Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

437. πῶς ἂν ἔπειτʼ] φάσκων ἀποπλευσεῖσθαι μετʼ αὐτοῦ, διότι Πηλεὺς ὡς διδάσκαλον συνέπεμψεν αὐτὸν, τεχνικῶς ἐνέφηνεν ὅτι προσῆκόν ἐστι τὸ μὴ ἀπειθεῖν τῷ διδασκάλῳ. εἰ δὲ ὡς διδασκάλῳ ἐκέλευσε πείθεσθαι, χαλεπῶς ἂν ἤνεγκεν Ἀχιλλεύς. νῦν δὲ, δι᾿ ἃς αἰτίας ἐκεῖνον τὸ κελευόμενον ποιεῖν ἔδει, διὰ ταύτας αὐτὸς ἀκολου- θήσειν φησὶν, ὡς ἂν μὴ φάναι ὡς οὐ χωρισθείη τοῦ Ἀχιλλέως, ἀλλʼ ὡς πυνθανόμενον λέγειν· διαγανακτοῦντος γὰρ ἦθος ἐμφαίνεται. ἅμα δὲ καὶ τὸν Ἀχιλλέα εὐμενῆ ἀπεργάζεται, οὐδεμίαν λέγων ὑπολείπεσθαι αὐτῷ ἄλλην ἐλπίδα. προσαγωγὸν δὲ καὶ τὸ φίλον τέκος· λέγει γὰρ ὅτι διὰ τὴν φιλοστοργίαν καὶ παρὰ τὸ δέον αὐτῷ πείσεται.

438. σοὶ δέ μʼ ἔπεμπε] ὡς ὀπάων οὖν, φησὶν, οὐκ ὀφείλω ἀπολιπέσθαι. τοῦτο δὲ δυσωπεῖ αὐτόν· τὸν γὰρ διδάσκαλον δεῖ κελεύειν.

439. ἐκ Φθίης Ἀγαμέμνονι] λεληθότως δείκνυσιν ὅτι ἀπειθεῖ τῷ πατρὶ, τούτου ἀποστὰς, ᾧ καὶ πόρρωθεν αὐτὸν ἀπέστειλεν.

440. νήπιον] εἰ νηπίου ὄντος οὐ προπεφάσισται πρὸς τὴν αἴτησιν ὁ πατὴρ, πῶς, φησὶ, νῦν τελειωθεὶς οὐ πολεμεῖς;

441. ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι] ἄμφω τὰς ἀρετὰς κυδιανείρας φησί. νῦν δὲ μᾶλλον ἐχρῆν ἐπαινεῖν τὰ ψυχικά.

442. διδασκέμεναι] ἰᾶται τῇ ἡλικίᾳ τὸ τραχὺ τῆς λέξεως. τὸ δὲ τάδε, εἰς ἃ νῦν ἁμαρτάνεις. καὶ ὅτι οὕπω τετέλεσται ἡ μάθησις, διὰ τῆς παρατάσεως ἐδήλωσεν· οὐ γὰρ εἶπε διδάξαι. εἰ οὖν σύμ- βουλος ἐπέμφθη, νῦν δὲ βοᾷ τὸ πρᾶγμα, βοᾷ δὲ δεόμενον συμ- βουλῆς, πῶς αὐτῷ οὐ πείθεσθαι δεῖ ;

443. σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ὁ ποιητὴς ἔφυγε μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ εἶπε μύθων τε καὶ ἔργων ῥητῆρα ἀπὸ κοινοῦ, ἀλλ’ [*](14. *μὴ] τὸ μὴ)

402
ἐνήλλαξεν. καὶ ὅτι δὲ πάντων κρείττων ἡ εὐβουλία δηλοῖ διὰ τούτου.

δείκνυσιν ὅτι διδακτὸν ἡ ἀρετή. εἴπετο δὲ αὐτῷ ὁ Φοῖνιξ ὑπο- δείξων ἅ τε λεκτέον καὶ ἃ χρὴ πράττειν. εἰ ὑπὸ Φοίνικος οὖν πεπαίδευται, τί παρὰ Χείρωνος ἐδιδάχθη; δῆλον ὅτι πολεμικὴν καὶ ἰατρικήν.

446. γῆρας] γῆρας, φησὶ, τὸ μάλιστά με νῦν ἐνοχλοῦν. διὰ δὲ τοῦ ἀποξύσας ἐδήλωσε προσπεπλασμένην ἀσθένειαν παλαιῷ σώματι. καὶ αὐτῷ δὲ τῷ τῆς συλλαβῆς χρόνῳ τὸ δυσαφαίρετον τοῦ γήρως δηλοῖ. Ἀττική τέ ἐστιν ἡ ἔκτασις.

