Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

312. ὁμῶς Ἀΐδαο πύλῃσιν] πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονέας σέβοι τοὺς τὸ ζῆν αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν ἐναντίων ὁ θάνατος;

315. οὔτʼ ἐμέ γʼ] τὸ ἐλεεινὸν τῶν λόγων Ὀδυσσέως ἐξέκοψε, καὶ τὸ μὲν κεφάλαιον τῆς ἀντιρρήσεώς ἐστι τὸ μὴ πεισθήσεσθαι τοῖς λεγομένοις· ἀλλʼ ἐπεὶ τὸ ἀτιμασθὲν ἀπλήρωτον πρὸς ἀγανάκτησιν, εἰς μῆκος ἐξέλκεται λόγων.

316. οὔτʼ ἄλλους Δαναούς] πρὸς τὸ “εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο, σὺ δʼ ἄλλους περ Ἀχαιούς” (300)· ἀνέτρεψεν οὖν καὶ ταύτην τὴν στάσιν. τάχα δὲ καὶ βουλόμενος εἰπεῖν ὅτι οὐδὲ ὑμεῖς πείσετε οἱ πρέσβεις, εὐπρεπῶς τῷ κοινῷ τῶν Ἑλλήνων ὀνόματι συμπεριέλαβε καὶ αὐτούς. καλῶς δὲ οὐκ εἶπεν οὐκ ἐλεῶ αὐτοὺς, ἀλλʼ οὐ πείσουσί με.

318. ἴση μοῖρα] τοῦτο γὰρ μάλιστα τοὺς χρηστοὺς λυπεῖ, ὅταν μὴ κατʼ ἀξίαν τιμῶνται.

320. κάτθανʼ ὁμῶς] ὅρον οὐκ ἔχει κατηγορίας θυμός. τοῦτο δὲ πρὸς τὸ “τύμβον δʼ ἀμφὶ πυρήν” (Ιl. 7, 336)· οὐ γὰρ πρὸς τὰς πράξεις ὁ τάφος.

321. περίκειται] περισσὸν τῶν ἄλλων ἀπόκειται. ἐπεὶ πάθον] διὰ μὲν οὖν τοῦ “πάθον ἄλγεα” τὸ ἐπίπονον αὐτοῦ παρίστησι, διὰ δὲ τῆς μάστακος τὸ κηδεμονικὸν, διὰ δὲ τοῦ ἀγρυ- πνεῖν καὶ νύκτας οὐκ ὀλίγας τὴν πρόνοιαν καὶ ἐπιμέλειαν, διὰ δὲ τοῦ τὰ ποριζόμενα ἐκ τῆς μάχης ἐπὶ τὸν βασιλέα πάντα ἀναφέρειν τὸ ἐλεύθερον τῆς ψυχῆς, διὰ δὲ τῶν πόλεων ὧν ἐχειρώσατο τὸ ἑαυτοῦ ἀνδρεῖον.

[*](2. Αἴαντα] *Αἴαντα δὲ 19. *οὐδὲ] οὔτε 7. βαρύνητε] *τονθορύζητε 23. *γὰρ μάλιστα] μάλιστα γὰρ)
392

323. ὡς δʼ ὄρνις] εἰς τὸ ἐπιδεικτικὸν ἐρχόμενος διὰ τῆς κηδεμο- νίας αὔξει τὴν ῥώμην, τοσοῦτον προὔχειν φάσκων Ἑλλήνων ὅσον μήτηρ νεοσσῶν. εὖ δὲ τὸ μηδὲν τῶν τετραπόδων λαβεῖν εἰς τέκνου φιλοστοργίαν· ταῦτα γὰρ τρέφοντα τῷ γάλακτι οὐδὲν ἧττον ὠφελεῖται τῶν τρεφομένων. αἱ γὰρ ἀνάμελκτοι καὶ νοσώδεις· “οὔ- θατα γάρ” φησι “σφαραγεῦντο” (Od. 9, 440). ἡ δὲ ὄρνις τὴν ἑαυτῆς τροφὴν εἰς τοὺς νεοττοὺς ἀναλίσκει. ὅθεν καὶ πιθανῶς ἐπήνεγκε τὸ “κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ.” εὗ δὲ καὶ τὸ ἀπτῆσιν· οἱ γὰρ πετόμενοι, κἂν ὀλίγον, προσπορίζονται.

