Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

643. ἔνιοι τοῦτον ἐνόμιζον εἶναι τὸν ἐν τῇ E(576) ἀναιρεθέντα·. “ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ, ἀρχὸν Παφλαγόνων.” ἔστιν οὖν ὁμωνυμία, ἐκείνου μὲν ἄρχοντος ὄντος, τούτου δὲ βασιλέως. πολλαὶ γὰρ παρὰ τῷ ποιητῇ ὁμωνυμίαι· Σχεδίοι γὰρ δύο Φωκέων ἡγούμενοι, ὁ μὲν Περιμήδους, ὁ δὲ Ἰφίτου, σὓς ἀμφοτέρους Ἕκτωρ ἀναιρεῖ· Εὐρυμέδοντες δύο ἡνίοχοι, ὁ μὲν Ἀγαμέμνονος, ὁ δὲ Νέστορος· κήρυκες Εὐρυβάται δύο, ὁ μὲν Ὀδυσσέως, ὁ δὲ Ἀγαμέ- μνονος· Ἄδραστοι τρεῖς βάρβαροι, ὁ μὲν ὑπὸ Διομήδους, ὁ δὲ ὑπὸ Μενελάου, ὁ δὲ ὑπὸ Πατρόκλου ἀναιρούμενος· Ἀκάμαντες δύο, ὁ μὲν Εὐσώρου, ὁ δὲ Ἀντήνορος· Ἀστύνοοι δύο, ὁ μὲν ὑπὸ Διομήδους ἀναιρούμενος, ὁ δὲ Πολυδάμαντος ἡνίοχος· Θόωνες βάρβαροι τρεῖς,. ὁ μὲν ὑπὸ Διομήδους, ὁ δὲ ὑκὸ Ὀδυσσέως, ὁ δὲ ὑπὸ Ἀντιλόχου ἀναιρούμενος· Μελάνιπποι τρεῖς, ὁ μὲν ὑπὸ Ἕκτορος παραινούμενος ἐμπεσεῖν ταῖς ναυσὶν, ὁ δὲ ὑπὸ Τεύκρου, ὁ δὲ ὑπὸ Πατρόκλου ἀναι- ρούμενος· Ὀφελέσται δύο, ὁ μὲν ὑπʼ Εὐρυπύλου, ὁ δὲ ὑπʼ Αἴαντος· Πυλάρται δύο, ὁ μὲν ὑπʼ Αἴαντος, ὁ δὲ ὑνὸ Πατρόκλου· Πείσαν- δροι δύο, ὁ μὲν ὑπʼ Ἀγαμέμνονος, ὁ δὲ ὑπὸ Μενελάου.

652. ὑπʼ ὀστέον ἐξεπέρησεν] δηλονότι φεύγοντος. τοῦτο δὲ Ἕλλην οὐχ εὑρίσκεται πεπονθώς. ὡς ἐπίπαν δὲ ὑπὸ Μηριόνου οὕτως τιτρώ- σκονται.

654. θυμὸν ἀποπνείων] ἐντεῦθεν δῆλον ὅτι πνεῦμα ἡ ψυχή. ὡς σκώληξ δὲ, ὅτι ἢν θίγῃ τις αὐτοῦ, ἀκινητεῖ.

657. ἀνέσαντες] ἤτοι καθίσαντες, μᾶλλον δὲ ἀναθέντες. νεκρὸς γάρ ἐστιν. οὐδένα δὲ τῶν ἀποθανόντων οὕτως ἐξάγει· διὸ ἀθετεῖται ὁ στίχος. ἢ δίφρῳ ἀπάγεται ὡς μακρὰν τῆς μάχης οὔσης· ἐπὶ ναυσὶ γὰρ μάχονται.

662. ἀπλοῦς ὁ στίχος ἐστὶ καὶ ἀποίκιλος. μὴ θέλων δὲ αὐτὸν οὕτως ἐᾶσαι, ἄλλης ἀρχῆς ἐπελάβετο.

664. ἀγαθός] ἐξ ἀγαθότητος γὰρ πάσχουσιν ἄμφω, καὶ ὁ νέος, ὅτι ἧκεν εἰδὼς τὸν θάνατον, καὶ ὁ πατὴρ, ὅτι οὐκ ἐκώλυσεν αὐτόν.

665. ὅς ῥʼ εὖ εἰδὼς] οὐκ εἶπεν ὅτι ὁ πατὴρ τάδε προεῖπεν αὐτῷ περὶ τοῦ τέλους, ἵνα μὴ ἀδολεσχεῖν δοκῇ, καὶ ἵνα τὸ τελευταῖον προθῇ τοῦ διηγήματος καὶ τῷ παραδόξῳ τῆς ἀναφωνήσεως εἰς προσ- οχὴν τὸν ἀκροατὴν ἐπισπάσηται, εἶτα ἐξ ἀναστροφῆς πάλιν διηγῇ- ται.