448. *φεύγων νείκεα πατρὸς] Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσε τῆς οἰκείας γῆς διὰ ταύτην τὴν αἰτίαν. τοῦ πατρὸς αὐτοῦ παλλακίδα μὲν ὀνόματι Κλυτίαν ἀγαπῶντος, Ἱπποδάμειαν δὲ, ἐξ ἧς τὸν Φοίνικα ἔτεκε, στυγοῦντος, δεηθείσης τῆς μητρὸς τῇ παλλακίδι τοῦ πατρὸς ἐμίγη. γνοὺς δὲ ὁ πατὴρ ἐπηράσατο τῷ παιδὶ περὶ τέκνων. δείσας δὲ Φοῖνιξ τὸν πατέρα καὶ τὰς ὑπʼ αὐτοῦ γενομένας ἀρὰς φεύγει. Πηλεὺς δὲ, ὅστις ὑποδεξάμενος αὐτὸν διὰ τὴν συγγένειαν δίδωσιν αὐτῷ τὴν Δολοπίαν χώραν, καὶ Ἀχιλλέα τὸν υἱὸν μικρὸν ὄντα εἰς ἀνατροφὴν παραδίδωσιν.

μυθολόγοι οἱ γέροντες, καὶ παραδείγμασι παραμυθούμενοι. ἄλλως τε ψυχαγωγεῖ τὴν ὀργὴν ὁ μῦθος. εἰπεῖν δὲ θέλει τὰς εὐεργεσίας Πηλέως, εἴ πως πείσειεν ὅτι εὔνους αὐτῷ ἐστί· καὶ ὅτι λιταῖς οὐ πεισθεὶς ἐν ἀλλοδαπῇ ἄπαις διήγαγεν. ἡδεῖα δὲ ἡ ἀκρόασις τῶν οἰκείας συμφορὰς διηγουμένων. καὶ ὁ κυνικὸς δὲ Διογένης τοῖς συνοῦσιν ὡμολόγει οἵας εἶχεν ὁρμὰς πρὸ τοῦ φιλοσοφεῖν, ὡς ἄρχειν αὑτοῦ μὴ δυνάμενος τῶν ἄλλων ἤθελεν. ἀκριβὴς δὲ διδασκαλία ἡ πεῖρα· διὸ καὶ τοσαῦτα ἡμαρτηκότι τῷ Φοίνικι καὶ ἐν προσκρούσει τοῦ πατρὸς γεγονότι τὸν υἱὸν ἐπιτρέπει ὁ Πηλεύς· ἑώρα γὰρ αὐτὸν αἰσθόμενον τῆς ἁμαρτίας διʼ ὧν ἑαυτῷ τὴν ἑκούσιον ἐπήγαγε φυγήν.

449. παλλακίδος] οὐ τῆς ἤδη μιγείσης, ἀλλὰ τῆς εἰς τοῦτο τρεφομένης· φησὶ γοῦν προμιγῆναι. οὐκ ἀντίκειται δὲ τὸ ὅτι τὴν μὲν ἐφίλει, ἠτίμαζε δὲ τὴν γυναῖκα· ἔπραττε γὰρ ταῦτα ἐν νῷ ἔχων ἤδη τὴν πρὸς αὐτὴν ὁμιλίαν. τοῦτο οὖν ὁ Φοῖνιξ ἐποίησεν εἰς τῶν γονέων τὴν ὁμόνοιαν. οἰκείως δὲ ταῦτα πρὸς τὸν ἕνεκα τῆς [*](15. περὶ τέκνων] * τέκνων ἀγονίαν 25. * ὡμολόγει] ὁμολογεῖ)

403
Βρισηίδος χαλεπαίνοντα, ὅτι συγγνωστέος ἁμαρτήσας περὶ τὴν κόρην Ἀγαμέμνων, εἴ γε καὶ αὐτὸς ἁμαρτῶν συγγνώμης ἠξίωται παρὰ Πηλέως. τὸ δὲ περιχώσατο ἀντὶ τοῦ περισσῶς ὠργίσθη.

452. ἵνʼ ἐχθήρειε] ῥᾷστα γὰρ ἀνδρὸς ἀφίσταται γέροντος γυνὴ νέα, πειραθεῖσα νέου καὶ ἰσχυροτέρου ἀνδρός· ἧττον γὰρ οἱ γέροντες ἀφροδισιάζειν δύνανται.

*Πορφυρίου. ἀπρεπὲς τοιαῦτα περὶ αὑτοῦ διεξιέναι πρὸς μηδὲν ἀναγκαῖον. οἱ μὲν οὖν ἀπὸ τῆς λέξεως λύουσιν, ὅτι προμιγῆναι οὐδεμίαν ἔχει ἀτοπίαν, οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι τὰς παλλακίδας διαβάλλει πρὸς τὸν Ἀχιλλέα ἕνεκα τῆς Βρισηΐδος χαλεπαί- νοντα.

