Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
74. τῷ πείσεαι ὅς κεν ἀρίστην] μετρίως οὐχ ἑαυτῷ ἀποδίδωσι. διδάσκει δὲ τὸν στρατηγὸν πολλῶν μὲν ἀκούειν, αἱρεῖσθαι δὲ τὸ κράτιστον.
76. ἐσθλῆς καὶ πυκινῆς] πρὸς τὸ πεῖσαι Ἀχιλλέα· οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον.
77. τίς ἂν τάδε] οὐ λείπει τὸ ὁρῶν, ἀλλʼ ἔστι παλαιὰ συνήθεια ἡ ἐξ ἀντικειμένου, οἷον τίς οὐκ ἂν κλαύσειε.
78. ἐν τῷ πεῖσαι τὸν Ἀχιλλέα τὴν σωτηρίαν τίθεται. οὐδὲν γὰρ ἕτερον πράσσειν νυκτὸς ἐδύναντο.
81. ἀμφί τε Νεστορίδην] εὖ τοῦ περὶ φυλακῆς εἰσηγησαμένου πρῶτος ἀριθμεῖται ὁ υἱός· καὶ ὅτι ὁ παρὼν καιρὸς οὐκ εὐτελεῖς ἄνδρας ἐπέτρεπε φυλάσσειν.
88. πῦρ κείαντο] ταύτην τὴν πυρκαϊὰν πρὸς τὸ ποιῆσαι δεῖπνον εὐτρεπίζουσιν· ἀσφαλέστερον γὰρ ἦν αὐτοῖς τὸ ἀπὸ σκότους ὁρᾶν τοὺς πολεμίους. ἐπὶ μὲν οὖν τῶν κατεπτηχότων ψιλὴ καὶ ἡ τοῦ δείπνου παρασκευὴ, καὶ ἑνικῶς πῦρ φησίν· ἐπὶ δὲ τῶν εὐημερούντων βαρβάρων καὶ τὰ τῆς εὐωχίας μετὰ πολλῆς τῆς ἐπεξεργασίας δεδήλωται “ἐκ πολιος δʼ ἄξαντο βόας” (Il. 8, 545) καὶ τὰ τῆς φυλακῆς λαμπρότερα.
90. κλισίην] * Πορφυρίου. ὅλου βιβλίου ἐδέησε Δωροθέῳ τῷ Ἀσκαλωνίτῃ εἰς ἐξήγησιν τοῦ παρʼ Ὁμήρῳ κλισίου. τρία δέ φησι ζητεῖσθαι περὶ αὐτοῦ, περὶ τοῦ σημαινομένου, εἰ ταὐτὸ δηλοῦται τῷ παρὰ Ἀττικοῖς, καὶ δεύτερον περὶ τῆς ὀρθογραφίας, πότερον διὰ διφθόγγου ἡ πρώτη ἢ διὰ τοῦ ἰῶτα, καὶ τρίτον περὶ τῆς προσῳδίας, πότερον παροξύτονον ἢ προπαροξύτονον. τὸ μὲν οὖν δηλούμενόν φησιν [*](16. *εἰσηγησαμένου] ἡγησαμένου Harleiano. Vid. annot. ad 8, 328. 26. *Πορφυρίου] om. 28. περὶ αὐτοῦ Bekkerus] περὶ βιβλίου] β΄, quod pro βίου ac- τοῦ αὐτοῦ ceperat Villois. : recte βιβλίου 29. περὶ τῆς ὀρθογραφίας Bek- Coraëss ad Hippocr. de aëre p. 305. kerus] διὰ τὴν ὀρθογραφίαν Plene scriptum βιβλίου in codice)
93. πάμπρωτος] οἷον προφθάσας ἐκείνους τοὺς τὴν γνώμην αὐτοῦ ἀπαιτοῦντας. πρόσθεν δὲ, ὅτε παρῄνει Ἀγαμέμνονι παύσασθαι τῆς πρὸς Ἀχιλλέα ὁρμῆς “ Ἀτρείδη σὺ δὲ παῦε τεὸν μένος” (Il. 1, 282)· καὶ ὅτε τὸ μονομάχιον ἦν καὶ ἤγειρε τοὺς Ἀχαιούς (Il. 7, 123).
97. ἐν σοὶ μέν] καταπτήξαντα αὐτὸν τῇ τῶν πολεμίων ὁρμῇ καὶ τῇ τῶν συμμαχικῶν λόγων ταραχῇ καὶ συγχύσει ἀνακτᾶται καὶ πρὸς πειθὼ παρακαλεῖ διὰ τῶν ἐγκωμίων.
πρὸς τὸ μὴ δοκεῖν ἐπιτάσσειν, κύριον αὐτὸν τῆς ἀπάντων ἀποφαίνει γνώμης, προσεκτικόν τε ἀπεργάζεται, ὡς ὅλου τοῦ πράγματος ἐπʼ αὐτῷ κειμένου. ἢ ἐπεὶ τότε εἰς αὐτὸν ἔληξε λέγων “λίσσομ Ἀχιλλῆϊ μεθέμεν χόλον” (Il. 1, 283), ἐκείνην δὲ τὴν λῆξιν ἀρχὴν ποιεῖται τοῦ νῦν διαλόγου.
