Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

199. δαμνᾷ] ἀποκοπὴ τοῦ δάμνασαι, Δωρικῶς. πρακτικὰ δὲ ἅπαντα· καὶ γὰρ τὸ ἐπαίρειν αὐτῆς τὴν δύναμιν ἐπαγωγότατον. ἅμα δὲ καὶ σύστασιν ἔχει ὁ λόγος, ἵνα πιθανὸν φανῇ καὶ τὸν Δία τοῖς τοιούτοις κρατηθῆναι.

200. *Πορφυρίου. πῶς πολλάκις Ὅμηρος τὴν γῆν ἄπειρον εἰπὼν διὰ τούτων “ταί μιν φέρον ἐφʼ ὑγρὴν ἀπείρονα γαῖαν” (Od. 1, 97) καὶ πάλιν “γαῖαν ἀπειρεσίην” (Il. 20, 58), πάλιν διὰ τῆς Ἥρας “εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης;” μάχεται γὰρ τὸ ἅμα μὲν αὐτὴν πεπερασμένην, ἅμα δʼ ἀπείρονα ἀποφαίνεσθαι. εἰ μὲν οὖν ἡ τοῦ ἀπείρου φωνὴ ἓν σημαινόμενον περιεῖχε, τὸ κατὰ ποσὸν ἀδιεξίτητον καὶ ἀπειρομέγεθες ἐναντιολογία ἂν ἦν· πῶς γὰρ ἡ ἀπειρομεγέθης γῆ πέρατα ἂν ἔχοι; ἐπειδὴ δὲ τὸ ἄπειρον πολλαχῶς λέγεται, ἄτοπον ἂν εἴη πλειόνων ὄντων τῶν σημαινομένων ἐφʼ ἓν ἀποταξαμένους ἐλθεῖν, καὶ τοῦτο μαχόμενον. δεικτέον οὖν κατὰ ποῖον σημαινόμενον τὴν πεπερασμένην ἐνδέχεται καὶ ἄπειρον λέγειν. ἡ τοίνυν τοῦ ἀπείρου φωνὴ τάσσεται μὲν καὶ κατὰ ποσόν. διττὸν δὲ τοῦτο, ἢ κατὰ μέγεθος ἢ κατὰ πλῆθος, κατὰ μέγεθος μὲν, ὅταν ζητῶμεν εἰ ἄπειρος ὁ κόσμος, κατὰ πλῆθος δὲ, ὅταν εἰ ἄπειροι οἱ κόσμοι, ὡρισμένοι μὲν κατὰ μέγεθος, κατὰ δὲ πλῆθος ἀδιεξίτητοι ὄντες. σημαίνει δὲ τὸ ἄπειρον καὶ τὸ πεπερασμένον μὲν τῇ ἑαυτοῦ. φύσει, ἡμῖν δʼ ἀπερίληπτον, ᾧ δὴ σημαινομένῳ χρῆται Ὅμηρος, ὅταν λέγῃ “Κρήτη τις γαῖʼ ἔστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίρρυτος, ἐν δʼ ἄνθρωποι πολλοὶ ἀπειρέσιοι” (Od. 19, 172). καὶ ἐπὶ τοῦ Χρύσου δὲ τὰ ἄποινα ὑπὲρ τῆς θυγατρὸς κομίσαντος “φέρων” φησὶν “ἀπερείσιʼ ἄποινα” (Il. 1, 13). ὅπερ ἐστὶ πολλὰ τῷ πλήθει. τρία μὲν οὖν ταῦτα σημαινόμενα ἐκ τῆς τοῦ ἀπείρου φωνῆς κατὰ ποσὸν δεδήλωται. σημαίνει δὲ καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδος διαφέροντος καὶ ἄγαν καλοῦ, ὡς παῤ Ἡσιόδῳ ἐν γυναικῶν καταλόγῳ ἐπὶ τῆς Ἀγήνορος παιδὸς Δημοδόκης [*](4. *γένοιτο] γένηται 5. *εἰδικῶς] ἰδικῶς 11. *Πορφυρίου] om.)