326. αἱματόεντα] διὰ φόνων ἦν ὁ βίος, οὐ διʼ ἐμὴν δὲ ἡδονήν· “οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον” (Il. 1, 152), ἀλλὰ διὰ τὸ γύναιον Μενελάου· τοῦτο γὰρ δηλοῖ τὸ ὀάρων ἕνεκα σφετεράων. ἢ τολμηρῶς, φησὶ, πολεμῶν πρὸς ἄνδρας ὑπὲρ παίδων καὶ γυναίων ῥιψοκινδύνως ἀγωνιζομένους.

328. δώδεκα δὴ] ἐντέχνως τὰς πράξεις ἐπάγει, πίστιν τοῖς προειρημένοις φέρων. εὖ δὲ καὶ τὸ μὴ κατʼ ἄνδρα τὰ πραχθέντα φράζειν, ἀλλὰ κατὰ πόλεις, ἅμα δὲ καὶ συμπληροῖ τὴν ὑπόθεσιν. Σηστὸν δὲ καὶ Ἄβυδον οὐ πορθεῖ ὡς ἠσφαλισμένας· λαφύρων γὰρ ἔδει, οὐ κατορθωμάτων.

332. ὄπισθε μένων] ἐμοῦ, φησὶν, ἐκδημοῦντος· τὴν δειλίαν δὲ Ἀγαμέμνονος τὸ ὄπισθεν ἐμφαίνει. ἀμφοτέρωθεν δὲ ηὔξηται ἡ ἀχαριστία αὐτοῦ, ὅτι τοιαῦτα καὶ τοσαῦτα λαβὼν, καὶ βραχὺ δοὺς γέρας τῷ κομίσαντι, καὶ τοῦτο ὕστερον ἀφῄρηται.

334. ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα] τεχνικῶς ἐνδείκνυται ὅτι καὶ τὰ νῦν αὐτῷ διδόμενα δῶρα μέρος εἰσὶν ὧν Ἀγαμέμνων ἐσφε- τερίζετο παρʼ αὐτοῦ λαμβάνων ἀδίκως.

336. ηὔξησε τὴν ὕβριν, ἄλοχον αὐτὴν εἰπὼν καὶ θυμαρέα. ἐπιφθόνως δέ φησι, τοῖς μὲν ἄλλοις ἐφύλαξε τὰ γέρα, ἐμοὶ δὲ οὔ. εὐπρεπῶς δὲ οὐκ εἶπεν ὑμῖν. ἄτοπον δὲ εἰ πολλὰ μὲν ἔχων, μικρὰ δὲ παρέχων οὐδὲ ἐπʼ ἴσης τῶν ἄλλων ἐᾷ αὐτῷ τὰ κοινῇ δοθέντα. γρά- φεται δὲ καὶ εἳλετʼ ἔχειν ἀντὶ τοῦ ἠθέλησεν, ὅπερ ὁ Ἡρωδιανὸς ἀποδέχεται ὡς ἄμεινον.

παριαύων] οὐ συνιαύων, διὰ τὸ βίαιον. φησὶ γοῦν τὸ “δμωῇσι δὲ γυναιξὶ παρευνάζεσθαι ἀνάγκῃ” (Od. 22, 37).

