Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
304. καί σφʼ ἄκριτα νείκεα λύσω] καὶ πῶς ἐν τῇ A μετὰ τῶν θεῶν ἐλθοῦσα ἐς Ὠκεανὸν οὐ διήλλαξε τὴν ἔριν; ἀλλʼ ὅτι οὐ σὺν αὐτοῖς ἦν, δῆλον ἐξ ὧν ἀπʼ οὐρανοῦ πέμπει τὴν Ἀθηνᾶν παύσουσαν τῶν στρατηγῶν τὴν ἔριν.
*Πορφυρίου. διὰ τί ἡ Ἥρα ὅτε μὲν μετὰ τοῦ Διὸς ᾤχετο ἐπὶ τὸν Ὠκεανὸν, οὐ διέλυσε τὴν Τηθὺν καὶ τὸν Ὠκεανὸν, ὕστερον δὲ ἡμέραις πέντε ἢ δέκα πέντε ἐπεχείρει ἐπὶ τοῦτο πορεύεσθαι; οὐ γὰρ δὴ μετʼ ἐκείνας γε διηνέχθησαν· πάλαι γάρ φησιν αὐτοὺς ἀπέ- χεσθαι εὐνῆς καὶ φιλότητος. ἢ οὐ λέγει ὁ ποιητὴς ὅτι ἐπορεύετο ἐπὶ τοῦτο, ἀλλʼ ὅτι σκηπτομένη τοῦτο ἔπλαττε· τὸν δὲ δολοφρο- νέουσα προσηύδα πότνια Ἥρη” (300). καὶ “ἵπποι δʼ ἐν πρυμνω- ρείῃ πολυπίδακος Ἴδης ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν” (307)· οὐδαμοῦ δὲ ἦσαν οἱ ἵπποι, ὥστε οὐδʼ ἡ πορεία ὄντως ἐπὶ τοῦτο παρεσκεύασται. ἔπειτα οἱ Αἰθίοπες παρὰ τὸν Ὠκεανὸν οἰκοῦσιν· Ὠκεανὸς δὲ καὶ τὸ ὕδωρ καὶ ὁ θεὸς, καὶ οὐχ ὁ τῷ ὕδατι ἐντυγχάνων κύκλῳ πᾶσαν περιθέοντι τὴν γῆν πάντως καὶ τῷ θεῷ ἐντυγχάνει κατὰ πᾶν μέρος τοῦ ὕδατος. οὐδʼ ἐλθοῦσα μετὰ τοῦ Διὸς ἐπʼ ἄλλα ἂν ἀπῆλθε, πάρεργα ἑκάτερα ποιουμένη, καὶ ἐγκατα- λιποῦσα τὸν ἡγεμόνα ᾧ πάντες οἱ ἄλλοι θεοὶ ἠκολούθουν· “Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας” (Il. 1, 423) καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν, δόντες αὐτῇ ἀπεληλυθέναι μετὰ τοῦ Διὸς, οὕτω λύομεν· ὅτι δὲ οὐκ ἀπεληλύθει δηλοῖ τὸ ὀργιζομένῳ Ἀχιλλεῖ παραγινομένην τὴν Ἀθηνᾶν λέγειν ὑφʼ Ἥρας πεπέμφθαι. πῶς οὖν. εἰ μὴ ἀπῆλθον καὶ αὐταὶ, εἴρηται “θεοὶ δʼ ἄμα πάντες ἕποντο” (ib. 424): καὶ διὰ τί φήσας πάντας τοὺς θεοὺς εἰς Αἰθιοπίαν ἐληλυ- θέναι “θεοὶ δʼ ἅμα πάντες ἕποντο,” τὴν Ἀθηνᾶν ἐκ τοῦ οὐρανοῦ φησὶν ἐλθεῖν παρὰ τῆς Ἥρας πρὸς τὸν Ἀχιλλέα; μήποτε δὲ συλ- ληπτικῶς εἴρηται ἀπὸ τοῦ πλείστου τὸ πᾶν. ὥσπερ γὰρ ἐπὶ τῶν [*](11. *Πορφυρίου] om. 13, 16, 20. τοῦτο] τού 23. οὐδʼ ἐλθοῦσα Bekk.] ὃ διελθοῦσα)
307. πρυμνωρείῃ] ὡς ἀκρωρείᾳ· σημαίνει δὲ τὸ πρὸς τῇ ῥίζῃ τοῦ ὄρους πρὸς τὸ ἔδαφος ἐρριζωμένον.