50
  • Δημοδόκη, τὴν πλεῖστοι ἐπιχθονίων ἀνθρώπων
  • μνήστευον, καὶ πολλὰ καὶ ἀγλαὰ δῶῤ ὀνόμηναν,
  • ἴφθιμοι βασιλῆες ἀπειρέσιον κατὰ εἶδος·
  • τὸ γὰρ ἀπειρέσιον ἐν τούτοις ἐπὶ τοῦ κατʼ εἶδος ἐξόχου καὶ καλοῦ ἄγαν τέτακται. δυνατὸν δὲ καὶ τὰ ὑπὸ τοῦ Χρύσου κομισθέντα οὕτως ἀπερείσιʼ ἄποινα λέγεσθαι, οἷον ὑπερβαλλόντως καλὰ καὶ περικαλλῆ. λέγεται δὲ ἄπειρον κατʼ ἄλλο σημαινόμενον καὶ ἐπὶ τοῦ κατὰ σῶμα κυκλοτεροῦς τε καὶ σφαιροειδοῦς· τῶν γὰρ πεπερασμένων ἃ μὲν πρὸς πέρασι λέγεται ὡρισμένοις πεπεράσθαι, ἃ δὲ οὒ, ὡς φέρε ἀπὸ γραμμῶν ἢ οἷον τοῦ τετραγώνου. πρὸς πέρασι μέν ἐστι τοῖς ἀπό του καὶ ἐπί τι· δύο γὰρ ὄντων περάτων τὸ μέν ἐστιν ἀρχὴ ἀφʼ οὗ, τὸ δὲ τέλος εἰς ὅ· ἔστι γὰρ ἐπʼ αὐτοῖς τὸ ποθέν ποι· τῆς δὲ ὅλης τοῦ κύκλου περιφερείας οὐκέτι. πᾶν γὰρ ὃ ἄν τις ἐπινοήσῃ σημεῖον, ἀρχή τέ ἐστι καὶ πέρας· ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ κύκλου περιφερείας κατὰ τὸν Ἡράκλειτον. τοῦ τοίνυν κύκλου κατὰ τὴν περιφέρειαν ὄντος πεπερασμένου καὶ μὴ ἀπείρου κατὰ τὸ διεξί- τητον, οὐκ ἂν λέγοιτο πρὸς πέρασιν αὐτὴ πεπεράνθαι, κατὰ δὲ τὸ μὴ ἔχειν ποθέν ποι διάφορα πέρατα, πᾶν τε τὸ ληφθὲν ἀρχὴν εἶναι καὶ πέρας, ἄπειρον ἐκάλουν τὸν κύκλον. ὡσαύτως δὲ καὶ τὴν σφαῖραν, οὔτε ἄπειρον καὶ ἀδιεξίτητον οὖσαν κατὰ μέγεθος οὕτε κατὰ ἀριθμὸν, κατὰ δὲ τὸ μὴ πέρασι διαφόροις ἀφορίζεσθαι, τῆς φωνῆς κατὰ τὰς συντάξεις ἄλλα τε ἀτὰρ δὴ καὶ τὸ πολύ σημαινούσης. οὕτως γὰρ ἀχανὲς πέλα- γος τὸ μέγα πάνυ, καὶ ὁ ἐν Δελφοῖς θεὸς ἀφήτωρ, ὁ πολυφήτωρ καὶ πολλὰς ἀφιεὶς φήμας, οὐχ ὁ μηδεμίαν, καὶ ἄξυλος ὕλη ἡ πολύξυλος. οὕτω καὶ ἄπειρος κύκλος ὁ πολυπείρων· οὗ γὰρ ἂν ἔλθῃ τις, τοῦτο αὐτὸ τὸ πέρας ἐστί. σημαινούσης δὲ τῆς α καὶ τὸ ἴσον, ὡς τὸ ἀρρεπές τὸ ἰσορρεπές καὶ ἀτάλαντον τὸ ἰσοτάλαντον, δύναται καὶ ἀπείρων ἰσοπέρατος εἶναι, ὅτι ὅμοιος πάντη κατὰ τὰ πέρατα. τὸ δὲ ἴσον ἐπὶ μόνων σχημάτων κύκλου τε καὶ σφαίρας γίνεται. ὅμοια γὰρ ταῦτα πάντοθεν διὰ τὴν ἐκ μέσου πρὸς τὸ πέρας ἴσην ἀποχὴν εἶναι πάντη. διὰ τοῦτο δὲ καὶ ὁμοιομερὴς ἥ τε τοῦ κύκλου περιφέρεια καὶ ἡ τῆς σφαίρας ἐπιφάνεια· καὶ τὸ ὅμοιον πάντη ἐπὶ μόνων τῶν σχημάτων τούτων λέγεται. εὐλόγως οὖν οἱ παλαιοὶ ἐπὶ τὸ προσα- γορεύειν τόν τε κύκλον καὶ τὴν σφαῖραν ἀπείρονα προήχθησαν. οὕτω [*](1. Δημοδόκη addidit Cobetus. 18. διάφορα Bekk.] διαφορὰν 12. οὐτοῖς Vill.] οὐτῆς 24. φἡμας] φωνὰς Vill.)
