Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

221. μεθʼ Ἕκτορα] πρός ἢ ἐπί. πρεπόντως δὲ ὅτε Ποσειδῶνα μετεπέμψατο, Ἀπόλλωνα τότε ἔπεμψεν· οὐ γὰρ ὤφειλεν αὐτὸν τῷ [*](9. Εὐριπίδης] Memoriae errore, *κρυπτὸς] κυπτὸς quem repetivit Eustathius p. 27. * μὲν] om. 1013, 12, Euripidem nominavit 32. τότε ἔπεμψεν] *ἐξέπεμψεν pro Aeschylo Choeph. 773.)

86
πρεσβυτέρῳ ἀντιτάττειν, αὐτὸν ἀξιώσας ὑπʼ ἐκείνου τιμηθῆναι διὰ τὸ πρεσβύτερον.

224. *πάνυ γὰρ ἀπόπειραν τῆς ἡμετέρας δυνάμεως ἔλαβον καὶ οἱ περὶ Κρόνον Τιτᾶνες οἱ ἐν τῷ Ταρτάρῳ ὄντες.

225. οἵπερ ἐνέρτεροι] πρὸς σύγκρισιν τῶν μετὰ Ἀιδωνέως δια- γόντων· ἄναξ γοῦν ἐνέρων Ἀϊδωνεύς. ἔστιν οὖν ἐνερώτερος ἐνέρτερος κατὰ συγκοπὴν, καὶ ἀποβολῇ νέρτερος.

226. ἠμὲν ἐμοί] ἐμοὶ μὲν διὰ τὸ μὴ τιμωρήσασθαι τὸν ἀδελφὸν, ἐκείνῳ δὲ διὰ τὸ μὴ βληθῆναι· τὸ γὰρ ἀνιδρωτί ἐπὶ Ποσειδῶνος κεῖται.

227. χρονικόν ἐστιν ἐπίρρημα τὸ πάροιθε. νεμεσσηθείς δὲ ἤτοι μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν μοι, ἢ αἰδεσθεὶς, παρὰ τὴν νέμεσιν.

229. * Κρόνος χρησμὸν λαβὼν ὅτι ὁ ἴδιος υἱὸς μεταστήσει τῆς βασιλείας αὐτὸν τὰ γεννώμενα κατέπινεν. Ῥέα δὲ τεκοῦσα Δία Κρόνῳ μὲν ἀντʼ αὐτοῦ λίθον σπαργανώσασα ἔδωκε καταπιεῖν, τὸ δὲ παιδίον εἰς Κρήτην διακομίσασα ἔδωκε τρέφειν Θέμιδι καὶ Ἀμαλθείᾳ, ἣ ἦν ἡ αἴξ. ταύτην οἱ Τιτᾶνες ὁπότε θεάσαιντο, ἐφο- βοῦντο. αὕτη δὲ τοὺς ἑαυτῆς μαζοὺς ὑπέχουσα ἔτρεφε τὸ παιδίον. αὐξηθεὶς δὲ ὁ Ζεὺς μετέστησε τῆς βασιλείας τὸν πατέρα. τῶν δὲ Τιτάνων πολεμούντων αὐτὸν Θέμις συνεβούλευσε τῷ τῆς Ἀμαλ- θείας δέρματι σκεπαστηρίῳ χρήσασθαι· ὥστε εἶναι ἀεὶ αὐτὸ φόβητρον. πεισθεὶς δὲ ὁ Ζεὺς ἐποίησε καὶ τοὺς Τιτᾶνας ἐνίκησεν. ἐντεῦθεν αὐτόν φασιν αἰγίοχον προσαγορευθῆναι.