310. μή πώς μοι] ἐντέχνως αὐτὸν γοητεύει ὡς τῇ ἐξουσίᾳ ἐκείνου τὰς ἰδίας ἐπιτελοῦσα χρείας. καὶ γυναιξὶ δὲ νομοθετεῖ τὰς ἐξόδους ποιεῖσθαι συγκεχωρημένας ὑπὸ τῶν ἀνδρῶν.
313. Ἥρη κεῖσε μέν] ὅρα οἷόν ἐστιν ἡ φιληδονία, ὑπέρθεσιν οὐ δεχόμενον καὶ τῶν καθηκόντων ἐμποιοῦν ἀμέλειαν.
314. τραπείομεν] ἀντὶ τοῦ τερφθῶμεν· ἐκτρέπει γὰρ τοῦ δέοντος ἡ ἡδονή.
315. οὐ γάρ πώ ποτε] τίνος ἕνεκεν τοσοῦτον ἀκρατῆ παρίστησι τὸν Δία ὡς μὴ δύνασθαι κρατεῖν ἑαυτοῦ; φαμὲν οὖν ὡς ἀπελογή- σατο περὶ τούτου ἐν οἷς φησὶν “ἄ τʼ ἔκλεψε νόον.” ἄλλως τε δι- δάξαι βούλεται τοὺς νέους ὁ ποιητὴς ὅσον ἐστὶ χαλεπὸν μὴ κρατεῖν τῶν παθῶν, ὅπου γε καὶ Ζεὺς ὁ παγκρατὴς πάθει νικηθεὶς ἐζημιώθη τὴν ὄνησιν ἢ ἐξ ἀγρυπνίας περιεποιήσατο.
οὐδὲ γυναικός] ἀντὶ τοῦ θνητῆς, ὡς καὶ ἀλλαχοῦ “ἢ θεὸς ἠὲ γυνή᾿ (Od. 10, 228). ὡς μείζονα δὲ τὸν γυναικεῖον ἐπήγαγεν ἔρωτα· ἢ ὅτι ὁ τῶν ὁμοφύλων ἔρως οὐ λίαν ἐστὶν ἐπιτεταμένος, ὡς ὁ τῶν παρὰ φύσιν.
317. Ἰξιονίης ἀλόχοιο] τῆς εἰς ὕστερον γενομένης Ἰξίονος· παρ- θένῳ γὰρ ὁ Ζεὺς συγγίνεται.
319. *Δανάης] Δανάη Ἀκρισίου θυγάτηρ, ἢ Διὶ συγκοιμηθεῖσα Περσέα ἐγέννησε. χρωμένῳ γὰρ, φασὶ, τῷ Ἀκρισίῳ περὶ γενέσεως ἀρρένων παίδων ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς αὐτοῦ καὶ αὐτὸν κτεῖναι· δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, κατὰ γῆς θάλαμον χαλκοῦν κατασκευάσας τὴν Δανάην ἐφρούρει. αὐτὴ δὲ, ὥς φησι Πίνδαρος [*](4. βλεφάροισιν] βλεφάροις *ἢ] om. 12. * ὑπέρθεσιν] ὑπόθεσιν 29. χρωμένῳ γὰρ, φασὶ] χρειομένῳ 20. *γε] om. γὰρ φησι 28. Lemma rubrum ἱστορία)
323. Ἀλκμήνης] Ἀλκμήνης τῆς Ἠλεκτρύονος καὶ Ἀναξοῦς τῆς Ἀγκαίου ἠράσθη Ἀμφιτρύων, ὃς ἀνελὼν Ἠλεκτρύονα βοῶν ἀμφισ- βητήσεως χάριν ἐξ Ἄργους ἔφυγεν εἰς Θήίας· σὺν αὐτῷ δὲ καὶ Ἀλκμήνη. ὑποδεχθέντες δὲ ἀσμένως παρὰ τῶν βασιλευόντων τῆς πόλεως Κρέοντος καὶ Ἡνιόχης τιμῆς ἐτύγχανον μεγίστης. οὐ βουλομένης δὲ Ἀλκμήνης γαμηθῆναι, εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν αὐτῆς ἀναιρεθῶσι Τηλεβόαι, κατηγωνίσατο