    51
    καὶ Ἀριστοφάνης Δαναΐσι (fr. 247) “δακτύλιον χαλκοῦν φέρων ἀπείρονα” ἔφη· ἔστι δὲ ὁ ἀπείρων δακτύλιος καὶ ὁ κρίκος ὁ ἀσυγ- κόλλητος καὶ πέρας μὴ δεικνὺς ἀρχήν τε καὶ τέλος· οἱ γὰρ σφεν- δόνας ἔχοντες, εἰς ἃς οἱ λίθοι ἐντίθενται ἢ σφραγῖδες, οὐκ εἰσὶν ἀπείρονες· οὐ γάρ ἐστιν ὁμοιομερής· ὁμοίως δὲ καὶ Αἰσχύλος (fr. 407) τὰς ἐν κύκλῳ ἑστώσας ἐν ἀπείρονι σχήματί φησιν ἵστασθαι·
  • ὑμεῖς δὲ βωμὸν τόνδε καὶ πυρὸς σέλας
  • κύκλῳ περίστητʼ, ἐν λόχῳ τʼ ἀπείρονι
  • εὔξασθε·
  • τοῦτο δέ ἐστιν ἐν τάξει κατὰ κύκλον· ὁ γὰρ λόχος ἐστὶ τάξις, ἐπεὶ καὶ ὁ λοχαγὸς ταξίαρχος. καὶ Εὐριπίδης (Orest. 25) ἐπὶ τοῦ συνερραμμένου πανταχῆ χιτῶνος καὶ κατὰ τοῦτο ὁμοίου (πέριξ οὖν ἡ Κλυταιμνήστρα τὸν Ἀγαμέμνονα ἐνέδυσεν) “ἢ πόσιν περιβαλοῦσʼ ὑφάσματι ἀπείρονι.” καὶ ἐπὶ τοῦ αἰθέρος κυκλοτεροῦς ὄντος εἰπὼν (fr. 935) “ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα,” ἐπήγαγε κατὰ τί ἄπειρον εἴρηκεν, ὅτι κατὰ τὸ τὴν γῆν ἔχειν πέριξ ὑγραῖσιν ἀγκάλαις. μήποτε δὲ καὶ ὅταν Ὅμηρος λέγῃ “δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν” (Od. 8, 340), οἱ ἀπείρονες δεσμοὶ οὐ σημαίνουσι πλῆθος, ἀλλὰ τοὺς ἰσχυροὺς, οἵ εἰσιν ἔγκυκλοι καὶ κρικωτοί· πρὸς γὰρ τὴν ἐρώτησιν ἡ ἀπόκρισις ἔσται κατὰ λόγον, τοῦ σημαινομένου οὕτως ἀποδοθέντος· ἤρετο μὲν γὰρ αὐτὸν εἰ θέλοι δεσμοῖσι κρατεροῖσι πιεσθεὶς εὕδειν παρὰ τῇ Ἀφροδίτῃ, ὁ δὲ ἀποκρίνεται “εἴη μοι πολ- λάκις τοσούτοις δεσμοῖς δεθέντα εὕδειν,” ἴσον τῷ πολυπλασίοις καὶ πρὸς τούτοις ἀπείροσιν, ἐν ταὐτῷ λέγων τῷ ἰσχυροῖς· τοῦτο γὰρ αὐτὸς ἐπύθετο· “ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς εὕδειν” (ib. 336). τὸ δὲ ἰσχυροῖς δηλοῖ διὰ τῆς ἀπείρονες φωνῆς ἀναφέρων ἐπὶ τοὺς κρικωτοὺς καὶ ταύτῃ δυσλύτους. ὡς γὰρ ἀλλα- χοῦ εἶπε “πέδας ἀρρήκτους ἀλύτους” (Il. 13, 36), τοῦτο ἐνταῦθα τοὺς ἀπείρονας δεσμοὺς, τοὺς ἀλύτους διὰ τὸ ἐν κύκλῳ περιέχειν, εἰ γὰρ ἀπείρονες ἀκούοιμεν ὡς ἄπειροι πλήθει, ἄλογος ἔσται ἡ ἀπό- φασις, τρὶς τόσσους εἰπεῖν καὶ ἀπείρους· τὸ γὰρ τρὶς τόσσους [*](1. Δαναΐσι] Δαναοῖσι schol. Odyss. φέρων] φέρειν ap. schol. Odyss. 