230. τῇ μάλʼ ἐπισσείων φοβέειν] μάλα φοβεῖν, ἢ μάλα ἐπισείων. Ἄρην δὲ οὐ πέμπει ὡς νεότρωτον, ἢ διʼ Ἀσκάλαφον, ἵνα μὴ μετα- τραπῇ εἰς Ἕλληνας. ἥρωες δὲ πάντες οἱ ἐπὶ τὸ Ἴλιον στρατευσά- μενοι. πολλαὶ δὲ αἰτίαι τῆς ἥττης Ἑλλήνων, Ποσειδῶνος ὑποχώ- ρησις, Ἀπόλλωνος κάθοδος, αἰγίδος ἐπεισόδιον.

234. οὐκ εἶπε βοηθήσω τοῖς Ἀχαιοῖς, ἀλλὰ φράσομαι, ἵνα μὴ δύσθυμον ἐργάσηται τὸν Ἀπόλλωνα. ἔργον μὲν οὖν τὴν ἔξοδον Πατρόκλου, ἔπος δὲ τὸ “ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπη νόος ἐστὶν ἑκάστῳ” (Il. 20, 25).

237. ἵρηκι ἐοικώς] δυοῖν θεῶν κάθοδον ἐκφράζων, ἐπὶ μὲν τῆς [*](17. ὁπότε scripsi pro ὁπόταν 20. * συνεβούλευσε] συνεβούλευε *θεάσαιντο] ἐθεάσαντο 30. *μὴ] om. 18. ὑπέχουσα] * ἐπέχουσα)

87
Ἴριδος παρέλαβε καταφορὰν χαλάζης ἢ χιόνος, τούτοις εἰκάσας ἃ καὶ σημαίνει ἡ Ἶρις, τὸν δὲ ἱέρακα Ἀπόλλωνι· ἱερὸς γὰρ αὐτοῦ ἐστί. καὶ τὸ φασσοφόνῳ δὲ οἰκείως, ἐπεί καὶ ὁ θεὸς κάτεισιν ἐπὶ φόνῳ τῶν Ἀχαιῶν.

241. ἀντὶ τοῦ ἀναγνωρίζων καὶ ὑπομιμνησκόμενος ἀρτίως τῆς ἑκάστου ὄψεως· οὐκ ἐκ προχείρου γὰρ ἐγίνωσκε τοὺς παρεστῶτας.

244. νόοφιν καὶ ἀπό ταυτόν ἐστιν. ἠθικὸς δὲ ὁ λόγος, ὡς πρὸς νοσοῦντά φαμεν τί κατάκεισαι; ὀλιγηπελέων δὲ ὀλίγην ἔχων τοῦ πέλειν μοῖραν, ἐγγὺς ὢν τοῦ ἐκλεῖψαι.

246. ὀλιγοδρανέων] ἀπὸ τοῦ ὀλιγηπελέων μετείληπται, ἵνʼ ᾖ ὀλίγον ἔχων τὸ δρᾶν. καὶ πῶς οἶδεν ὅτι θεός ἐστιν; ἀπὸ τοῦ ἐρέσθαι· πάντες γὰρ ᾔδεισαν οἱ Τρῶες τὸ γεγονὸς, καὶ οὐκ ἂν αὐτὸν ἀνηρώτων.

252. ἄιον ἦτορ] ἤλγησα· ἥψατο γὰρ τῆς ψυχῆς ἡ ἄλγησις, ὥστε καὶ αἴσθησιν αὐτῇ γενέσθαι.

254. Κρονίων] ὑπὸ μεγίστου καὶ ὑπερέχοντος θεοῦ φήσας αὐτὸν πεπέμφθαι οὐ τὴν τυχοῦσαν δίδωσιν ἐλπίδα.

256. χρυσάορον] τὸν χρυσοῦν ἀορτῆρα περὶ τὴν κιθάραν ἔχοντα· καὶ Πίνδαρος χρυσάορα Ὀρφέα φησί. τινὲς δὲ χρυσοῦν ξίφο, ἔχοντα.

*Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος εὗρε λύραν, κλέψας δὲ καὶ τοὺς Ἀπόλλωνος βόας εὑρέθη ὑπὸ τοῦ Ἀπόλλωνος διὰ τῆς μαντικῆς. ἀπειλοῦντος δὲ τοῦ Ἀπόλλωνος ἔκλεψεν αὐτοῦ καὶ τὰ ἐπὶ τῶν ὤμων τόξα. μειδιάσας δὲ ὁ θεὸς ἔδωκεν αὐτῷ τὴν μαντικὴν ῥάβδον, ἀφʼ ἧς καὶ χρυσόρραπις ὁ Ἑρμῆς προσηγορεύθη, ἔλαβε δὲ παῤ αὐτοῦ τὴν λύραν· ὅθεν καὶ χρυσάωρ ὠνομάσθη, ἀπὸ τοῦ τῆς κιθάρας ἀορτῆρος.

[*](1. *παρέλαβε] ἔλαβε Halensibus a. 1840. nr. 10 p. 80. Finitur hoc fragmentum verbis 19. Lemma rubrum ἱστορία. υἱὸν Οἰάγρου, quae in initio versus 24. χρυσάωρ] χρυσάορ B. Idem posita fuerunt, sic redintegrandi, vitium in scholio codicis A, de quo υἱὸν Οἰάγρου τε χρυσάοῤ Ὀρφέα, in dixi in annot. ad vol. 2 p. 74,8. Or- quo χρυσάοῤ duabus syllabis ut pheum χρυσάορα a Pindaro dictum χρύσωῤ pronuntiandum est, quem- esse annotavit scholiasta Ven. A, admodum Pyth. 5, 140 versui qui exposita significatione vocabuli πρέπει χρυσάορα Φοῖβον ἀπύειν in addit καὶ Πίνδαρος χρυσάορα τὸν Ὀρ- antistrophe 154 respondet πέφανταί φέα φησί, quod ad longum Pindari θʼ ἁρματηλάτας σοφός. Eodem spec- fragmentum,servatumabscholiasta tat scholiasta Pindari Pyth. 4, 313 Euripidis Rhes. 895. vol. 1 p. 39, Ἀπόλλωνος τὸν Ὀρφέα φησὶν εἶναι ed. Oxon. recte rettulit anony- (Πίνδαρος), ὃν καὶ αὐτὸς ὁ Πἰνδαρος mus (T. W. M.) in Ephemeridibus καὶ ἄλλοι Οἰάγρου λέγουσιν.)
88

258. ἱπεῦσιν ἐπότρυνον πολέεσσι] πολλοῖς ἱππεῦσιν ἐπίταξον. προοικονομεῖ δὲ ἐντεῦθεν ὥστε ἀπὸ ἴσου ὕψους γενέσθαι τὴν μάχην· “οἱ μὲν” γὰρ “ἀφʼ ἵππων, οἱ δὲ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάν- τες” (384). ἄλλως τε ἔδει ἐπὶ τῇ δευτέρᾳ εἰσελάσει καὶ περιττόν τι φαίνεσθαι· πρότερον μὲν γὰρ πεζοὶ διέβαινον τὴν τάφρον, νῦν δὲ διὰ τὸν Ἀπόλλωνα μεῖζόν τι πράττεται.

261. τρέψω δʼ ἥρωας Ἀχαιούς] ὡς τὴν τάφρον καταβαλὼν, ἢ τοὺς Ἀχαιοὺς τρεψάμενος, ἵνʼ ᾖ ὁ δέ ἀντὶ τοῦ γάρ.

262. ὣς εἰπὼν ἔμπνευσε] ἀναγκαία ἡ προσθήκη πρὸς σύγκρισιν τοῦ πρὶν δεινῶς κεκακωμένου.

270. ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν] ὅτε ᾔσθετο ὅτι ἣν ἔκλυεν αὐδὴν, θεοῦ ἐστί.

272. ἀγροιῶται] ἀγρόται. οὕτω δὲ τοὺς θηρευτὰς ἀεί φασιν οἱ Ἀττικοί.