339. ἢ οὐχ Ἑλένης ἕνεκ’] πρακτικὸς ὁ λόγος, δεικνὺς τὸν Ἀγα- μέμνονα ἢ ἀσύνετον ἢ ἄδικον. εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικη-

393
θῆναι περὶ γυναῖκα, πολεμεῖν οὐκ ἔδει περὶ Ἑλένης· ἀσύνετος οὖν ἐστὶ περὶ μικρᾶς αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα, πῶς ἅπερ παθὼν ὑπὸ ἀλλοφύλων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ ἀδικεῖν νομίζει; καὶ πρῶτον μὲν ὑπέφηνε τὸ ἀχάριστον, εἶτα τὴν ὕβριν.

340. τὸ τοιοῦτον ἐπιμονὴ λέγεται, ὅταν τις αἰτίαν ἔχων ἐπί τινι μὴ φεύγῃ τὸ ἔγκλημα. καὶ Ἀχιλλεὺς οὖν, ἐπεὶ τὴν διαβολὴν εἶχεν ὡς γυναικὸς χάριν ὀργισθεὶς, εἰς τὸ ὅτι δικαίως ἐχαλέπηνεν ἔρχεται, καὶ πρῶτον μὲν διέστρεψε, δυσαπόκριτον προβαλλόμενος “ἢ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεῖδαι;ʼʼ εἶτα πανδήμῳ ψήρῳ τὴν γνώμην ἐπεσφραγίσατο “ἐπεὶ ὅστις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων.” τεχνικῶς δὲ τὸ ἄνομον ἰᾶται διὰ τοῦ παρὰ τοῖς σπουδαίοις ἰσότιμον εἶναι τὸν γάμον.

344. νῦν δʼ ἐπεὶ] πολλὰ ὑπισχνούμενος καὶ τὸ βραχὺ ἀφῄρηται. ὥσπερ δὲ σπινθὴρ κεκρυμμένος, ὕστερον δὲ τὸ πᾶν τῆς ὕλης κατανα- λώσας ἔκδηλος γίνεται, οὕτως ὁ ἥρως τοὺς ἐπιπλάστους λόγους ἀποσειόμενος πεφανέρωται. ἴσως δὲ ὑποσχόμενος αὐτὸν ἐντίμως ἀποπέμψειν καὶ μετὰ δόξης νῦν ἠπάτησεν.

346. ἀλλ’, Ὀδυσεῦ, σὺν σοὶ] οὕτε γὰρ Φοίνικα ἔδει εἰρωνεύεσθαι ὡς τροφέα, οὔτε μὴν Αἴαντα ὡς ἀνδρεῖον, Ὀδυσσέα δὲ ὡς φυγόντα. τοῦτο δὲ διὰ τὸ “παρʼ ἔμοιγε καὶ ἄλλοι” (Il. 1, 174).

348. μάλα πολλά] εἰρωνικὸς ὁ λόγος· ὧν γὰρ καταφρονοῦμεν, ταῦτα αὔξομεν. ἔοικε δὲ τὴν βουλὴν Νέστορος εὐτελίζειν.

349. ἤλασε] ἐξέτεινεν ἀπὸ τοῦ σιδήρου, ἢ μᾶλλον ὤρυξεν.

353. ἐθέλεσκε] ἐδύνατο. καὶ ἀνάπαλιν “οὕτε τελευτὴν ποιῆσαι δύναται” (Od. 1, 249). μείζων δὲ ἄρα τοῦ τείχους Ἀχιλλεὺς, εἴ γε τούτῳ μὲν ἐπαυλίζεται ὁ Ἕκτωρ, ἐκεῖνον δὲ ἔφευγε. νῦν δὲ Ὀδυσσέως εἰς Δία φέροντος τὴν αἰτίαν τῆς εὐημερίας τῶν Τρώων, Ἀχιλλεὺς ἐπὶ τὴν ἑαυτοῦ ἀπουσίαν τρέπει.

356. οὐκ ἐθέλω] τινὲς εἰρωνικῶς ἀντὶ τοῦ οὐ δύναμαι, διὰ τὸν Ἀγαμέμνονος λόγον “καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνὶ κυδιανείρῃ ἔρριγʼ ἀντιβολῆσαι (Il. 7, 113).