12. συνερραμμένου Vill.] συναρα- 1, 98. μένου 2. καὶ ὁ κρίκος Vill.] δὲ ὁ κρόκος 21. ἤρετο Bekk.] ἤρητο 8. περίστητε (sic B)] παρίστατε 25. κρατεροῖσι Vill.] κραταιοῖσι)
    52
    πολλαπλάσιόν ἐστι, τὸ δὲ καθʼ ὁπωσοῦν πολλαπλάσιον οὐκ ἄπειρον, ὥστε ἅμα δεσμοί τε εἶεν ἂν καὶ τὸ πλῆθος ἄπειροι· ὁ γὰρ δεσμὸς συνοχὴν καὶ δέσιν ὑπαγορεύων τοῦ κατὰ πλῆθος ἀπείρου κεχώρισται. ὅλως τε ἡ ἐρώτησις οὐ περὶ πλήθους. ἀλλὰ περὶ δυνάμεως· εἰ γὰρ βουληθείη δεσμοῖσι κρατεροῖς πιεσθεὶς εὕδειν, ἐρωτᾷ, οὐκ εἰ πολλοῖς. ἄλογον δὲ πρὸς τὸ πολλοῖς ὅπερ οὐκ ἐπύθετο ἀποκρίνεσθαι, πρὸς δὲ τὸ κρατεροῖσι μηδὲν φάναι. λέγοι ἂν οὖν τὸ μὲν τρὶς τόσσους πολλαπλα- σίους, ἀπείρονας δὲ τοὺς κραταιοὺς, ὥστε τὸ ἄπειρον καὶ ἐπὶ σχήμα- τος πεπερασμένου καθʼ Ὅμηρον τίθεσθαι. καὶ ἔστι τοῦ κυκλοτεροῦς ἴδιον καὶ σφαιροειδοῦς, εἴγε καὶ αὐτὸς πείρατα γαίης φησὶ καὶ ἀπείρονα γαῖαν, ἀδύνατον δὲ καὶ ἐπὶ τοῦ κατὰ μέγεθος ἢ κατὰ ποσὸν ἀδιεξιτήτου ἀπείρου τίθεσθαι πέρας, ἐπὶ δὲ τοῦ περιφεροῦς οἷόν τε. ὥστε συνάγεται, εἴπερ ἡ γῆ πεπερασμένη ῥηθεῖσα ἄπειρος πάλιν ἐρρήθη, μὴ διὰ τὸ ἐξίτητον αὐτὴν εἶναι κατὰ μέγεθος εἰρῆσθαι ἄπειρον, διὰ δὲ τὸ σφαιροειδῆ εἶναι, καὶ τοιαύτην αὐτὴν κατὰ σχῆμα ὑπειλῆφθαι τῷ Ὁμήρῳ. εἰ δὲ καὶ ἀπειρέσιος ὡς μεγάλη ἀκούοιτο καὶ ἀπερίληπτος εἰς γνῶσιν ἡμετέραν, οὐδʼ οὕτως ἀντιπίπτει κατὰ τὴν πρός τι σχέσιν· πολλὴ μὲν γὰρ οἰκουμένη τῆς καθʼ ἡμᾶς ἠπείρου, πολλὴ δὲ θάλασσα, πολλὴ δʼ ἀντίπερα ταύτης χέρσος διειργομένη τῷ τοῦ Ὠκεανοῦ χεύματι (“μέσσῳ γὰρ μεγάλοι ποτα- μοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸν μὲν πρῶτον ὃν οὔπω ἔστι περῆσαι” Od. 11, 157)· τῆς δʼ οἰκουμένης αὐτῆς εἴ τις ἐπίδοι τὰ μεγέθη καθόλου τε καὶ κατὰ μέρη, καὶ τῆς θαλάσσης τά τε πελάγη καὶ τοὺς κόλπους τοὺς μεγάλους τε καὶ μικροὺς, πολλοῦ χρόνου δέοιτʼ ἂν πρὸς τὴν διήγησιν. κἂν μέντοι ἀπειρεσίη λέγοιτο διὰ τὸ κάλλος, οὐδʼ οὕτως ἀντιπίπτει τῇ φύσει αὐτῆς τὸ σημαινόμενον, καθάπερ τοῖς διαγράφειν τὰ κατʼ αὐτὴν βουλομένοις ἐστὶ πρόδηλον.