99. σκῆπτρον διὰ τὸ κράτος, θέμιστας διὰ τὸ δίκαιον· οὔπω γὰρ εἶχον γραπτοὺς νόμους, ἀλλὰ τὸ πᾶν ἐν τοῖς κρατοῦσιν ἦν· ὅθεν καὶ δικασπόλοι. εὐγενῆ δὲ αὐτὸν ποιεῖ, τὰς εὐτυχίας ἐξαριθ- μούμενος, καὶ ἄξια τῆς ἰδίας δόξης ποιεῖν ὑποτίθεται. καὶ ὅτι πρώτη ἀρετή ἐστιν ἡ φρόνησις.
100. φάσθαι ἔπος ἡδʼ ἐπακοῦσαι] ἵνα ἐξ ἀπάντων αἱροῖτο τὸ χρήσιμον. ἅμα δὲ καὶ ἀναιρεῖ τὴν δόξαν τῆς ἥσσης, καθʼ ἥν τινες οἴονται ἀδοξεῖν τῷ πλησίον εἴς τι πειθόμενοι χρηστόν.
102. ὃ δήποτε τῆς παραινέσεως ἄρχῃ καὶ ἐπικρατυνθῇ, ἐκ σοῦ γίνεται. καὶ ἀλλαχοῦ “ Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε” (Od. 11, 345). ἴσον δὲ ἀπέφηνε τῷ συμβούλῳ τὸν βασιλέα τὸν κυροῦντα τὸ τέλος, ὅπως μὴ φθονοίη ταῖς ἀγαθαῖς ὑποθήκαις· οἶδε γὰρ φθόνῳ καὶ θυμῷ καὶ ζηλοτυπίαις ἀδίκοις πολλὰς πράξεις ἀγαθὰς ἀνῃρημένας. τὸ πέρας οὖν τῶν λεγομένων ἐπὶ τὸν κορυφοῦντα ἀναφέρει.
[*](3. πᾶσα οὐσα Vill.] πάν (i. e. 15. αὐτῷ] αὐτὸν πάσης) 22. ἀρετἡ] *ἀρετῶν 8. * Ἀχαιούς] ἀρίστους 26. ἄρχῃ Vill.] ἄἰρχει (*πρωτεύε)ι 12. *πειθὼ] πειθῶ hic et infra.)103. ὥς μοι δοκεῖ εἶναι ἄριστα] προσεκτικὸν μὲν τὸν ἀκροατὴν ποιεῖ διʼ ὧν ἄριστα ὑπισχνεῖται ἐρεῖν, εὔνουν δὲ, ὅτι μεθʼ ὑποστολῆς τὸ δοκεῖ προστέθειται.
104. ἐπὶ διαλλαγὰς τὸν βασιλέα φέρων, οὐκ ἐν ἐπιτιμήσεως μέρει τὴν Ἀχιλλέως ἔχθραν προφέρει, ἀλλὰ μόνον ἄριστα συνεωρα- κέναι φησὶν ἑαυτόν.
105. ἠμὲν πάλαι] εἰ τὰ μέλλοντα προγινώσκει ὁ Νέστωρ, πῶς καὶ περὶ τῶν ἐνεστώτων καλῶς οὐκ ὀφείλει νοεῖν.
106. ἐξέτι τοῦ ὅτε] οὐκ ὀνειδίσαι θέλει τὴν ἁμαρτίαν αὐτῷ, ἀλλὰ παρακελεύεται μὴ δεύτερον ἐξαμαρτάνειν. προτρεπτικῶς δὲ αὐτῷ διαλέγεται, καὶ τὴν πειθὼ τοῖς χείλεσι συνεπάγεται· τοῦτο γὰρ τῆς φρονήσεως ἴδιον.
109. σὺ δὲ] δεξιῶς ὑπήλλαξε τὰ ὀνόματα, τὴν αὐθάδειαν μεγαλο- φροσύνην καλῶν καὶ τὸ προπετὲς εἶξαι λέγων. ἐν συντόμῳ δὲ καὶ τὰ Ἀχιλλέως εἰσφέρει κατορθώματα.
112. φραζώμεθʼ] προσποιεῖται τὴν παράκλησιν, ἵνα μὴ αἰσχυνθῇ βασιλεύς· τὸ γὰρ φράζου πικρότερον ἦν καὶ προστάξεως ἐχόμενον. καλαὶ δὲ αἱ λιταὶ διὰ τὸ ὁμοειδές, καὶ ἵνα προμαλαχθῇ Ἀχιλλεύς. δδἵ δὲ τὸν προαδικήσαντα παρακαλεῖν ἀεί.
113. δώροισίν τ—ἔπεσσί τε] ἴσην τῶν χρημάτων καὶ μείζονα πρὸς πειθὼ τὴν τῶν λόγων ὑποτίθησι κτῆσιν.
115. ὁμολογεῖ τὴν πρᾶξιν, ἵνα μὴ αἰσχύνοιτο παρακαλῶν, καὶ ἡμαρτηκέναι φησὶ, καὶ οὐκ ἀδικεῖται, εὔνοιαν ποριζόμενος ἑαυτῷ. ἀπλοῦς δὲ ὁ τρόπος· τὸ μὲν γὰρ ἀεὶ χρηστὸν ἔχειν τὸν νοῦν μακάριον, τὸ δὲ καὶ χρόνῳ μετανοῆσαι οὐκ ἄχαρι. τὸ δὲ ψεῦδος ἀντὶ τοῦ ψευδῶς. τὸν ὅλον δὲ συναπτέον στίχον· μὴ στικτέον εἰς τὸ ψεῦδος, ὥς τινες κακῶς.