670. νοῦσον] τὴν ἐν γήρᾳ τιμωρίαν. ἢ νόσον ἀπλῶς.

31

671. ὑπὸ γναθμοῖο καὶ οὔατος] ὑπὸ τῆς γνάθου, ἤτοι κατὰ τὸν ὑπὸ τὸ οὖς τόπον. οἱ δὲ γνάθον τὴν σιαγόνα.

675. ἐπʼ ἀριστερὰ τοῦ Ἕκτορος, οὐ τοῦ στρατοῦ· εἰ γὰρ ἐπʼ ἀριστεροῖς ἐστὶν ἡ πύλη διʼ ἧς εἰσῆλθεν, αὐτόπτης ἂν ἐγίνετο.

677. τοῖος] ἀντὶ τοῦ μετὰ τοσαύτης προθυμίας.

678. πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν] οὐ πᾶν τὸ ἔργον ἦν τοῦ θεοῦ, ἀλλὰ πρὸς τῷ αὐτῶν σθένει καὶ αὐτὸς ἐπεκούρει. δηλοὶ δὲ ὅτι ἀεὶ ταῖς προθυμίαις συμβάλλεται τὸ θεῖον.

683. τεῖχος χθαμαλώτατον] ἀντὶ τοῦ χθαμαλόν, ὡς “ἀκρό- τατον δʼ ἂρ ὀιστός” (Il. 4, 139)· ἦν δὲ χθαμαλὸν διὰ τὸ ἀφῃρῆ- σθαι τῆς ἐπάλξεως ὑπὸ Σαρπηδόνος, ἢ ὡς πρὸς σύγκρισιν τοῦ πολυανδρίου, ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμάλισαν αὐτό· διὸ καὶ ἡ ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ ἐγένετο.

685. ἄλλοι εἰσὶ παρὰ τοὺς Ἴωνας Ἰάονες· φησὶ γὰρ Ἀνδροτίων ὅτι στήλην ἔστησαν ἐπὶ Λακεδαίμονος διορίσαντες οὕτως “τάδʼ οὐχὶ Πελοπόννησος, ἀλλʼ Ἰάονες,” Ἴωνες δὲ ἐκ τοῦ ἑτέρου μέρους οὕτως “τάδʼ ἐστὶ Πελοπόννησος, οὐκ Ἰάονες,ʼ ὥστε τοὺς μὲν ἔνθεν εἶναι, τοὺς δὲ ἐκεῖθεν.

ἑλκεχίτωνες] οἱ ἐν τοῖς χιτῶσι τῶν ἐναντίων ἕλκη ποιοῦντες. οἱ δὲ, ὅτι μέχρι τῆς Περικλέους στρατηγίας ποδήρεις εἶχον χιτῶνας.

686. Φθιῶται μὲν οἱ ὑπὸ Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ.

φαιδιμόεντες] ἀντὶ τοῦ φαίδιμοι, παραγώγως. τινὲς δὲ σύνθετον ὑπονοοῦσι τὴν λέξιν, ἵνʼ ᾖ λαμπρὰς πανοπλίας ἔχοντες.

687. μόγις ὁρμῶντα ἐπεῖχον.

703. οἴνοπε] οἰνώδεις εἰς τὸ ὁρᾶν· οἱ δὲ μέλανες, ὡς τὸ “οἴνοπα πόντον” (Il. 1, 350). καὶ Πτολεμαῖος γὰρ εἰς τὸ τῆς Ἀρσινόης χιλιάροτρον τέμενος μέλανας ἐνῆκε βοῦς. τὴν τάξιν δὲ τῆς στάσεως καὶ τὴν προθυμίαν ἡ παραβολὴ δηλοῖ.

705. κεράεσσι] συμπάσχειν φασὶ τοῖς ποσὶ τὰ κέρατα τῇ δια- τάσει τῶν νεύρων· διὸ μετὰ τὸν κάματον ἀλείφειν δεῖ αὐτὰ κηρῷ ἢ ἐλαίῳ ἢ πίσσῃ, ὡς Ἀριστοτέλης φησίν (H. A. 8, 7). πρυμνοῖς δὲ τοῖς παρὰ τὴν σάρκα.

706. ἀμφὶς ἐέργει] ἀπʼ ἀλλήλων αὐτοὺς, φησὶν, ὁ ζυγὸς χωρίζει.

[*](15. τάδʼ οὐχὶ Townl.] τάδʼ ἐστὶν 17. *τάδʼ ἐστὶ— Ἰάονες] τάδʼ οὐχὶ ἐστὶν οὐκ ἰάονες, ἀλλὰ πελοπόννησος)
32

707. ὦλκα λέγει τὴν αὔλακα, τέλ σον δὲ τὸ βάθος, ἢ τὸ πέρας τῆς γῆς, ὅπερ τέμνει τὸ ἄροτρον.