    201. πιθανῶς αὐτὴν πλανᾷ ἐκτοπίζουσα τὸν ἔλεγχον καὶ μακρὰν καθιστᾶσα τὴν ὑποψίαν. τὴν γῆν φησὶ Τηθὺν οἱονεὶ τιθήνην τινὰ οὖσαν καὶ τροφὸν πάντων.

    202. εἰκότως μνήμονα εὐεργεσιῶν ἑαυτὴν ἀπογράφει, καὶ ταύτην- εὔελπιν ποιοῦσα ὡς ἀποληψομένην τὰς χάριτας.

    208. τὸ κείνω πρὸς τὸ ἀνέσαιμι, παραπείσασα, φησὶ, τὴν ψυ- χήν. τὸ δὲ ὁμωθῆναι εἰς ταὐτὸ συνελθεῖν.

    [*](9. τίθεσθαι Vill.] τίθεται 19. ἀντίπερα] Corrige ἀντιπέραν. V. Thes. vol. 1, 2 p. 965.)
    53

    210. αἰεί κέ σφι φίλη] λεληθότως λέγει ὅτι καὶ σὲ τὴν τῆς τιμῆς μοι αἰτίαν ἀεὶ νομιῶ φίλην.

    212. οὐκ ἔστʼ οὐδὲ ἔοικε] πῶς ἡ ἄλλους ἐξαπατῶσα ἀπατᾶται νῦν; ἢ ὅτι οὐκ ἀλεξιφάρμακον ἀπάτης ἡγεῖσθαι δεῖ τὸν κεστόν· ἔστι γὰρ μόνης συνουσίας περιποιητικὸς, φιλοτιμουμένη δέ φησι περὶ αὐτοῦ τὸ “ὅ τι φρεσὶ σῇσι μενοινᾷς·” οὐδὲν οὖν κωλύει αὐτήν τε ἀπατᾶσθαι καὶ ἄλλους ἀπατᾶν δύνασθαι.

    214. κεστὸν ἱμάντα] οὐκ ἔστιν ὄνομα τοῦ ἱμάντος ὁ κεστὸς, ἀλλὰ ἐπίθετον διὰ τὸ πεποικίλθαι.

    216. * Πορφυρίου. διὰ τί τὰ ἐρωτικὰ ἐν ἱμάντι φησὶν Ὅμηρος κατεστίχθαι; “ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος.” φησὶν οὖν Σά- τυρος, ἐπεὶ πληγῶν ἄξια δρῶσιν οἱ ἐρῶντες· Ἀπίων δὲ, ἐπειδὴ δεσμοῖς ἐοίκασι καὶ βρόχοις οἱ ἔρωτες καὶ τὰ τῶν ἐρώντων πάθη· Ἀρίσταρχος δὲ, ὅτι ἄχρι τοῦ δέρματος διικνεῖται τὰ ἐρωτικὰ πάθη. τήκοντα τοὺς ἐρῶντας καὶ ἀποξύοντα διὰ τῆς στύψεως τὰ μέλη.