453. τῇ πιθόμην καὶ ἔρεξα] ὡς πρὸς ὁμόνοιαν γονέων τὸ τοιοῦτον ἐποίησε· φησὶ γοῦν “ἡ δʼ αἰὲν ἐμὲ λισσέσκετο.” καὶ πάλιν τῆς διχοστασίας αὐτῶν κρείττονα τὴν φυγὴν ἡγήσατο. ἐν ἤθει δὲ δεῖ τὸν στίχον ἀναγινώσκειν ὡς μετανοοῦντος αὐτοῦ· διὸ καὶ ἐμπε- πίστευται Ἀχιλλέα· ὁ γάρ τι πταίσας πάντως καὶ φυλάττεται. καὶ Σοφοκλῆς (Fragm. 750) “ὃς μὴ πέπονθε τἀμὰ, μὴ βουλευέτω.” οἱ δὲ εὖ πρὸς γονεῖς ἔχοντες ἐπʼ ἴσης μὲν αὐτοὺς ἀγαπῶσιν, ἐπα- μύνουσι δὲ τῷ καταπονουμένῳ. ἢ τάχα βούλεται λέγειν ὅτι οὐ πάντα πειστέον μητρί· Θέτις γοῦν ἔλεγεν “ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνιʼ Ἀχαιοῖσιν” (Il. 1, 421), ἀλλὰ μᾶλλον πατρὶ τῷ λέγοντι “φιλοφροσύνη γὰρ ἀμείνων” (256). ἀγαθοὶ δὲ διδάσκαλοι οἱ ἐν παθημάτων πείρᾳ γενόμενοι· καὶ Χείρωνα γάρ φασι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτηδεῦσαι ἰατρικὴν, τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλυβριανὸν Ἡρόδικον, ὃς ἐμπεσὼν διὰ τοὺς πόνους εἰς φθόην ἐπιπόνως τὴν τέχνην ταύτην ἐμελέτη- σεν.

454. Ἐρινῦς] τὰς καταχθονίους δαίμονας, ὡς τιμωρητικὰς πατρῴων ἀσεβημάτων, ὧν τὰ ὀνόματα Ἀληκτὼ, Τισιφόνη, Μέγαιρα. εἴρηνται δὲ παρὰ τὸ ἐκ τῆς ἔρας, ἤγουν τῆς γῆς, εἶναι.

455. μή ποτε γούνασιν οἷσιν ἐφέζεσθαι φίλον υἱόν] ἐοικυῖα κατάρα τῷ ἀτιμάσαντι πατέρα τὸ τὴν ἀπὸ τῶν παίδων μὴ δέξασθαι τιμήν. πᾶς δʼ εὖ φρονῶν πατὴρ υἱῶν υἱοῖς εὔχεται πάππος γενέσθαι μᾶλλον.

[*](7. * Πορφυρίον] om. 16. πάντως] *πάντα 15. ὡς] *ὡς καὶ 17. *βουλευέτω] βουλεύηται)
404

457. Ζεύς τε] πῶς ὁ μὲν εὔχεται ταῖς Ἐρινύσι, τὰς δὲ εὐχὰς αὐτῷ ἐκτελεῖ Αιθης καὶ Περσεφόνη; ὅτι αὐτοκράτορες τῶν τιμω- ριῶν ὄντες τὴν τοῦ κολάζειν ἐξουσίαν τοῖς ἄλλοις δαίμοσι παρέ- χονται.

463. κατὰ μέγαρα στρωφᾶσθαι] ἐδήλωσεν ὅτι ἐν ταῖς ἀδιαλλά- κτοις ἔχθραις οὐδέν ἐστι τοῦ φεύγειν ἄμεινον.

464. ὅτι πᾶσιν ἠγαπημένος ἦν διά τε τὸ κάλλος καὶ φρόνημα, ὁ δὲ πατὴρ ὀργιζόμενος ἦν διὰ τὸν τῆς παλλακίδος ἔρωτα.

468. * Πορφυρίου. δῆλον ὅτι οἱ σύες θαλέθοντες ἀλοιφῇ καὶ πιμελεῖς ὄντες εὑόμενοι τῇ φλογὶ καὶ ὀπτώμενοι τανύονται, ὃ σημαίνει τὸ ἐκτήκοντας, ἀπὸ τοῦ τετανοὺς γίνεσθαι τοὺς ἰσχναι- νομένους.

472. πῦρ ἕτερον μέν] ἄλλο παρὰ τὸ τοῦ θαλάμου, ὅπου αὐτὸς ἦν· τρίτον δὲ τὸ ἐν τῇ στοᾷ καιόμενον.

473. ἄλλο δʼ ἐνὶ προδόμῳ] μετήγαγε τὴν τάξιν. θάλαμος μὲν γὰρ ὁ ἔσω οἶκος, τὸ δὲ πρὸ αὐτοῦ πρόδομος· αἴθουσα δὲ τὸ περίστυλον, τουτέστι τὸ πρὸς ἥλιον τετραμμένον παρὰ τὸ ἀεὶ αἴθεσθαι.