αὐτοὺς Ἀμφιτρύων, προσλαβόμενος συμμάχους Βοιωτοὺς καὶ Λοκροὺς, ἔτι δὲ καὶ Φωκεῖς, ἐνιαυτὸν προσεδρεύσας. ὡς δὲ ὑποστρέψας ἀπὸ τῆς στρα- τείας ἦγε τοὺς γάμους ἑαυτοῦ τε καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ ἐρασθεὶς αὐτῆς ὁ Ζεὺς καὶ εἰκασθεὶς Ἀμφιτρύωνι ἐμίγη καὶ υἱὸν ἐποίησεν· ὁμοίως δὲ καὶ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. ἤδη δʼ ἐκείνης τὸν ἑπταμηνιαῖον χρόνον τῆς μίξεως ἐχούσης, γεννᾶται Ἡρακλῆς μὲν ἐκ Διὸς, Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος. φασὶ δὲ Δία συγκοι- μώμενον Ἀλκμήνῃ πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας· ὅθεν ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν τριέσπερον Ἡροκλέα ἐποίησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
325. *Σεμέλης] Σεμέλης τῆς Κάδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς Ἥρας κρύφα συνευνάζεται. ἐξαπατηθεῖσα οὖν αὕτη ὑπὸ Ἥρας, ἐπινεύσαντος αὐτῇ Διὸς πᾶν τὸ αἰτηθὲν ποιῆσαι, αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος [*](5. *εἰς Σέριφον] εἰς ἔριφον 17. *ὑποστρέψας] ἐπιστρέψας 6. * Πολυδέκτῃ—Πολυδέκτου] πο- 21. *τὸν] om. λυδεύκου—πολυδεύκου * ἐπταμηνιαῖον] δεκαμηνιαῖον 9. Lemma rubrum ἱστορία 25. *ἡ ἱστορία παρὰ Φερεκύδει] 12. * ὑποδεχθέντες] ὑποδεχθέντων om. 14. *δὲ] om. 26. Lemma rubrum ἱστορία 15. *Τηλεβόαι] om. 27. *Ἥρας] om. *κατηγωνίσατο] διὸ κατηγωνίσατο)
Διώνυσον] Διόνυσος ἀπὸ τοῦ Διὸς καὶ τῆς Νύσης τοῦ ὄρους. οἱ δὲ Διόνυξος· κερασφόρος γὰρ τεχθεὶς ἔνυξε τὸν μηρὸν τοῦ Διός.
326. * καλλιπλοκάμοιο] πλοκάμους τοὺς στάχυας δεῖ νοεῖν, ὡς καὶ ἱστοροῦσιν αὐτὴν ἐστεμμένην τοῖς στάχυσιν.
330. αἰνότατε Κρονίδη] γυναικικῷ τῷ ἤθει ἐπιπλήττει ὡς ἀπηρυ- θριακότα· αἰδῶ δὲ προφασίζεται, ἀπάξαι αὐτὸν τῆς Ἴδης θέλουσα πρὸς τὴν εὐκαιρίαν τῆς ἐπικουρίας.
338. ἔστιν τοι θάλαμος] δοκεῖ μὲν αἰδημόνως διαλέγεσθαι, ἔστι δὲ οὐδὲ τοῦτο ἄτεχνον αὐτῇ, ἀλλὰ θέλει κατακλεῖσαι τὸν Δία εἰς τὸ δωμάτιον, ἵνα μὴ διαναστὰς ἐκ προχείρου ἀθρήσῃ τὴν μάχην.