    217. ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων] προκατασκευάζει διὰ τούτου, ἵνα μὴ θαυμάζωμεν εἰ Ζεὺς ἠπάτηται. καὶ ἐπὶ θυμοῦ δέ φησιν “οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων” (Il. 9, 554). διδάσκει δὲ ὡς εἰ καὶ συνετὸς εἴη τις, ἁλίσκεται τοῖς τοῦ νοῦ πάθεσιν, εἰ μὴ ἑαυτῷ προσέχοι. πάρφασις δὲ ἡ διὰ λόγου παράπεισις.

    219. τῆ] ἐκ τούτου γίνεται καὶ τήθη ἡ λέγουσα “δέξαι θήλασον·” θῶ γὰρ τὸ θηλάζω, ἐξ οὖ καὶ τὸ “θήσατο μαζόν (Il. 24, 58). κόλπῳ] τῷ τοῦ ἱματίου κόλπῳ, τῷ κατὰ τὸ στῆθος πτύγματι τοῦ πέπλου, ἐπειδὴ οἱ ταῦτα παρέχοντες παραγγέλλουσι μὴ ὁρᾶσθαι, ἵνα μὴ ἀλλοιοῖτο τῇ ὄψει τῇ ἀλλοτρίᾳ τὰ μαγγανεύματα.

    222. ἀντὶ τοῦ ὑποστρέψειν· οὕτως Ἀρίσταρχος. τινὲς δὲ τὸν γενέεσθαι μέσον μέλλοντα ἐδέξαντο διαλελυμένως· γίνω γὰρ γενῶ γενοῦμαι γενεῖσθαι, καὶ διαιρέσει γενέεσθαι. οὐκ ἔσῃ, φησὶν, ἄπρα- κτος οὗ προθυμῇ.

    225. Μακεδὼν ὁ Δίωνος καὶ Αἰθυίας, κατέχων τὴν ὅλην Θρᾴκην, ἀφʼ ἑαυτοῦ Μακεδονίαν ὠνόμασε, γεννᾷ δὲ παῖδας δύο, Ἄμαθον καὶ [*](10. *Πορφυρίου] om. Idem scho- νέσθαι διαιρέσει καὶ γενέεσθαι lion ad Od. 8, 288. 30. Δίωνος καὶ Αἰθυίας] Nomina 21. * λέγουσα] λέξουσα corrupta. In Ven. A est Διὸς κοὶ 25. *μαγγανεύμματα] μηχανήματα Αἰθρίας. Διὸς καὶ Θυίας Lobeck. 27. γίνω] γείνω Aglaopι. p. 325. 28. * καὶ διαιρέσει γενέεσθαι] γε-)

    54
    Πίερον, ἀφʼ ὧν τόποι τινὲς ἐν Μακεδονίᾳ. ἄκρως δὲ τοὺς τόπους καὶ τὰς χώρας κατονομάζει· τῇ γὰρ ὀνομασίᾳ τούτων συμπαραθέουσα ἡ διάνοια τῶν ἐντυγχανόντων ἐν φαντασίᾳ καὶ ὄψει τῶν τόπων γίνεται. ἅμα οὖν τὸ ἀργὸν περιέφυγεν, οὐκ εὐθὺς ἀγαγὼν αὐτὴν ἐπὶ τὰ προ- κείμενα χωρίσ· μάρτυρας γοῦν τοὺς ἀκούοντας ἐπαγόμενος πιθανω- τάτην καθίστησι τὴν διήγησιν.

    229. ἐξ Ἀθόω] ἡ ἐπέκτασις ποιητική. εἴρηται δὲ ἀπὸ Γίγαντος τοῦ Ἄθω. οῦτο δὲ ὤρυξε Ξέρξης, καταπλῆξαι βουλόμενος Ἕλ- ληνας. τοῦτο δὲ τὸ ὄρος στάδια τριακόσια Λήμνου ἀπέχον σκιάζει αὐτήν· προπαροξύνεται δέ· πλεονασμὸς γάρ ἐστι τοῦ ο.

