οἰκείων ἐτίθεντο.
καὶ παῖδες ὀπίσσω] ἠδύνατο μὲν εἰπεῖν καὶ νήπια τέκνα, ἀλλὰ τῷ σεμνοτέρῳ ὀνόματι τῶν παίδων χρῆται, παῖδας καλῶν τὴν πᾶσαν γενεὰν καὶ διαδοχήν. καλὴ δὲ καὶ ἡ προσθήκη τοῦ ὀπίσω, αἰωνίαν διαδοχὴν τοῦ γένους παριστᾶσα.