342. θεόν] ἄμεινον θεῶν, ὡς ἀνδρῶν. πᾶς δὲ τόπος τῇ νομίμῳ μίξει θάλαμός ἐστι, τῇ δὲ ἀθέσμῳ οὔ. ἀμέλει Ἄρεα οὐκ ἔκρυψεν οὐδὲ ἡφαιστότευκτος ὢν ὁ θάλαμος.
343. ἀμφικαλύψω] περιβαλῶ, ὡς τὸ “πέπλοιο φαεινοῦ πτύγμʼ ἐκάλυψεν” (Il. 5, 315).
344. χρύσεον] μὴ μεμφέσθω Πλάτων χρυσοῦν νέφος καὶ ἥλιον νικῶν, οἷον ἂν οὐδὲ Ἥφαιστος ποιήσειε, καὶ εὐνὴν ἐξ ἀνθέων· τρεῖς δέ εἰσι τρόποι καθʼ οὒς πᾶσα ποίησις θεωρεῖται, ὁ μιμητικὸς τοῦ ἀληθοῦς, φιλοπάτωρ, μισογύνης, ἄπιστος, παρρησιαστής· ὁ κατὰ φαντασίαν τῆς ἀληθείας, ὃν δεῖ μὴ κατὰ μέρος ἐξετάζειν, οἷον οὐχ ὅτι ψυχαὶ γεύονται καὶ λαλοῦσι, πάντως ἐρεῖ τις καὶ γλῶσσαν ἔχουσι καὶ βρόγχον· τρίτος δὲ ὁ καθʼ ὑπέρθεσιν τῆς ἀληθείας καὶ φαντασίας, Κύκλωπες, Λαιστρυγόνες, καὶ ταῦτα τὰ περὶ θεῶν.
345. οὗ τε καὶ ὀξύτατον] πῶς οὖν ὁ Ὕπνος διικνεῖται διὰ τοῦ νέφους; ἢ οὐχ ὁ σωματοειδὴς ὕπνος, ἀλλὰ τὸ πάθος.
346. * ἦ ῥα, καὶ ἀγκὰς] πολλήν τινα χλεύην καὶ μακρὸν ἡγοῦντο κατάγελων τοὺς ἀκαίρους Διὸς ὕπνους ἐν Ἴδῃ καὶ τὴν ὄρειον ὥσπερ ἀλόγοις ζῴοις ὑπεστρωμένηνεὐνὴν, ἐν ᾗ δυσὶ τοῖς ἀφρονεστάτοις πάθεσι [*](23. *ἀληθοῦς] ἀληθῶς non animadvertens totum hoc caput 24. * οὐχ] om. ex Heraclito esse transscriptum c. 27. *περὶ] παρὰ 39 p. 80 ed. Mehler. nonnulla 30. Πορφυρίου praescripsit Vill., cum scripturae diversitate.)
347. τοῖσι δʼ ὑπὸ χθών] ἐμπεσὼν εἰς φορτικοῦ πράγματος διή- γησιν ἐφʼ ἕτερα τὸν λόγον μετήγαγε, τὰ ἀπὸ τῆς γῆς φυόμενα ἄνθη καὶ τὸ νέφος, διʼ ὧν ἀπέκλεισε τὸ περαιτέρω πολυπραγμονεῖν ἡμᾶς. ἀνθηρῶς δὲ γράφει τὴν εὐνὴν, καὶ προθεὶς τὸ γένος ποίην ἐπιφέρει τὸ εἶδος. οὐκ εἶπε δὲ ῥόδον διὰ τὸ ἀκανθῶδες. νεοθηλέα δὲ, ἐπεὶ τὴν ἄλλην ἐνεμήθη καὶ ἐπάτησε τὰ ζῷα. κατὰ συλλογισμὸν δὲ ἡ ὑπερ- οχὴ, εἴγε καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τοῦ θείου.
351. στιλπναί] ὥσπερ παρὰ τὸ θάλπω θαλπνός, τέρπω τερπνός, οὕτως παρὰ τὸ στίλβω στιλπνός.