    230. πόλιν Θόαντος τὴν ὑπὸ Θόαντος πολισθεῖσάν φησιν. εἰσὶ δὲ τῆς Λήμνου πόλεις δύο, Ἡφαιστιὰς καὶ Μύριννα. ὅμοιον δέ ἐστι τῷ “Ἴδην δʼ εἰσαφίκανε Λεκτόν” (283) “Κύπρον ἵκ κανεν ἐς Πάφον” (Od. 8, 362)· ἔθος γάρ ἐστιν αὐτῷ τοῖς ὅλοις τὰ μερικὰ ἐπάγειν.

    231. ἐνθ᾿ Ὕπνῳ ξύμβλητο] πολυοίνων ὄντων καὶ φιλοίνων τῶν Λη- μνίων εἰκότως ἐκεῖσε διατρίβει ὁ Ὕπνος· καὶ γὰρ πολὺν ἔχουσιν οἶνον, ὥστε καὶ τοῖς Ἕλλησι χορηγεῖν· καὶ γὰρ καὶ οἱ Λήμνιοι παῖδες Αἰ- γύπτου, ὑπὸ τῶν γυναικῶν διὰ τὴν πολλὴν ἀναιροῦνται ἀκρασίαν. εἴωθε δὲ ὁ Ὕπνος ἐπὶ πάντας καὶ μᾶλλον ἐπὶ τοὺς μεθύσους ἐνδιατρίβειν.

    κασιγνήτῳ Θανάτοιο] Μνησίμαχος ὁ κωμικὸς περὶ Ὕπνου διαλεγόμενός φησιν ὅτι “ὕπνος ἐστὶ μικρὸν καὶ μερικὸν θανάτου μυστήριον·” ὁ μὲν γὰρ θάνατος ἀπὸ ἰσχυρᾶς γίνεται καὶ τελείας λύσεως σώματος, ὁ δὲ ὕπνος ἀπὸ μικρᾶς καὶ καιρὸν ἐχούσης· ἀμφό- τεροι δὲ κακῶν ἀναπαύουσι. καὶ ὁ μὲν χωρίζει ψυχὴν, ὁ δὲ συστέλλει μικρόν· καὶ ὁ μὲν διαλύει αἰσθήσεις, ὁ δὲ στερίσκει μόνον.

    233. ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων] ἀλλαχοῦ γοῦν φησὶν “ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος” (Il. 2, 1). ὥσπερ οὖν τὸν κεστὸν ἀπεθαύμασεν, οὕτω καὶ τὸν Ὕπνον σεμνολογεῖ πρὸς πειθὼ ὑπαγομένη.

    235. Ἀττικῶς ἀντὶ τοῦ ὀφλήσω. ἐπίτηδες δὲ ὑπέμνησεν αὐτὸν τῆς προγεγονυίας εὐεργεσίας· μνήμη γὰρ χάριτος παλαιᾶς παρα- σκευαστικὴ δευτέρας. οὐκ ἐγύμνωσε δὲ διὰ τὰ παρακολουθήσαντα τότε τῷ Ὕπνῳ τὴν χάριν.

    [*](21. ὕπνος—] Mnesimachi versus 26. *γοῦν] οὖν fuit ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυ 27 et 28. Addidi παννύχιοι et στήριας ut est apud Eustath. p. νήδυμος ὕπνος 29. * ὑπαγομένη] ἐπαγομένη)
    55

    238. θρόνον] οὐ προλέγει τὸν τῆς Χάριτος γάμον, ἀλλὰ φυλάττει εἰ ἀντιλέξει. καλῶς δὲ θρόνον ὑπισχνεῖται· ἴδιον γὰρ τοῦ Ὕπνου, καὶ πρὸς ἀνάπαυσιν πεποίηται.

    239. Ἤφαιστος] εἰς πίστιν τῆς ὑποσχέσεως καὶ Ἡφαίστου μνημονεύει, ὅτι ἐκ προχείρου παρέξει παρὰ τοῦ ἰδίου αὐτίκα λα- βοῦσα υἱοῦ.